← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§156.1-157.22

诸情态与器官运动及灵魂的不可运动性

斐洛庞努斯分析了亚里士多德论证的句法结构(长篇插话与其结句)及其实质论点,即即使诸情态与思考包含运动,也不能证明灵魂自身在被运动,并讨论了这些活动与心脏和大脑的空间位移及质变之间的联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.152

" Τὸ δ’ οὐκ ἔστιν ἀναγκαῖον· εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, καὶ ἕκαστον κινεῖσθαί τι." Οὐκ ἔστι, φησίν, ἐκ τῶν εἰρημένων ἀναγκαῖον τὸ λέγειν κινεῖσθαι τὴν ψυχήν. πῶς δὲ οὐκ ἔστιν ἀναγκαῖον, κατασκευάζει διὰ τῶν ἑξῆς, διδοὺς κατὰ συγχώρησιν κινήσεις εἶναι τὰ εἰρημένα· τοῦτο γὰρ ἐμφαίνει διὰ τοῦ εἰ γὰρ καὶ ὅτι μάλιστα, ἀντὶ τοῦ εἰ καὶ τὰ μάλιστα συγχωρήσομεν, καὶ ἔτι ἀνωτέρω ἐν τῷ εἰπεῖν ‘ταῦτα δὲ πάντα κινήσεις εἶναι δοκοῦσιν’. ἔχει δὲ ἀσάφειαν τὸ ῥητόν, ὅτι τὴν ἀπόδοσιν τῆς διανοίας μακρὰν ἐποίησε χρησάμενος μεταξυλογίᾳ· ἡ γὰρ ἀπόδοσίς ἐστι τῶν εἰρημένων ἐν τῷ ‘τὸ δὲ λέγειν ὀργίζεσθαι αὐτήν’.1 ἔστι δὲ ὁ δέ ὡς πρὸς τὴν σύνταξιν περιττός· διὰ δὲ τὸ πολλῇ χρήσασθαι μεταξυλογίᾳ ἐπαναλαμβάνων τὸ νόημα ἐχρήσατο ἀρκτικῷ τῷ δέ συνδέσμῳ. ἔχει οὖν ἡ σύνταξις τῆς λέξεως οὕτως· εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι κινήσεις εἰσί, καὶ ἕκαστον κινεῖσθαί τι, τὸ λέγειν ὀργίζεσθαι αὐτὴν ὅμοιον, καὶ τὰ ἑξῆς. ὡς γὰρ τὸ ὑφαίνειν, φησίν, ἢ οἰκοδομεῖν οὐκ ἄν τις εἴποι ψυχῆς εἶναι, ἀλλὰ τοῦ ἀνθρώπου τῷ σώματι, οὕτω τὸ ἐλεεῖν, τὸ μανθάνειν, τὸ ὀργίζεσθαι καὶ τὰ ὅμοια τοῦ ἀνθρώπου εἰσὶ ἔργα τῇ ψυχῇ· ὥστε εἰ καὶ κινήσεις ταῦτα, οὐκ εἰσι τῆς ψυχῆς αὐτῆς καθ’ αὑτὴν κινήσεις, ἀλλὰ τοῦ συναμφοτέρου διὰ τῆς ψυχῆς· τὸ δὲ ζητούμενον, εἰ αὐτὴ καθ’ αὑτὴν ἡ ψυχὴ κινεῖται. αὕτη μὲν οὖν ἡ σύνταξις τοῦ ῥητοῦ· τὰ δὲ λοιπὰ ἐν μεταξυλογίᾳ εἴρηται. εἰπὼν γὰρ ὅτι εἰ καὶ τὸ λυπεῖσθαι καὶ χαίρειν καὶ τὰ τοιαῦτα κινήσεις εἰσί, πῶς εἰσι κινήσεις ἐπεξηγήσατο· τὸ γὰρ ὀργίζεσθαι, φησίν, ἢ φοβεῖσθαι καὶ τὰ τοιαῦτα κινήσεις εἰσὶν ὑπὸ τῆς ψυχῆς γινόμεναι. ὅτι δὲ κινήσεις εἰσί, προφανές· ἕκαστον γὰρ αὐτῶν γίνεται τῆς καρδίας τοιῶσδε κινουμένης. ἐν μὲν γὰρ τῇ ὀργῇ ζέει περικάρδιον αἷμα καὶ περὶ τὴν ἐπιφάνειαν γίνεται, ἐν δὲ τῷ φοβεῖσθαι ἐν τῷ βάθει συστέλλεται· καὶ αὐτὴ δὲ τοιῶσδε ἢ τοιῶσδε πάλλει. οὐ μόνον δὲ τὰ τοιαῦτα γίνονται ὑπὸ τῆς ψυχῆς κατά τινα κίνησιν, ἀλλὰ καὶ τὸ διανοεῖσθαι αὐτὸ οὐκ ἄνευ τοιαύτης τινὸς γίνεται κινήσεως, τοῦ ἐγκεφάλου ἤ τινος ἄλλου μορίου κίνησίν τινα ὑπομένοντος· ὅθεν καὶ τὰ πρόσωπα τῶν διανοουμένων ἀλλοιότερα γίνεται.

