← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§162.28-164.5

酒醉与老年中理智的同一性与不朽

斐洛庞奴斯解释了亚里士多德关于老年与酒醉中受损的是身体而非灵魂自身的论述(408b22),从酒醉后记忆的保持论证了理智在数目上的同一性,并阐明此处所称的“灵魂”并非指一切灵魂,而特指不朽的理性理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.157

" Ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι τι, ἀλλ’ ἐν ᾧ,1 καθάπερ ἐν μέθαις καὶ νόσοις." Γῆρας δῆλον ὅτι οὐ τὸ αὐτὸ ἐκληψόμεθα, ὅ τι ἔλεγε ‘μάλιστα δ’ ἂν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως’, καὶ τὸ νῦν λεγόμενον, ἀλλ’ ἐκεῖ μὲν τὸ σύμμετρον, ἐνταῦθα δὲ τὸ πολὺ καὶ ἔσχατον. ὡς γὰρ εἶπον, ἐπεὶ οὐ πάντῃ ἄσχετός ἐστιν πρὸς τὸ σῶμα ὁ ἡμέτερος νοῦς δεῖται τῆς συμμετρίας τοῦ σώματος, ἵνα συμμέτρως ἔχον μηδὲν ἐνοχλῇ. ἀσύμμετρον δὲ γίνεται αὐτῷ πρὸς τὰς ἰδίας ἐνεργείας καὶ ἐν τῇ ἀκμῇ διὰ τὸν τῶν παθῶν ὄχλον καὶ ἐν τῷ ἐσχάτῳ γήρᾳ διὰ τὸ ἀπονενεκρῶσθαι καὶ αὐτὸ ἐγγὺς εἶναι τῆς ὕλης. ταὐτὸν οὖν πάσχει ὁ νοῦς, φησίν, ἐν τῷ γήρᾳ, ὅπερ καὶ ἐν ταῖς μέθαις καὶ νόσοις. ὥσπερ γὰρ ἐκεῖ διὰ τὴν δυσκρασίαν τοῦ σώματος κωλύεται πρὸς τὰς ἐνεργείας (καὶ δῆλον ἐξ ὧν, ἐὰν ἀπαλλαγῇ τὸ σῶμα τῆς τοιᾶσδε καταστάσεως, πάλιν ἀναλάμπει), οὕτω συμβαίνει καὶ ἐν τῷ γήρᾳ. ὅτι δὲ μετὰ τὸ ἀπαλλαγῆναι τῆς μέθης οὐκ ἄλλος τις ἐγγίνεται νοῦς οἱονεὶ πάλιν ἐκ τῆς εὐκρασίας, δῆλον ἐξ ὧν εἷς καὶ ὁ αὐτός ἐστι τῷ ἀριθμῷ τῷ προτέρῳ· εἰ γὰρ ἁπλῶς ἐκ τῆς κράσεως ἐγίνετο ὡς τὸ λευκόν, οὐκ ἂν ἦν εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ, ἐπεὶ μηδὲ ἡ κρᾶσις μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ πρὸ τῆς μέθης καὶ μετὰ τὴν μέθην· ἀλλ’ εἰ ἄρα, τῷ εἴδει. ὅτι δὲ εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ ἐστιν ὁ νοῦς, δῆλον ἐξ ὧν καὶ μετὰ τὴν μέθην μνημονεύει τὰ πρότερα· εἰ γὰρ ἦν, ὡς ἄν τις ὑπονοήσειε, τῷ μὲν εἴδει ὁ αὐτός, ἀριθμῷ δὲ οὐχ ὁ αὐτός, οὐκ ἂν ἐμνήσθη τῶν πρόσθεν, ἀλλ’ ἔδει αὐτῷ πάλιν ἑτέρας μαθήσεως· ὁμοίως γάρ, φησὶν ὁ Ἀριστοτέλης, εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο·2 οὐδὲ γὰρ ἐπειδή εἰσι τῷ εἴδει αἱ αὐταὶ ψυχαί, ἤδη καὶ ἅπερ ἐγὼ οἶδα καὶ ἄλλος οἶδεν. εἰ δὲ εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ ὅ τε πρὸ τῆς μέθης καὶ μετὰ τὴν μέθην, οὐδὲν ἄλλο ἢ ταῖς ἐνεργείαις αὐτοῦ ἐνεπόδιζεν ἡ μέθη. ἰστέον δὲ ὅτι οἱ βουλόμενοι πᾶσαν ψυχὴν χωριστὴν εἶναι ἐπιλαμβάνονται τῶν ῥησειδίων τούτων· ἰδοὺ γάρ, φασίν, εἶπεν ὅτι ἡ ψυχὴ οὐ πάσχει τι, ἀλλ’ ἐν ᾧ ἐστι, τὸ σῶμα. λέγομεν δὲ ὅτι οὐ περὶ πάσης ψυχῆς αὐτῷ ὁ λόγος, ἀλλὰ περὶ τοῦ νοῦ, καὶ τοῦτον ψυχὴν νῦν καλεῖ. καὶ δῆλον ἔκ τε τῶν προειρημένων καὶ ἐξ ὧν ἐπιφέρει· ἔτι γὰρ περὶ τοῦ νοῦ ποιεῖται τὸν λόγον· ὡς γὰρ τοῦτο εἰπὼν ὅτι ὁ νοῦς οὐκ αὐτός ἐστιν ὁ πάσχων, ἀλλὰ τὸ σῶμα ἐν ᾧ ἐστιν, ὥστε, φησίν, οὐδὲ τὸ νοεῖν3 καὶ τὸ θεωρεῖν φθείρεται, ἀλλὰ μαραίνεται ἄλλου τινὸς φθειρομένου. τοῦ γὰρ νοῦ μὴ πάσχοντος οὐδ’ ἂν αἱ ἐνέργειαι αὐτοῦ τὸ νοεῖν καὶ τὸ θεωρεῖν πάθοιεν. οὐκ ἄρα περὶ πάσης ψυχῆς αὐτῷ ὁ λόγος· γελοῖον γὰρ τὸ πᾶσαν ὑπονοεῖν αὐτὸν λέγειν, σαφῶς ἡμῖν τοὺς κανόνας αὐτοῦ παραδεδωκότος τῆς τε χωριστῆς σωμάτων οὐσίας καὶ τῆς ἀχωρίστου. καὶ σημείωσαι ὅτι τὸν νοῦν εἰπὼν ἄφθαρτον εἶναι καὶ θύραθεν ἐγγίνεσθαι τῷ σώματι, τοῦτον εὐθὺς ψυχὴν ἐκάλεσεν, ἵνα μάθῃς ὅτι οὐκ ἄλλον τινὰ λέγει εἶναι τὸν νοῦν παρὰ τὴν λογικὴν ψυχὴν ἔξωθεν ἡμῖν ἐπεισιόντα, ἀλλ’ αὐτὴν τὴν λογικὴν ψυχὴν νοῦν ἐκάλεσε. σαφέστατα οὖν καὶ διὰ τούτων ἀθάνατον εἶναι τὴν ἡμετέραν ψυχὴν ἀποφαίνεται ὁ Ἀριστοτέλης. ἐγγίνεται δὲ ἡ λογικὴ ψυχὴ τῷ σώματι μετὰ τὴν διάπλασιν τοῦ τελείου ζῴου, τῶν ἄλλων ψυχικῶν δυνάμεων ἤτοι τῶν λόγων αὐτῶν συγκαταβαλλομένων τῷ σπέρματι. εἰ δέ τις καὶ πρὸς πᾶσαν ψυχὴν ἐκλάβοι τοῦτο εἰρημένον τὸ ὥστε τὸ γῆρας οὐ τῷ τὴν ψυχὴν πεπονθέναι τι, ἐκληψόμεθα, ὡς καὶ Ἀλεξάνδρῳ δοκεῖ, πᾶσαν μὲν ψυχὴν καθ’ αὑτὴν ἀπαθῆ, ἀλλὰ τὴν μὲν ἄλογον ὅτι μηδὲ πέφυκεν καθ’ αὑτὴν εἶναι, ἀλλὰ συμφθείρεσθαι τῷ πνεύματι, τὸν δὲ νοῦν ὡς οὐσίας ὄντα χωριστῆς ἀπαθῆ εἶναι.

