← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§157.23-158.34

感觉与回忆中灵魂与身体的运动方向

围绕亚里士多德在408b15中“运动并非在灵魂中,而是有时达到灵魂为止,有时从灵魂开始”的表述,说明了感觉是从身体器官向灵魂(精气)传递的过程,而回忆则是从灵魂(精气中的心像)向身体器官逆向传递的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.154

" Τοῦτο δ’ οὐχ ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης, ἀλλ’ ὁτὲ μὲν μέχρις ἐκείνης, ὁτὲ δὲ ἀπ’ ἐκείνης." Ἐπειδὴ εἶπεν ὅτι δεῖ λέγειν τὸν ἄνθρωπον τῇ ψυχῇ κινεῖσθαι, οὐχ οὕτω, φησίν, εἶπον ὡς ἐν αὐτῇ καθ’ αὑτὴν οὔσης τῆς κινήσεως, ἀλλ’ ὅτι ποτὲ μὲν μέχρις ἐκείνης γίνεται ἡ κίνησις ἀρξαμένη ἀπὸ τοῦ σώματος, ὥσπερ ἔχει ἐπὶ τῆς αἰσθήσεως. ἀπὸ γὰρ τῶν αἰσθητῶν ἡ ἀρχὴ γίνεται ἐπὶ τὰ αἰσθητήρια, εἶτα τούτων διακρινομένων ἢ συγκρινομένων καὶ τοιοῦτό τι πάθος ἐκ τῶν αἰσθητῶν πασχόντων ἐπὶ τὴν δύναμιν τὸ πάθος διαβαίνει, καὶ οὕτως ἐπὶ αὐτὴν τὴν ψυχήν, ἣ καὶ γινώσκει καὶ κρίνει τὸ πάθος. γίνεται δέ τις κίνησις τοιαύτη καὶ περὶ τὰ ἄψυχα· τὰ γοῦν λεῖα τῶν σωμάτων καὶ ἐπ’ εὐθείας τισὶ κείμενα ἐλλάμπεται ὑπὸ τῶν ἐν τοῖς ὁρατοῖς χρωμάτων, ὡς τὰ κάτοπτρα, ἀλλ’ οὐκ αἰσθάνεται, ὅτι μὴ ἔχει ἐν αὐτοῖς ψυχὴν τὸ πάθος κρίνουσαν. αἰσθάνεται δὲ ὅσα ἔχει ψυχήν, ἐφ’ ἣν τὸ ἐν αὐτοῖς γινόμενον πάθος ἀναπέμπεται. τῷ οὖν μέχρις ἐκείνης τὸ πάθος διαδίδοσθαι ἐπὶ τῶν αἰσθήσεων λεγόμεθα τῇ ψυχῇ κινεῖσθαι,1 ὅτι διά τε τὴν ψυχὴν τὸ ζῷον αἰσθάνεται καὶ μέχρις αὐτῆς διαβαίνει τὸ πάθος. ἡ μέντοι ἀνάμνησις ἀρξαμένη ἀπὸ τῆς ψυχῆς διαβαίνει καὶ ἐπὶ τὸ ἐζωωμένον σῶμα. ἀναμνησθέντες γὰρ φοβεροῦ τινος ἡμῖν γενομένου ὠχριάσαμεν πολλάκις καὶ τοῦ πλοῦ ἀναμνησθέντες ἐναυτιάσαμεν. πῶς δὲ λέγομεν ἀπὸ τῆς ψυχῆς ἄρξασθαι τὴν κίνησιν ἐπὶ τῆς ἀναμνήσεως; οὐχ ὡς ἐκείνης αὐτῆς καθ’ αὑτὴν ἀναμιμνησκομένης, ἀλλ’ ὥσπερ ἐπὶ τῶν αἰσθήσεων εἴπομεν ὅτι