“但这并不是必然的;因为即使感到悲伤、欣喜或推论性思考极大地是运动,并且每一个都是某种被运动……” 他说,从所说的事情中得出必须主张灵魂被运动,这并不是必然的。至于这为何不是必然的,他在接下来的论述中予以确立,同时让步性地承认所说的事情是运动;因为他通过“因为即使……极大地”表明了这一点,意即“即使我们最大程度地承认”,并且在更早的“这一切似乎都是运动”这句话中也已表明。但这段文句存在晦涩之处,因为他使用了插话,从而使得思想的结句变得遥远;因为所言各事的结句在于“但若说它发怒”这一句。从句法上说,连词“但(δέ)”是多余的;但由于使用了长篇插话,在重拾文意时他将连词“δέ”用作了引导性的连接词。因此,该文句的句法结构如下:“因为即使感到悲伤、欣喜或推论性思考极大地是运动,并且每一个都是某种被运动,若说它发怒也是类似的”,依此类推。因为正如他说,人们不会说纺织或筑造属于灵魂,而会说是人凭借身体的作用,同样,怜悯、学习、发怒以及类似的情形也是人凭借灵魂的作用;因此,即使这些是运动,它们也不是依其自身的灵魂自身的运动,而是复合体通过灵魂的运动;而所探讨的,是灵魂自身是否依其自身被运动。文句的句法便是如此;其馀部分则是在插话中述及的。因为在说了即使感到悲伤、欣喜以及此类事情是运动之后,他进一步解释了它们如何是运动;因为他说,发怒、恐惧以及诸如此类的事情是由灵魂所产生的运动。而它们是运动这是显然的;因为它们中的每一个都是随着心脏如此被运动而发生的。因为在发怒中心脏周围的血液沸腾并涌向体表,而在恐惧中血液则向深处收缩;心脏自身也如此或这般地跳动。不仅这类事情依照某种运动由灵魂产生,而且推论性思考本身没有某种这样的运动也不会发生,而大脑或其他某个部位经受着某种运动;由此,进行推论性思考者的面容也会发生质变。

§1.153

"Τούτων δὲ συμβαίνει τὰ μὲν κατὰ φοράν τινων κινουμένων, τὰ δὲ κατὰ ἀλλοίωσιν." Τούτων, τοῦ ὀργίζεσθαι, τοῦ φοβεῖσθαι, τοῦ διανοεῖσθαι καὶ τῶν λοιπῶν, τὰ μὲν συμβαίνει κινουμένων τινῶν κατὰ φοράν,2 τὰ δὲ κατὰ ἀλλοίωσιν, τινὰ δὲ καὶ κατὰ φορὰν καὶ κατὰ ἀλλοίωσιν. τὸ μὲν γὰρ ὀργίζεσθαι συμβαίνει κατ’ ἄμφω. ἥ τε γὰρ καρδία πάλλει, ὅπερ ἐστὶ κατὰ τόπον κίνησις, καὶ ἀλλοιοῦται τὸ περικάρδιον αἷμα· ζέσιν γάρ φαμεν εἶναι τοῦ περὶ τὴν καρδίαν αἵματος, ἡ δὲ ζέσις ἀλλοίωσις. τὸ δὲ ἐλεεῖν ἢ φοβεῖσθαι ἢ χαίρειν ἀλλοιώσεις τινές εἰσιν, ἴσως δὲ καὶ κατὰ τόπον κινήσεις, χύσεώς τινος ἢ συστολῆς γινομένης τοῦ αἵματος. τὸ δὲ διανοεῖσθαι ἀλλοίωσίς τις καὶ τοῦ ἐγκεφάλου καὶ τοῦ ἄλλου σώματος, μάλιστα τοῦ προσώπου· ἀλλ’ αὕτη μὲν ἕπεται, ἡ δὲ τοῦ ἐγκεφάλου καὶ ὡς αἴτιόν τί ἐστιν, ὅθεν καὶ ἡ ποιὰ τοῦ ἐγκεφάλου κρᾶσις τοίους ἢ τοίους περὶ τὰς λογικὰς ποιεῖ ἐνεργείας. τὸ δὲ διανοεῖσθαι, φησίν, ἢ τοιοῦτο ἢ ἴσως ἕτερόν τι. ἢ τοιοῦτο, τουτέστι κίνησις κατὰ τόπον· ταύτην γὰρ ἔλεγε κινεῖσθαι τὴν καρδίαν ἐν τῇ ὀργῇ παλλομένην· ἢ εἰ μὴ τοῦτό ἐστιν τὸ διανοεῖσθαι, ἀλλ’ οὖν τοιοῦτό τι, τουτέστιν ἀλλοίωσις. ποῖαι δὲ καὶ πῶς, ἑτέρου λόγου, τουτέστι ποῖαί εἰσι κινήσεις ἑκάστου μορίου ἢ ἔργου τῆς ψυχῆς, οἷον ποῖαι κινήσεις συμβαίνουσιν ἐν τῷ ὀργίζεσθαι, πότερον ἡ κατὰ τόπον ἢ ἡ κατὰ ἀλλοίωσιν, ὁμοίως καὶ ἐπὶ τοῦ λυπεῖσθαι ἢ χαίρειν ἢ διανοεῖσθαι, ἢ πῶς αὗται γίνονται, τουτέστι τίνος μορίου συγκειμένου τῷ ψυχικῷ πάθει, οἷον εἰ τῇ μὲν ἐπιθυμίᾳ τοῦ ἥπατος, τῷ δὲ θυμῷ τῆς καρδίας, καὶ ἄλλῳ ἄλλου τινός, καὶ ποίῳ τρόπῳ τοῦτο κινεῖται, τουτέστι τί πάσχον ὑπὸ τῆς κινήσεως τοῦ πάθους τοῦ ψυχικοῦ, ἑτέρου ἂν εἴη τὰ τοιαῦτα λόγου. εἴη δ’ ἂν ἤτοι τῆς Περὶ μορίων ζῴων πραγματείας ἢ καὶ Περὶ τῆς κινήσεως ζῴων.

