← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§14.27-16.14

理性灵魂的非物体性与实体的可分离性

菲洛波诺斯基于自我认识以及独立于身体衰亡等特征论证了理性灵魂的非物体性,进而引入了亚里士多德关于现实活动与实体的可分离性的两条准则,论证由于理性灵魂拥有脱离身体的活动,其实体亦必然是相脱离且永恒的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#9

εἰ τοίνυν αἱ καταδεέστεραι τῶν ψυχικῶν δυνάμεων ἀσώματοι, πολλῷ μᾶλλον ἡ λογικὴ κρείττων οὖσα πολλῷ. ὅτι γὰρ καὶ αὕτη ἀσώματος, δέδεικται μὲν καὶ διὰ τῶν κοινῶν λόγων, λέγομεν δὲ καὶ ἰδίᾳ ἐπὶ αὐτῆς οὕτως· οὐδὲν τῶν σωμάτων αὐτὸ ἑαυτὸ γινώσκει οὐδὲ πρὸς ἑαυτὸ ἐπιστρέφεται· οὐ γὰρ οἶδεν ἑαυτὴν ἡ χεὶρ ἢ ἄλλο τι τῶν σωμάτων. ἀλλ’ οὐδ’ αἱ ἄλογοι δυνάμεις, καίτοι ἀσώματοι οὖσαι ἑαυτὰς ἴσασιν· οὐ γὰρ οἶδεν ἑαυτὴν ἡ ὄψις ἢ ἡ ἀκοὴ ἢ ἁπλῶς ἡ αἴσθησις οὐδὲ ζητεῖ ποίας ἐστὶ φύσεως, ἀλλ’ ὁ λόγος ἐστὶν ὁ περὶ αὐτῶν ζητῶν. ἡ μέντοι ψυχὴ ἡ λογικὴ αὐτὴ ἑαυτὴν γινώσκει· αὐτὴ γοῦν ἐστιν ἡ ζητοῦσα, αὐτὴ ἡ ζητουμένη, αὐτὴ ἡ εὑρίσκουσα, αὐτὴ ἡ εὑρισκομένη, ἡ γινώσκουσα καὶ γινωσκομένη· ἀσώματος ἄρα ἐναργῶς ἀποδέδεικται. ἔτι αἱ ἐν ὑποκειμένῳ τῷ σώματι δυνάμεις συνακμάζουσί τε τῷ σώματι καὶ συναμαυροῦνται· τοιαῦται γοῦν αἴσθησις θυμὸς ἐπιθυμία· ἡ δὲ λογικὴ ψυχὴ τὸ ἐναντίον μαραινομένου τοῦ σώματος αὐτὴ ἀκμάζει· οὐκ ἄρα ἐν ὑποκειμένῳ τῷ σώματί ἐστιν. ἔτι οὐδὲν τὸ ἑαυτοῦ σπουδάζει φθεῖραι ὑποκείμενον· πάντα γὰρ τοῦ εἶναι ἐφίεται· ἡ δὲ λογικὴ ψυχὴ καταφρονεῖ τοῦ σώματος, τοῖς τε δι’ ἀρετὴν πόνοις αὐτὸ δαμάζουσα καὶ τὸ σύνολον πολλάκις προϊεμένη·1 οὐκ ἄρα ἐν ὑποκειμένῳ σώματι τὸ εἶναι ἔχει. οὕτω μὲν οὖν οὐδεμία ψυχικὴ δύναμις σῶμα οὖσα δέδεικται. Ἐπὶ τούτοις δεῖ δεῖξαι, ὅτι ἡ μὲν λογικὴ ψυχὴ ἐξῃρημένην ἔχει τὴν οὐσίαν παντὸς σώματος, αἱ δὲ λοιπαὶ ἐν σώματι τὸ εἶναι ἔχουσι· καὶ ἡ μὲν ἐν τῷ πνεύματι ἡ ἄλογος, ἡ δὲ φυτικὴ ἐν τούτῳ.2 ἵνα οὖν ταῦτα δείξωμεν, προλάβωμεν τέως ἐκεῖνο. κανόνα τινὰ παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης ἐν τῷ προοιμίῳ τοῦ προκειμένου βιβλίου κοινῶς πᾶσι τοῖς φιλοσόφοις ἀρέσαντα, καὶ τοῖς θνητὴν εἶναι τὴν ψυχὴν ὑπολαβοῦσι καὶ τοῖς ἀθάνατον. ἔστιν δ’ ὁ κανὼν οὗτος· δεῖ, φησίν, ἐκ τῶν ἐνεργειῶν τὰς οὐσίας κρίνειν, ἐπειδὴ καὶ ἑκάστη οὐσία σύστοιχον ἔχει τὴν ἐνέργειαν. πᾶσα οὖν, φησίν, οὐσία μηδεμίαν ἔχουσα ἐνέργειαν χωριστὴν σώματος, ἐξ ἀνάγκης οὐδὲ τὴν οὐσίαν ἕξει χωριστὴν σώματος· εἰ γὰρ χωριστὴν