“因此老年不是由于灵魂遭受了某种状态,而是由于灵魂居于其中的东西[遭受了],正如在酒醉和疾病中一样。” 显然,我们不应当把他在说“而它本会最因老年中的衰退而毁灭”时的老年,与现在所说的老年理解为同一回事,前者指的是适度的老年,而这里指的是过度而极度的老年。因为正如我所说,既然我们的理智并非完全脱离身体,它就需要身体的均衡,以便身体处于适称状态时完全不加干扰。但对理智固有的现实活动而言,身体在盛年时因激情的纷乱,在极度的老年时因变得麻木且自身接近质料,都会变为不均衡的。他说,因此理智在老年中所遭受的,正是它在酒醉和疾病中所遭受的同一件事。因为正如在那些情况下,由于身体的失调,理智的现实活动受到阻碍(这从以下事实是清楚的:如果身体脱离了这种状态,理智又重新放光),在老年中发生的情形也是如此。而在脱离酒醉之后,并不是似乎由调和中重新产生出另一种理智,这从它在数目上与前者为一且相同是清楚的;因为如果它是单纯像白色那样由混合中产生的,它就不会在数目上为一且相同,因为混合本身在酒醉之前与酒醉之后在数目上也非一且相同,而至多只是在形式上相同。理智在数目上为一且相同,这从它在酒醉之后仍然能记住之前的事情也是清楚的;因为如果像某人可能猜测的那样,理智在形式上相同而在数目上不相同,它就不会记得之前的事,而是需要重新进行另一番学习;因为亚里士多德说,这就如同“如果我觉察这件事而你觉察那件事”一样;因为并不能因为灵魂在形式上相同,我所知道的事别人也就因而知道了。而如果在酒醉之前与酒醉之后理智在数目上为一且相同,那么酒醉所做的无非是阻碍了它的现实活动。应当知道,那些想要证明一切灵魂皆可分离的人抓住了这些字句;因为他们说,看哪,他说灵魂并未遭受某种状态,而是它居于其中的东西即身体遭受了。但我们说,他的论述并非关乎一切灵魂,而是关乎理智,且他现在将此理智称为灵魂。这不仅从前文所述,而且从他接下来所补充的内容来看都是清楚的;因为他仍然是在关于理智进行论述;因为在表达了理智自身并非受作用者,而是它居于其中的身体受作用这一意思之后,他说,因此就连思想与观照也没有毁灭,而是在别的某物毁灭时衰退了。因为理智既然不受影响,它的现实活动即思想与观照也不会受影响。因此他的论述并非关乎一切灵魂;因为推测他是在说一切灵魂是可笑的,因为他已清楚地向我们传授了关于脱离身体的分离实体与不可分离实体的准则。还要注意,他在说理智是不朽的且从外界进入身体之后,立即将此理智称为灵魂,以便你明白,他并不是说从外界进入我们的理智是有别于理性灵魂的某种别物,而是将理性灵魂本身称为理智。因此非常清楚,亚里士多德通过这些也表明了我们的灵魂是不死的。而理性灵魂是在完全的动物成形之后才在身体中生成的,其他灵魂的潜能即其本质规定本身则是与种子一同被播下的。但即便有人把“因此老年不是由于灵魂遭受了某种状态”这一言明理解为也是针对一切灵魂说的,我们也应当像亚历山大所认为的那样来理解:一切灵魂就其自身而言固然皆是无受性的,但非理性灵魂是因为它本性上甚至不能独自存在,而是与精气一同毁灭,而理智则是作为分离的实体而是无受性的。

