- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:160.2-160.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论证了亚里士多德所论述的乃是人类理智,并阐释了亚历山大关于前文运动论述与理智不朽论述之间连贯性的难题及其解答。
τί τούτου σαφέστερον ὡς περὶ τοῦ ἡμετέρου νοῦ ὁ λόγος; προελθὼν δ’ ὀλίγον τὸ τοῦ νοῦ ὄνομα εἰς τὸ τῆς ψυχῆς μεταλαμβάνει. ‘ὥστε τὸ γῆρας’, φησίν, ‘οὐ τῷ τὴν ψυχὴν πεπονθέναι τι, ἀλλ’ ἐν ᾧ,1 καθάπερ ἐν μέθαις καὶ νόσοις.’ σαφῶς ἄρα συκοφαντοῦσιν ὅσοι τὸν Ἀριστοτέλην θνητὴν λέγειν τὴν λογικὴν ψυχὴν ὑπονοοῦσι. ζητεῖ δὲ καλῶς ἐνταῦθα γενόμενος αὐτὸς ὁ Ἀλέξανδρος, πῶς συνᾴδει ταῦτα τοῖς προειρημένοις. ὁ λόγος γὰρ ἦν ἐν τοῖς ἔμπροσθεν περὶ τοῦ εἰ δεῖ καλεῖν κινήσεις τὰς ἐνεργείας τῆς ψυχῆς, θυμὸν καὶ φόβον καὶ τὰ σύστοιχα τούτοις, οὐ περὶ τοῦ πότερον ἄφθαρτά ἐστιν ἢ φθαρτά. πῶς οὖν ὡς περὶ ἐκείνων τοῦτο ζητήσας ἐπάγει καὶ περὶ τοῦ νοῦ ὅτι ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα καὶ οὐ φθείρεσθαι; ἐπιλύεται δὲ καλῶς τὴν ἀπορίαν· φησὶ γὰρ ὅτι δυνάμει καὶ περὶ ἐκείνων ἔδειξεν ὅτι φθαρτά ἐστι, δείξας ὅτι αἱ δοκοῦσαι αὐτῶν εἶναι ἐνέργειαι οἰκεῖαι τοῦ συναμφοτέρου εἰσὶ τῇ ψυχῇ, ὥσπερ τὸ ὑφαίνειν τοῦ συναμφοτέρου τῷ σώματι. δυνάμει οὖν δεδειχὼς εἴη2 ὅτι φθαρταί εἰσι· προείληπται γὰρ ἐν τοῖς ἐπάνω ὅτι εἰ μὲν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχεται αὐτὴν εἶναι χωριστήν, εἰ δὲ μή, οὔ. ἐπεὶ οὖν οὐδεμίαν ἔχουσιν αἱ δυνάμεις ἐκεῖναι ἐνέργειαν χωριστὴν σώματος, εἰκότως ἀχώριστοι ἔσονται τοῦ σώματος. ὡς τούτου οὖν δεδειγμένου εἰκότως ζητεῖ περὶ τοῦ νοῦ, πῶς ἔχει. φησὶν οὖν ὅτι ἔοικεν ὁ νοῦς οὐχ οὕτως ἔχειν, ἀλλ’ οὐσία τις εἶναι καὶ ἐγγίνεσθαι καὶ οὐ φθείρεσθαι. καὶ σκόπει τὴν λέξιν. εἰπὼν γὰρ ἔοικεν ἐγγίνεσθαι μάλιστα μὲν ἐσήμανεν οὐκ ἐκ τοῦ σώματος ἢ τῆς πρὸς τοῦτο τῆς ψυχῆς συμπλοκῆς αὐτὸν ἀναβλαστάνειν, ἀλλὰ θύραθεν ἐπεισιέναι, ὡς ἐν τοῖς ἑξῆς φησιν· ἔπειτα ἐπεὶ δοκεῖ καὶ τὰ συμβεβηκότα ἐγγίνεσθαι τῷ σώματι, εἰ καὶ μὴ ἔξωθεν, προσέθηκεν τὸ οὐσία τις οὖσα. ἀλλ’ ἐπεὶ καὶ τὰ εἴδη ἐγγίνονται τῇ ὕλῃ καὶ οὐσίαι εἰσίν, φθαρτὰ μέντοι, προσέθηκεν τὸ καὶ οὐ φθείρεσθαι. εἶτα