← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§159.1-160.2

理智的不朽性与可分离理性灵魂的论证

针对亚里士多德将理智与身心复合体区分开并主张其不朽的文本(408b18),菲洛波庞斯批判了阿佛洛狄西亚的亚历山大将其归结为神圣理智的看法,论证此处所指为人类可分离的理性灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.155#1

" Ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα,1 καὶ οὐ φθείρεσθαι· μάλιστα γὰρ ἂν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως." Δείξας ὅτι οὐ κινεῖται καθ’ αὑτὴν ἡ ψυχὴ κατὰ τόπον, εἶτα ζητήσας ὅτι μάλιστ’ ἂν δόξειαν αἱ ἀλλοιωτικαὶ κινήσεις τῆς ψυχῆς εἶναι,2 θυμὸς καὶ ἐπιθυμία καὶ φόβος καὶ τὰ ὅμοια, εἶτα δείξας ὅτι κἂν συγχωρηθεῖεν εἶναι κινήσεις αὗται, τοῦ συναμφοτέρου εἰσὶ καὶ οὐ τῆς ψυχῆς, ἀκολούθως μετάγει τὸν λόγον καὶ ἐπὶ τὸν νοῦν, καὶ ἄντικρυς ἀθάνατον αὐτόν φησιν εἶναι. διὸ καὶ ὁ Ἀλέξανδρος ἀντιβλέψαι μὴ δυνάμενος πρὸς τὰ προφανῶς ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα, ὁμολογεῖ μὲν ἑκὼν καὶ ἄκων τὸν νοῦν ἀθάνατον εἶναι, ἐπειδὴ μὴ εὗρεν ἄλλην ἐξήγησιν τῷ ῥητῷ ἁρμόζουσαν σύμφωνον τῷ ἑαυτοῦ σκοπῷ, πολλαχοῦ μέντοι μετ’ ἐνδοιασμοῦ τινος τὸν λόγον ποιεῖται. καὶ ἐνταῦθα μὲν ὁμολογεῖ ἀθάνατον εἶναι λέγειν τὸν νοῦν τὸν Ἀριστοτέλη,3 βραχὺ δὲ προελθὼν ἔτι τῆς συνεχείας οὔσης τοῦ λόγου ἐντυγχάνων τῷ ῥητῷ τῷ λέγοντι ‘ὁ δὲ νοῦς ἴσως θεῖόν τε καὶ ἀπαθές ἐστι’, περὶ τοῦ θείου φησὶ νοῦ τὸν λόγον εἶναι. καίτοι εἰ περὶ ἐκείνου ἔλεγε, διὰ τί προσέθηκε τὸ ἴσως; εἰσόμεθα δὲ ἀκριβέστερον ἐκεῖσε ἐλθόντες. ἔγραψε δὲ καὶ Περὶ ψυχῆς ἴδιον βιβλίον ὁ αὐτὸς οὗτος Ἀλέξανδρος, ἐν ᾧ φησιν ὅτι δύο τούτων ὄντων ἐν τοῖς οὖσιν, ὕλης καὶ εἴδους, ἕκαστον κατὰ τὸ ἑαυτοῦ εἶδος χαρακτηρίζεται· ἡ γὰρ ὕλη κοινῶς ὑπέστρωται πᾶσιν. οὐκοῦν καὶ ὁ ἄνθρωπος κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται, τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή. ἀλλὰ μὴν ἕκαστον τῶν εἰδῶν φθαρτόν ἐστι καὶ ἀχώριστον τῆς ὕλης· καὶ ἡ λογικὴ ἄρα ψυχή. ἀλλά φαμεν ὅτι τῶν εἰδῶν τὰ μέν ἐστιν ἀχώριστα τῆς ὕλης, τὰ δὲ χωριστά· χωριστὸν δὲ καὶ ἡ λογικὴ ψυχή. διόπερ καὶ ὁ Ἀριστοτέλης ὁρισάμενος τὴν ψυχήν, καίτοι οὐκ ἰδίᾳ τὴν λογικὴν ἀλλ’ ἁπλῶς πᾶσαν, εἰπὼν ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, προστίθησιν ‘ἄδηλον δὲ πῶς ἐντελέχεια, πότερον ὡς ἀχώριστος ἢ ὡς πλωτὴρ πλοίου’. οἶδεν ἄρα καὶ εἶδος χωριστόν. ὅτι δὲ καὶ ἐνταῦθα σαφῶς περὶ τοῦ ἀνθρωπίνου νοῦ διαλέγεται, σκόπει ἐκ τῆς λέξεως. ὁ δὲ νοῦς, φησίν, ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα καὶ οὐ φθείρεσθαι. καίτοι τίς ἂν τὸν θεῖον νοῦν οὐσιωδῶς ἐν ἡμῖν ἐγγίνεσθαι ὑπονοήσειε; τίς δ’ ἂν φθαρτὸν εἶναι τὸν θεῖον νοῦν τοπάσειεν; ἔοικε γάρ, φησίν, οὐ φθείρεσθαι. εἶτα καὶ τὸ ἐναργέστερον· μάλιστα γὰρ ἂν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως.