ἔχουσα τὴν οὐσίαν μηδεμίαν ἐνέργειαν ἔχοι χωρὶς σώματος, ἐπειδὰν χωρισθῇ σώματος, οὐχ ἕξει περὶ τί ἐνεργήσει·3 ὥστε μάτην ἔσται. οὐδὲν δὲ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔτε ἡ φύσις. οὐκ ἄρα δυνατὸν τὴν χωριστὴν οὐσίαν μηδεμίαν ἔχειν ἐνέργειαν χωρὶς σώματος. πάλιν ἕτερος κανὼν οὗτος· πᾶσα οὐσία ἔχουσα ἐνέργειαν χωριστὴν σώματος ἐξ ἀνάγκης καὶ αὐτὴ χωριστὴ ἔσται σώματος· εἰ δὲ μὴ εἴη χωριστή, συμβήσεται τὸ αἰτιατὸν τοῦ αἰτίου κρεῖττον εἶναι καὶ τοῦ κρείττονος τὸ καταδεέστερον κρεῖττον, ὅπερ ἄτοπον· δεῖ γὰρ ἀεὶ τὸ αἴτιον κρεῖττον εἶναι τοῦ αἰτιατοῦ καὶ τὸ τῇ φύσει πρότερον τοῦ μετ’ αὐτό· κρεῖττον δὲ τὸ τῇ φύσει πρότερον. πῶς οὖν τοῦτο οὕτως ἔχει; ἴσμεν ὅτι πᾶσα ἐνέργεια ἐκ δυνάμεως, πᾶσα δὲ δύναμις ἐξ οὐσίας· οὐκοῦν τρίτην τάξιν ἔχει ἀπὸ τῆς οὐσίας ἡ ἐνέργεια. εἰ τοίνυν ἡ μὲν οὐσία ἀχώριστος ᾖ σώματος, ἡ δὲ ἐνέργεια χωριστή, κρεῖττον δὲ τοῦ ἀχωρίστου τὸ χωριστόν, κρείττων ἄρα ἡ ἐνέργεια τῆς οὐσίας, ταὐτὸν δὲ εἰπεῖν τὸ αἰτιατὸν τοῦ αἰτίου καὶ τοῦ φύσει προτέρου τὸ δεύτερον, μᾶλλον δὲ τρίτον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα ἐνέργειαν χωριστὴν σώματος μὴ ἀπ’ οὐσίας προέρχεσθαι καὶ αὐτῆς χωριστῆς. οὗτοι μὲν οὖν οἱ Ἀριστοτελικοὶ κανόνες. χρησιμεύσει οὖν ἡμῖν ὁ μὲν ὕστερος εἰς τὸν περὶ τῆς λογικῆς ψυχῆς λόγον, ὁ δὲ πρότερος εἰς τὸν περὶ τῶν λοιπῶν. εἴπωμεν οὖν τέως περὶ τῆς λογικῆς. εἰ μηδεμία ἀχώριστος σώματος οὐσία ἔχει χωριστὴν τὴν ἐνέργειαν, δείξομεν δὲ ἐπὶ τῆς ψυχῆς χωριστὴν ἐνέργειαν σώματος, πᾶσα ἀνάγκη καὶ αὐτὴν χωριστὴν εἶναι. ὅταν τοίνυν σκοπῇ περὶ τῶν νοητῶν ἡ ψυχὴ καὶ τὰς περὶ τοῦ θεοῦ ἐννοίας προχειρίζηται, δῆλον ὅτι χωριστὴν παντὸς σώματος ἔχει τὴν τοιαύτην ἐνέργειαν. ὁμοίως καὶ ὅταν ἑαυτὴν ζητῇ· οὐδαμοῦ γὰρ ἐν τούτοις οὔτε συνεργῷ χρῆται τῷ σώματι οὔτε αὐτὴ περὶ σῶμα ἐνεργεῖ, ὥστε πάντῃ κεχώρισται σώματος ἡ τοιαύτη ἐνέργεια, καὶ αὐτῆς δὲ τῆς φαντασίας. εἰ δὲ ἡ ἐνέργεια χωριστή, ἐξ ἀνάγκης καὶ ἡ οὐσία αὐτῆς χωριστὴ ἔσται· εἰ δὲ χωριστὴ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην καὶ ἀίδιος· τοῦτο γὰρ κοινῶς πάντες ὁμολογοῦσιν ὅτι πᾶσα χωριστὴ σωμάτων οὐσία καὶ ἀίδιός ἐστι. σκόπει γάρ, εἰ χωριστὴ οὖσα μὴ ἔστιν ἀίδιος, ἀλλὰ γενητὴ καὶ φθαρτή, πρὶν γενέσθαι ἢ ἠδύνατο γενέσθαι ἢ οὐκ ἠδύνατο.