“而在这些之中,有些随着某些部分在空间上位移而发生,有些则随着发生质变而发生。” 在这些之中——即在发怒、恐惧、推论性思考以及其余事情之中——,有些随着某些部分在空间上位移而发生,有些随着发生质变而发生,有些则既随着空间位移又随着质变而发生。因为发怒是依照这两者发生的:心脏在跳动(这是空间上的运动),并且心脏周围的血液发生质变;因为我们说它是心脏周围血液的沸腾,而沸腾是一种质变。另一方面,怜悯、恐惧或欣喜是某些质变,或许也是空间上的运动,这是由于血液的某种发散或收缩而产生的。而推论性思考则是大脑以及身体其余部分——尤其是面容——的某种质变;但这后一种质变只是伴随而生的,而大脑的质变也起着某种原因的作用,由此大脑的特定混合状态使人在理性活动方面呈现这样或那样的状态。“推论性思考,”他说,“要么是这样的,要么或许是某种别的东西。”“要么是这样的”,即空间上的运动(因为他曾说发怒中跳动的心脏是如此被运动的);或者即使推论性思考不是这个,至少也是某种这样的东西,即质变。“然而它们是何种运动以及如何发生,则属于另一讨论”,即灵魂的每个部位或功能的运动是何种运动——例如在发怒中发生的是何种运动,是空间上的还是质变上的运动,在感到悲伤、欣喜或推论性思考中亦然——,或者它们是如何发生的——即哪个部位与灵魂的情态相配合,例如肝脏是否配合欲望,心脏是否配合激情,其他部位配合其他情态,以及这个部位以何种方式被运动,即在灵魂情态的运动作用下经受什么——,此类事情当属于另一讨论。这讨论当属于《论动物的部分》这一著作,或者也属于《论动物的运动》。

语法注2 条
  1. 1.152ἔχει δὲ ἀσάφειαν τὸ ῥητόν, ὅτι τὴν ἀπόδοσιν τῆς διανοίας μακρὰν ἐποίησε χρησάμενος μεταξυλογίᾳ· ἡ γὰρ ἀπόδοσίς ἐστι τῶν εἰρημένων ἐν τῷ ‘τὸ δὲ λέγειν ὀργίζεσθαι αὐτήν’

    注释亚里士多德原文(408b5–15)中句法的大幅跨度。由 εἰ γὰρ καὶ ὅτι μάλιστα 引导的条件从句,其结句(ἀπόδοσις)在经历长篇插入语(μεταξυλογία)之后才在 τὸ δὲ λέγειν ὀργίζεσθαι αὐτήν(408b11–13)出现,该处的连词 δέ 在句法上属于赘词(περιττός),起复述和重拾上文(apodotic δέ)的作用。

  2. 1.153κινουμένων τινῶν κατὰ φοράν

    属格独立结构(κινουμένων τινῶν),意为“随着某些东西(身体的特定部位)在空间上位移”,表主句谓语 συμβαίνει(发生)的条件或伴随状况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:156.1-157.22