ἀρξαμένη ἡ κίνησις ἐκ τῶν αἰσθητῶν διέβη μέχρις ἐκείνου, ἐν ᾧ ἡ κριτικὴ καὶ αἰσθητικὴ δύναμις, τοῦτο δέ ἐστι τὸ πνεῦμα, οὕτω καὶ ἐπὶ τῆς ἀναμνήσεως λέγομεν ὅτι ἀπὸ τοῦ πνεύματος, ἐν ᾧ ἡ ψυχή, ἡ ἀρχὴ τῆς κατὰ τὴν ἀνάμνησιν κινήσεως γέγονεν ἀνάπαλιν ἢ ἐπὶ τῆς αἰσθήσεως· εἰς ὃ γὰρ τελευτᾷ ἡ αἴσθησις, ἐκεῖθεν ἡ ἀρχὴ τῆς ἀναμνήσεως. ἡ γὰρ ἀνάμνησις φαντάσματός ἐστιν εὕρεσις, ὁπότε ἐγένετο ἐν τῷ πνεύματι· ἐν τούτῳ γὰρ ἐγγίνεται τὰ φαντάσματα, ἐν ᾧ καὶ ἡ αἰσθητικὴ ψυχὴ ἵδρυται. ἀπὸ τούτων οὖν τῶν ἐν τῷ πνεύματι, ἐν ᾧ ἐστιν ἡ ψυχή, ἐγκαταλειμμάτων, ἅπερ φαντάσματα καλοῦμεν, ἅπερ ἐγκαταλείμματα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις ἀντιλήψεων ἔσχεν, ἀπὸ τούτων ἡ ἀρχὴ τῶν κατὰ τὴν ἀνάμνησιν κινήσεων γίνεται. ἐπιβάλλουσα οὖν πάλιν τῷ φαντάσματι ᾧ πρὶν ἔσχε, τουτέστι τῷ ἐγγενομένῳ πρότερον ἐν τῷ πνεύματι τύπῳ, ἀναμιμνήσκεται2 καὶ δι’ οὗ αἰσθητηρίου ᾔσθετο αὐτοῦ, καὶ οὕτως συνδιατίθεται τῷ αἰσθητηρίῳ τὸ σῶμα. οἷον ἡ μὲν αἴσθησις ἀπὸ τωνδί. ὡς ἐπὶ παραδείγματος ὁ λόγος· ἀπὸ τωνδὶ οἷον τῶν αἰσθητῶν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως. ἡ δὲ ἀνάμνησις ἀπ’ ἐκείνης ἐπὶ τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς. τὸ ἢ μονὰς προσέθηκεν, ἐπειδὴ οὐχ ὥσπερ, ἡνίκα αἰσθανόμεθα, ἀνάγκη κινεῖσθαι τὰ αἰσθητήρια, εἶτα οὕτω τὸ πάθος ἐπὶ τὴν ψυχὴν διαβαίνειν, οὕτω καὶ ὅτε ἀναμιμνησκόμεθα, πάντως δεῖ κινηθῆναι τὸ αἰσθητήριον ἐκεῖνο δι’ οὗ τὸ πρὶν τὴν κίνησιν ταύτην ἔσχομεν, ἀλλὰ ποτὲ μὲν γίνεται τοῦτο ὡς ἐφ’ ὧν παρεθέμεθα παραδειγμάτων, ποτὲ δὲ οὔ· οὐ γὰρ πάντως συγκινηθήσεται τῇ ἀναμνήσει τὸ αἰσθητήριον, ἀλλὰ καὶ ἠρεμούντων αὐτῶν ἀναμιμνησκόμεθα, ἐννοήσαντες μόνον ὅτι διὰ τούτου τοῦ αἰσθητηρίου αὕτη ἡ ἀντίληψις ἡμῖν ἐγένετο.