语法注3 条
  1. 1.157οὐ τῷ τὴν ψυχὴν πεπονθέναι τι, ἀλλ’ ἐν ᾧ

    表原因的与格不定词短语(τῷ πεπονθέναι)与介词短语(ἐν ᾧ)相对比。后者 ἀλλ’ ἐν ᾧ 紧缩承前,省略了先行词(身体)和受作用的动词结构,即相当于 [τῷ πεπονθέναι τι τὸ σῶμα] ἐν ᾧ [ἐστιν]。

  2. 1.157ὁμοίως γάρ, φησὶν ὁ Ἀριστοτέλης, εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο

    由 ὁμοίως γάρ 引出的省略性比较句,条件从句 εἰ... αἴσθοιο(不定过去希求语气)的归结从句被省略,语境中需补出“便不会彼此相知/将是荒谬的”等含义。属格 τοῦ μὲν ... τοῦ δὲ 作知觉动词 αἴσθοιο 的宾语。

  3. 1.157ὡς γὰρ τοῦτο εἰπὼν ὅτι ὁ νοῦς οὐκ αὐτός ἐστιν ὁ πάσχων... ὥστε, φησίν, οὐδὲ τὸ νοεῖν

    分词短语 ὡς... εἰπών(ὡς 加分词表示思想脉络或缘由)作为前置铺垫,随后以 ὥστε, φησίν 引出主干,引用或转述亚里士多德所作的推论;句子在结构上带有些许破格(anacoluthon),用以承接引文结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:162.28-164.5