- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:161.1-162.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德对“理智在年老与疾病中似乎会衰亡”这一难题的解答,阐明其如何借由眼睛衰老与白内障治疗的类比,论证身体受损仅是阻碍了器官而非机能本身。他进一步论证理智不同于感觉,并不依赖于精气或任何身体基质,而是能完全脱离身体独立存在的实体,这从其能反观自身以及与身体情态抗争中得到了证明。
" Νῦν δ’ ὥσπερ ἐπὶ τῶν αἰσθητηρίων συμβαίνει· εἰ γὰρ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, βλέποι ἂν ὡς ὁ νέος.1" Ἀπορίαν τινὰ δικαίως ἀπορηθεῖσαν πρὸς τὰ εἰρημένα ἐπιλύεται ὁ Ἀριστοτέλης. εἶπε γὰρ ἄν τις, ‘εἰ τὸ μὴ συμμαραίνεσθαι τῷ γήρᾳ τὸν νοῦν δείκνυσιν αὐτὸν ἄφθαρτον ὄντα, τὸ συμμαραίνεσθαι φθαρτὸν δείξει. οὐκοῦν ἐν τῷ ἐσχάτῳ γήρᾳ καὶ τοῖς λήροις ὁρᾶται φθειρόμενος· ληροῦσι γὰρ οἱ ὑπεργηράσαντες. ταὐτὸ δὲ πάσχει καὶ ἐν μέθαις καὶ ἐν ἄλλοις τισὶ πάθεσιν οἷον μελαγχολίαις, ἔτι τε καὶ ἐν τοῖς ὕπνοις. εἰ δὲ ταῖς κινήσεσι τοῦ σώματος συναλλοιοῦται, ἔοικεν ἄρα φθαρτὸς εἶναι.’ ταύτην οὖν τὴν ἀπορίαν ἐπιλυόμενός φησιν ὅτι ταὐτὸν συμβαίνει ἐν τοῖς εἰρημένοις πάθεσι τῷ νῷ, ὅπερ τῇ αἰσθητικῇ δυνάμει βεβλαμμένων τῶν αἰσθητηρίων. ὥσπερ γὰρ βλαβέντων τῶν αἰσθητηρίων οὐκ αἰσθανόμεθα μέν, οὐ μὴν ἤδη καὶ ἡ αἰσθητικὴ δύναμις βέβλαπται (οὐ γὰρ συμπάσχει τοῖς ὀργάνοις τοῖς τοῦ παχέος τούτου σώματος ἡ χρωμένη δύναμις τούτοις· ὅτι γὰρ οὐ συμπάσχει ἡ δύναμις, ἀλλὰ τὸ αἰσθητήριον κέκμηκε, δῆλον ἐξ ὧν, ἂν ὑποθώμεθα τὸν πρεσβύτην ὄμμα εἰληφότα οἷον τὸ τοῦ νέου, ἐνεργήσει ὁ πρεσβύτης ὥσπερ ὁ νέος· τοῦτο δὲ οὐκ ἂν ἦν, εἰ ἡ δύναμις ἦν βεβλαμμένη. σαφέστερον δὲ τὸ ἐπὶ τῶν ὑποχυμάτων παράδειγμα· ἂν γὰρ τὸν χυμὸν ἐκεῖνον κατενέγκωμεν, ὁρῶσιν οἱ πρὸ τούτου οὐχ ὁρῶντες. τὸ δὲ αἴτιον, ἐπεὶ μὴ ἐν τούτῳ τῷ σώματι ἔχει τὸ εἶναι ἡ αἰσθητικὴ δύναμις, ἀλλ’ ἐν τῷ πνεύματι), οὕτως οὖν καὶ τοῦ τῶν γερόντων ὄμματος ὑπὸ τοῦ χρόνου ἐξασθενήσαντος καὶ τῶν χιτώνων παχυτέρων γενομένων καὶ οἱονεὶ ἐρρυτιδωμένων καὶ οὐχ οὕτω διαφανῶν, ἔτι τε καὶ τῶν ἐντὸς ὑγρῶν καὶ προσέτι ξηροτέρων ὑπὸ τοῦ χρόνου καὶ ἐγγὺς πεπηγότων καὶ οὐ δυναμένων τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη διαπορθμεύειν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα, συμβαίνει τοὺς γέροντας ἧττον ὁρᾶν, οὐ τῷ τὴν ὀπτικὴν δύναμίν τι πεπονθέναι.2 εἰ τοίνυν ἐπὶ τῶν αἰσθήσεων τοῦτο συμβαίνει, ἐφ’ ὧν ἧττον ἔδει, πολλῷ μᾶλλον ἐπὶ τοῦ νοῦ, ὥστε παρεμποδίζειν μόνον τὸ σῶμα πεπονθός