καὶ τὴν τούτου πίστιν ἐντρεχέστατα προσέθηκε· μάλιστα γὰρ ἂν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως. εἰ γὰρ ἀχώριστος ἦν τοῦ σώματος, ἔδει συνακμάζειν τε καὶ συμφθίνειν αὐτῷ, εἴ γε ἐν αὐτῷ τὴν ὑπόστασιν εἶχε· τοιαῦτα γοῦν θυμὸς καὶ ἐπιθυμία καὶ τὰ ἐκ τούτων. ὁ δὲ νοῦς ὑπεναντίως ἔχει· ἀκμάζοντος μὲν τοῦ σώματος ἀμυδρός ἐστιν, ἴσως δὲ οὐδὲ ἔστι, γηράσκοντος δὲ αὔξεται. ‘φρόνησιν γάρ, φησὶν ὁ Πλάτων, καὶ ἀληθεῖς δόξας βεβαίους ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας παραγένηται.’3
有什么能比这更清楚地表明该论述是关于我们的理智呢?稍向前行,他便将“理智”之名置换为“灵魂”之名。“因此年老”,他说,“并非由于灵魂遭受了某种情态,而是由于其所在之物[身体遭受了某种情态],正如在醉酒与疾病中那样。”由此显然可见,凡是揣测亚里士多德主张理性灵魂会消亡的人,都是在进行诬蔑。 而当亚历山大自己行文至此,也合情合理地探究这些说法如何与前面所言相协调。因为此前的论述是关于是否应当将灵魂的现实活动——怒气、恐惧及与它们并列者——称为运动,而不是关于它们是不朽的还是可消灭的。那么,他怎能在仿佛针对那些活动探究了这个问题之后,又引入关于理智的论断:“然而理智似乎是作为某种实体而生成的,且不会消灭”呢? 但他对该难题作了出色的解答。因为他说,[亚里士多德]通过表明它们那些看似专属的活动其实相对于灵魂而言属于复合体(正如纺织相对于身体而言属于复合体一样),实际上潜在地表明了它们是可消灭的。因此他潜在地已经表明了它们是可消灭的;因为前面已经预先确立:如果灵魂的某种活动或情态有其独特性,它便可能是可分离的;如果不是,则不能分离。既然那些机能完全没有脱离身体的活动,它们理所当然便与身体不可分离。因此,既然这一点已被表明,他合情合理地探求理智处于何种状态。 于是他说,理智似乎并非如此,而是某种实体,既是生成的,又不会消灭;请考察其措辞。因为在说“似乎是生成的”时,他首先表明理智并非萌发于身体或灵魂与身体的缠结,而是如他在后文中所说,“从外进入”;其次,既然偶性似乎也会生成于身体之中(即便不是从外部生成),他便加上了“作为某种实体”;但既然形式也会生成于质料之中且是实体,然而却是可消灭的,他又加上了“且不会消灭”。随后他又极为敏锐地加上了此点的明证:“因为假若消灭,它最应当因年老时的衰退而消灭。”因为如果它与身体不可分离,倘若它确实在身体中拥有自存,它就应当与身体同达全盛并同归衰亡;怒气、欲望以及源于它们者至少便是如此。而理智的情形则截然相反:当身体处于鼎盛时,它是模糊微弱的,甚至或许根本不存在,但随着身体变老,它却在增长。“因为明智与坚固的真信念”,柏拉图说,“无论对谁而言,即便迟至垂暮之年方才临到,也值得庆幸。”
- 1.155οὐ τῷ τὴν ψυχὴν πεπονθέναι τι, ἀλλ’ ἐν ᾧ
引自亚里士多德《论灵魂》408b22–24。与表示原因的带定冠词与格不定词短语 οὐ τῷ τὴν ψυχὴν πεπονθέναι τι 相对,后文的 ἀλλ’ ἐν ᾧ 是一省略结构,承接前面的与格原因补足为 ἀλλὰ τῷ ἐν ᾧ [ἐστιν ἡ ψυχή, τοῦτο πεπονθέναι τι](“而是因灵魂所在之物[即身体]遭受了某种情态”)。
- 1.155δυνάμει οὖν δεδειχὼς εἴη
由完成时分词 δεδειχώς 与祈愿语气 εἴη 构成的迂回完成时祈愿语气,表达亚历山大所作出的推论性归结(“因此他应当是潜在地表明了……”)。
- 1.155ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας παραγένηται
引自柏拉图《法篇》653a。在表语形容词 ἀγαπητόν 之后省略了系词 ἐστί,关系代词与格 ὅτῳ 作为利益与格(“对……之人而言是值得庆幸的”)。紧缩词 κἄν 带有让步意味(“哪怕 / 即使迟至垂暮之年”),修饰并强调介词短语 εἰς βαθὺ γῆρας。