“但这并非意味着运动在灵魂之中,而是有时达到灵魂为止,有时则从灵魂开始。” 既然他曾说应当说是人凭借灵魂被运动,他说,我并不是在运动依其自身存在于灵魂自身之中的意义上这样说的,而是因为运动有时从身体开始,直至达到灵魂为止,正如在感觉的情形中那样。因为起始是从感觉对象发生于感觉器官,接着随着这些器官被离散或聚合,并从感觉对象那里经受某种这样的情态,情态便传递至能力,并进而达到灵魂自身,而灵魂对该情态进行认知与判断。某种这样的运动也会在无灵魂之物上发生;至少光滑且位于某些事物正前方的物体会被可见物中的色彩所照亮,如同镜子一样,但它们并不感觉,因为它们内部没有判断该情态的灵魂。而一切拥有灵魂之物都会感觉,它们之中发生的情态被传递至灵魂。因此,在感觉的情形中,由于情态一直传达到灵魂为止,我们才被称为凭借灵魂被运动,因为动物是由于灵魂而感觉,且情态一直传递到灵魂为止。然而,回忆从灵魂开始,甚至也传递到赋有生命的身体上。因为当回忆起发生在我们身上的某种可怕之事时,我们常常面色苍白;回忆起航海时,我们常常感到恶心晕船。但是,在回忆的情形中我们如何说是运动从灵魂开始的呢?并非因为灵魂依其自身在进行回忆,而是正如我们在感觉的情形中曾说,运动从感觉对象开始,一直传递到具有判断能力与感觉能力之物所在之处(这便是精气),在回忆的情形中我们也同样说,回忆的运动的起始是从灵魂所在的精气开始的,其方向与在感觉中恰恰相反;因为感觉终止于何处,回忆的起始便从何处而来。因为回忆是在心像出现于精气之中时的重新找寻;因为心像所产生的所在,正是感觉灵魂所栖居之处。因此,从精气之中的这些残留物开始——灵魂便处于该精气之中,我们称这些残留物为心像,是灵魂从依据诸感觉的感知中获得的残留物——,从这些残留物开始了依照回忆的诸运动。因此,灵魂再次投注于它之前所拥有的心像,即投注于先前产生在精气之中的印记,便也回忆起它当初是通过哪个感觉器官感知到它的,身体也就这样与感觉器官处于相同状态。“例如感觉从这些事物开始。”这是举例之辞:“从这些事物开始”,例如从感觉对象具有运动的起始。“而回忆则是从它[灵魂]开始,达到感觉器官中的运动或静止。”他之所以补充了“或静止”,是因为并非像我们在感觉时感觉器官必须被运动然后情态才如此传递至灵魂那样,在我们回忆时,当初我们经受这一运动时所通过的那个感觉器官也必须全然被运动;而是有时如同我们所举的例子那样发生,有时则不然。因为感觉器官绝非必须全然伴随回忆一起被运动,即使它们处于静止状态,我们仅凭意识到这一感知当初是通过这一感觉器官在我们身上产生的,也能进行回忆。

语法注2 条
  1. 1.154τῷ οὖν μέχρις ἐκείνης τὸ πάθος διαδίδοσθαι ἐπὶ τῶν αἰσθήσεων λεγόμεθα τῇ ψυχῇ κινεῖσθαι

    带冠词不定式短语 τῷ ... διαδίδοσθαι 是表原因的与格,从属于主句的主动词 λεγόμεθα(“我们被称为……”)。它交代了理由:“由于在感觉的情形中情态一直传递到灵魂为止,我们才被称为凭借灵魂被运动”。

  2. 1.154ἐπιβάλλουσα οὖν πάλιν τῷ φαντάσματι ᾧ πρὶν ἔσχε, τουτέστι τῷ ἐγγενομένῳ πρότερον ἐν τῷ πνεύματι τύπῳ, ἀναμιμνήσκεται

    阴性单数主格分词 ἐπιβάλλουσα 的逻辑主语是从前文承接而来的“灵魂(ἡ ψυχή)”。此外,关系代词 ᾧ 在句法上原本是动词 ἔσχε 的宾语(本应为宾格 ὅ),但被其先行词 τῷ φαντάσματι(与格)吸引为与格(关系词格的吸引)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:157.23-158.34