τι τὰς ἐνεργείας τοῦ νοῦ, ὥσπερ φλύαρος γείτων ἐκκρούων τὸν γειτνιῶντα σπουδαίας τινὸς ἐνεργείας, οἷον ἀναγνώσεως ἢ νοήσεως ἢ εὐχῆς. εἰ οὖν ἐκεῖνος ἄσχετος ὢν παντελῶς πρὸς τὸν σπουδαῖον ὅμως τῇ ἐγγύτητι τοῦ τόπου ἐκκρούει αὐτόν, πόσῳ μᾶλλον τὸν νοῦν τὸ σῶμα οὐκ ἀσχέτως ἔχον πρὸς αὐτὸν διὰ τὸν φυσικὸν δεσμόν; οὐ γὰρ ἀσυμπαθὴς παντελῶς ὁ δεσμὸς οὗτος. εἰ δέ τις εἴποι ‘πόθεν οὖν δῆλον μὴ καὶ ὁ νοῦς, ὥσπερ αἱ αἰσθήσεις, ἔν τινι παρὰ τοῦτο τὸ σῶμα τὸ εἶναι ἔχει, οἷον ἐν τῷ πνεύματι; ὅσον γὰρ ἐκ τῶν εἰρημένων οὔπω τοῦτο δῆλον, ἀλλ’ ὅτι μόνον ἐν τούτῳ οὐκ ἔχει τὸ εἶναι, ὥσπερ αἱ αἰσθήσεις’, λέγω οὖν ὅτι δείξει αὐτὸ τοῦτο ἐφεξῆς ὁ φιλόσοφος, ὅτι παντός ἐστι χωριστὸς σώματος, καὶ οὐχ ὥσπερ αἱ αἰσθήσεις τούτου μόνον· οὐδὲν δὲ πρᾶγμα καὶ προλαβεῖν ἔνιά τινα ὧν φησιν. ὅτι γὰρ οὐκ ἔχει ὁ νοῦς ὡς αἱ αἰσθήσεις ἐν ἄλλῳ τὸ εἶναι, δῆλον ἐντεῦθεν· αἱ γὰρ αἰσθήσεις τῶν μειζόνων αἰσθητῶν ἀντιλαμβανόμεναι τῶν ἐλαττόνων οὐ δύνανται ἀντιλαβέσθαι, οἷον μεγάλου ψόφου ἡ ἀκοὴ ἀκούσασα τοῦ ἥττονος οὐκ ἀκούσεται, καὶ ἡ γλῶττα σφοδροτάτου χυμοῦ γευσαμένη τοῦ ἐλάττονος οὐκ αἰσθήσεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· τοῦτο δὲ ἐπειδὴ τὸ κυρίως τῶν αἰσθήσεων ὄργανόν τε καὶ ὄχημα, τὸ πνεῦμα λέγω, σῶμά ἐστιν· ὁ μέντοι νοῦς ἅτε ἀσωμάτως νοῶν καὶ οὐδενὶ προσχρώμενος σώματι εἰς τὴν νόησιν, ὅσῳ τῶν μειζόνων νοητῶν ἀντιλαμβάνεται, τοσούτῳ μᾶλλον καὶ τῶν ἐλαττόνων. καὶ ἄλλως οὐδεμία δύναμις ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχουσα αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρέφειν δύναται· συνεπιστραφήσεται γὰρ πρὸς ἑαυτὸ καὶ τὸ σῶμα ἐν ᾧ ἐστιν,3 οὐδὲν δὲ σῶμα ἑαυτῷ ἐφαρμόσαι δύναται, ἀλλ’ οὐδὲ ἄλλῳ, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν· ὁ δὲ νοῦς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφει καὶ ἑαυτὸν ὁρᾷ, αὐτὸς περὶ ἑαυτοῦ ζητεῖ καὶ αὐτὸς εὑρίσκει· χωριστὸς ἄρα τῇ οὐσίᾳ τοῦ σώματος. καὶ ἄλλως οὐδὲν μάχεται ἢ πρὸς ἑαυτὸ ἢ πρὸς τὸ ἑαυτοῦ ὑποκείμενον, ἡ δὲ ψυχὴ μάχεται πρὸς τὸ σῶμα καὶ τὰ πάθη· ‘τέτλαθι δή, κραδίη’. οὐδὲν φθείρει τὸ ἑαυτοῦ ὑποκείμενον· πάντα γὰρ τοῦ εἶναι ἐφίεται· αὕτη δὲ τῇ ἀρετῇ κατατήκει τὸ σῶμα. οὐκ ἄρα ἐν αὐτῷ ἔχει τὸ εἶναι. καὶ εἰ ἐνεργεῖ ποτε χωριστῶς, ὅταν τῶν θείων ἐν θεωρίᾳ γένηται, δῆλον ὅτι καὶ οὐσίαν ἔχει χωριστήν.