“然而理智似乎是作为某种实体而生成的,且不会消灭;因为假若消灭,它最应当因年老时的衰退而消灭。” 在表明了灵魂依其自身并不在位置上被运动之后,接着探讨了变质运动——怒气、欲望、恐惧及类似者——或许最应当看似属于灵魂,继而表明即使承认这些是运动,它们也属于复合体而非灵魂之后,他便顺理成章地将论述转移至理智,并断然宣称理智是不朽的。因此,亚历山大由于无法正视亚里士多德所显明阐述的内容,在未能找到与自己的意图相符且适用于该文句的其他解释的情况下,尽管半推半就,也承认理智是不朽的;然而他在许多地方都带着某种疑虑进行论述。在此处,他固然承认亚里士多德说理智是不朽的,但稍向前行,在文义尚保持连贯之际遇到“然而理智或许是某种神圣且无受之物”这句文句时,他却声称该论述是关于神圣理智的。然而,如果亚里士多德谈论的是神圣理智,为何又加上了“或许”呢?关于这一点,我们在行文至彼处时会有更确切的了解。这位亚历山大自己也撰写了一部专著《论灵魂》,他在其中声称,在存在物中存在着这两者即质料与形式时,每一事物都是依其自身的形式被表征的;因为质料共同地作为一切事物的底层。因此人也是依其自身的形式被表征的,而这便是理性灵魂。然而,诸形式中的每一个都是可消灭的且不可与质料相分离;因而理性灵魂也是如此。但我们主张,在诸形式中,有些与质料不可分离,有些则是可分离的;理性灵魂也是可分离的。正因如此,亚里士多德在给灵魂下定义时——尽管不是特指理性灵魂,而是笼统指一切灵魂——在说灵魂是潜在具有生命的自然有机身体的隐德来希之后,补充道:“但究竟以何种方式作为隐德来希,是作为不可分离者,还是作为船上的水手,尚不明确。”由此可见,他也知道存在着可分离的形式。至于他在此处也是明确地在论述人类理智,可从文辞上加以考察。“然而理智,”他说,“似乎是作为某种实体而生成的,且不会消灭。”然而,谁会设想神圣理智在实体上生成于我们之中呢?又有谁会揣测神圣理智是可消灭的呢?因为他说,“它似乎不会消灭”。接着还有更为显然的佐证:“因为假若消灭,它最应当因年老时的衰退而消灭。”

语法注3 条
  1. 1.155οὐσία τις οὖσα

    主格分词 οὖσα 在性上依从了其谓词名词 οὐσία(阴性),而非该从句的语法主语 ὁ νοῦς(阳性),此为性的吸引(attractio generis)。句意实为“理智作为某种实体”。

  2. 1.155μάλιστ’ ἂν δόξειαν αἱ ἀλλοιωτικαὶ κινήσεις τῆς ψυχῆς εἶναι

    在由 ζητήσας 引导的 ὅτι 从句中,使用了带潜势 ἄν 的希求语气 δόξειαν。主语为 αἱ ἀλλοιωτικαὶ κινήσεις,属格 τῆς ψυχῆς 则与不定式 εἶναι 结合,充当表示所有或归属的表语属格(“属于灵魂”)。

  3. 1.155ὁμολογεῖ ἀθάνατον εἶναι λέγειν τὸν νοῦν τὸν Ἀριστοτέλη

    这是由动词 ὁμολογεῖ 所支配的补充不定式 λέγειν 构成的双重宾格结构。带冠词的 τὸν Ἀριστοτέλη 是不定式 λέγειν 的逻辑主语(“亚里士多德说”),而同为宾格的 τὸν νοῦν 则既是 λέγειν 的宾语,也是表语不定式短语 ἀθάνατον εἶναι 的主语(“理智是不朽的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:159.1-160.2