因此,如果灵魂诸能力中较低下的那些是非物体的,那么远为优越的理性[灵魂]就更是如此。因为这也是非物体的这一点,通过普遍的论证已经得到证明,但关于它我们也可以特别地这样说:诸身体中没有任何一个认识自身,也不向自身回转;因为手或诸身体中的任何其他部分都不认识自身。但甚至无理性的能力尽管是非物体的,也不认识自身;因为视觉或听觉,或一般而言,感觉并不认识自身,也不探讨自己具有何种本性,而是理性在探讨关于它们的事情。然而理性灵魂却认识自身;无论如何,探讨者是它自身,被探讨者是它自身,发现者是它自身,被发现者是它自身,认识者与被认识者都是它自身;因此它被清楚地证明是非物体的。再者,存在于作为载体的身体中的诸能力,与身体一同兴盛,也与身体一同衰竭;感觉、激气、欲望便是如此;但理性灵魂相反,当身体枯萎时它自身却正值全盛;因此它并不存在于作为载体的身体中。此外,没有任何事物致力于毁灭自身的载体;因为一切事物都渴望存在;但理性灵魂蔑视身体,以为了德性的劳苦降伏身体,并常常将[其生命]整体完全舍弃;因此它并不在作为载体的身体中拥有其存在。这样,便证明了没有任何灵魂能力是身体。 在此之上必须证明的是:理性灵魂拥有超越于一切身体的实体,而其余的则在身体中拥有其存在——无理性的存在于精气中,植物性的则存在于这[肉体]中。为了证明这些,我们暂且预先设定这一点。亚里士多德在当前这部著作的序论中向我们传授了一条准则,这条准则为所有哲学家所共同赞同,无论对于认为灵魂是可朽的人还是认为灵魂是不朽的人皆是如此。这准则如下:他说必须从现实活动来判定实体,因为每个实体都拥有与其相配的现实活动。因此他说,凡没有任何与身体相分离之现实活动的实体,必然也不拥有与身体相分离的实体;因为如果它拥有相分离的实体,却没有离开身体的任何现实活动,那么一旦它与身体相脱离,它将没有可以借以活动的对象;从而它将归于徒然。但神和自然都不做任何徒然之事。因此,相分离的实体不可能没有任何离开身体的现实活动。另一个准则又是这样的:凡拥有与身体相分离之现实活动的实体,必然其自身也与身体相分离;而若它不是相分离的,就会导致结果优于原因,较低下的优于较优越的,这是荒谬的;因为原因必须始终优于结果,在本性上在先者必须优于在它之后的;而本性上在先者是更优越的。那么这又是如何成立的呢?我们知道,一切现实活动都出自潜能,一切潜能都出自实体;因此现实活动从实体算起处于第三序列。因此,如果实体不可脱离身体,而现实活动却是脱离的,并且脱离者优于不可脱离者,那么现实活动便优于实体,换言之,结果优于原因,本性上居次——或者毋宁说居第三——者优于本性上在先者,这是荒谬的。因此,与身体相分离的现实活动不可能不出自其自身亦相分离的实体。这些便是亚里士多德式的准则。 因此,后一条准则对我们讨论理性灵魂有用,前一条则对讨论其余能力有用。那么我们暂且先讨论理性灵魂。如果没有任何不可脱离身体的实体拥有相脱离的现实活动,而我们又在灵魂中证明了脱离身体的现实活动,那么它自身也是相分离的,这完全是必然的。因此,当灵魂审视可思的对象,并展开关于神的观念时,显然它拥有脱离一切身体的这种现实活动。同样,当它探讨自身时也是如此;因为在这些活动中,它在任何地方既不将身体用作合作者,自身也不针对身体而活动,以至于这种现实活动完全脱离了身体,甚至脱离了想象力本身。而如果现实活动是相脱离的,必然其实体也将是相脱离的;如果其实体是相脱离的,依据完全的必然性它也是永恒的;因为大家共同一致承认的是:一切脱离身体的实体也是永恒的。试想:如果它是相脱离的却不是永恒的,而是生成的和可毁灭的,那么在生成之前,它是能够生成呢,还是不能生成呢?

语法注3 条
  1. 1.0τὸ σύνολον πολλάκις προϊεμένη

    短语 τὸ σύνολον 既可作副词解为“完全地/彻底地”,亦可作名词性的直接宾语指代“复合体(或整个生命)”。在因追求德性而克制身体的语境中,指完全舍弃身体或生命整体。

  2. 1.0ἐν τούτῳ

    与前面的 ἐν τῷ πνεύματι(“在精气中”)相对照,指示代词 τούτῳ 指代眼前的粗重肉体。在注疏传统中,无理性灵魂所依托的精气载体与植物性灵魂所在的可见肉体被明确区分开来。

  3. 1.0οὐχ ἕξει περὶ τί ἐνεργήσει

    主动词 οὐχ ἕξει(“将不具有”)带有间接疑问从句 περὶ τί ἐνεργήσει(“关于什么进行活动/将要关于什么活动”)作为宾语补足结构。未来时直陈语气 ἐνεργήσει 在此处表达活动对象或活动领域的缺失。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:14.27-16.14