“而事实上正如在感觉器官上所发生的那样;因为倘若老人获得这样一只眼睛,他便会如年轻人一般看见。” 亚里士多德在此解答了针对前面所言而合理提出的某一难题。因为有人可能会说:“如果理智不随年老而枯萎表明它是不可消灭的,那么它一同枯萎就将表明它是可消灭的。然而在极度年老和谵妄状态中,可以看到它被破坏;因为极度年老的人会说胡话。在醉酒和某些其他病态如抑郁症中,甚至在睡眠中,它也遭受同样的情形。如果它随身体的运动而一同改变,那么它似乎终究是可消灭的。”因此他在解答这一难题时指出,在前述病态中理智所遭遇的,正与感觉器官受损时感觉机能所遭遇的相同。因为正如当感觉器官受损时我们固然不能感觉,然而感觉机能本身却并非因而就已经受损(因为使用这些器官的机能并不与这粗重身体的器官同受损害;机能并未同受损害,而只是感觉器官衰竭了,这一点从以下事实便可明了:倘若我们假设老人获得了如年轻人一般的一只眼睛,老人就会如年轻人一般活动;但如果机能本身受损,这便是不可能的。关于白内障的例子更为显明:因为如果我们将那一滞留的液体推下,此前看不见的人便能看见了。而其原因在于,感觉机能并不在这个身体中拥有其存在,而是在精气中拥有其存在);因此,同样,老人的眼睛也因时间流逝而衰弱,各层膜变得较厚,仿佛起皱且不再如此透明,加之内里的液体也随时间流逝而变得更为干涸、接近凝固,无法将源于可感觉对象的影响传递至视觉精气,从而导致老人视力减退,而并非由于视觉机能本身遭受了什么。那么,如果在更不该如此的感觉活动中尚且发生这种情形,在理智上便更是如此,以致遭受某种情态的身体仅仅是阻碍了理智的现实活动,正如一个饶舌的邻人打扰邻近者从事某项严肃的活动,如阅读、思考或祈祷一样。因此,如果那个邻人与严肃之人全然无关,却仍能因空间上的邻近而打扰他,那么身体因自然的纽带而并非与理智无关,它打扰理智岂不更是如此?因为这一纽带并非全然缺乏感应。 如果有人说:“那么,凭什么清楚表明理智不会像诸感觉一样,在这个身体之外的某种东西中(例如在精气中)拥有其存在?因为就前面所言而言,这一点尚未明了,明了的仅仅是它像感觉一样并不在这个粗重身体中拥有其存在”,那么我说,哲学家随后将表明这一点,即理智脱离一切身体而可分离,并非如感觉那样仅仅脱离这一个粗重身体;而预先采纳他所说的某些论点也并无妨碍。因为理智不像感觉那样在其他事物中拥有存在,由此便可清楚看出:感觉在领会了较强烈的可感觉对象后,便无法领会较微弱的——例如听觉在听过巨大的声响后便听不见较微弱的声音,舌头在尝过极浓烈的滋味后便觉察不出较淡的滋味,其他感觉亦同样如此;而这是因为诸感觉的主要器官和载体,即我所说的精气,乃是身体。然而理智由于是以无身体的方式进行思考,且在思考中不借助任何身体,因此它领会了较重大的可理知对象越多,便越能领会较微小的对象。此外,凡在作为基质的身体中拥有其存在的机能,都不能返归自身;因为机能所在的身体也将随之返归自身,然而没有任何身体能够与自身吻合,除了表面与表面相接外甚至不能与另一身体完全吻合。但理智自身返归自身并审视自身,探讨自身并发现自身;因此它在实体上与身体是可分离的。再者,没有任何事物会与自身或其自身的基质作战,但灵魂却与身体和诸情态作战:“忍耐吧,我的心。”没有任何事物会毁灭自身的基质,因为凡物皆渴望存在;但灵魂却以美德使身体消瘦萎缩。因此它并不在身体中拥有存在。而且如果当它处于对神圣事物的观照中时,有时会分离地活动,显而易见它也拥有可分离的实体。
- 1.156ἂν ὑποθώμεθα τὸν πρεσβύτην ὄμμα εἰληφότα οἷον τὸ τοῦ νέου, ἐνεργήσει ὁ πρεσβύτης ὥσπερ ὁ νέος
这是一个由 ἄν 加虚拟语气条件从句(ἂν ὑποθώμεθα)与将来时直陈语气主句(ἐνεργήσει)构成的未来现实条件句。动词 ὑποθώμεθα 支配“宾格加分词”结构(τὸν πρεσβύτην ... εἰληφότα)作为假设的间接陈述内容(“如果我们假设老人获得了……”)。
- 1.156οὐ τῷ τὴν ὀπτικὴν δύναμίν τι πεπονθέναι
带有定冠词的与格不定式短语“τῷ ... πεπονθέναι”与否定词 οὐ 连用,充当表原因的状语从句(“并非由于……遭受了什么”)。该不定式的逻辑主语是宾格的“τὴν ὀπτικὴν δύναμιν”,τι 则作其内在直接宾语(“某种情态/影响”)。
- 1.156συνεπιστραφήσεται γὰρ πρὸς ἑαυτὸ καὶ τὸ σῶμα ἐν ᾧ ἐστιν
主语为“τὸ σῶμα ἐν ᾧ ἐστιν”(其所在的身体),连词 καί 作副词修饰主语,表示递加(“身体也将随之……”)。动词 συνεπιστραφήσεται 中的前缀 σύν- 表明身体基质将伴随其内在机能的反观而一同返归自身。
