- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:154.17-155.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德408a34进行注解,阐明亚里士多德如何通过否定将情绪视为运动的三段论小前提,证明诸情态并非属于灵魂自身而是属于动物这一复合体,并详细论述了推论性思考(dianoia)为何因其与身体的交感关系也同样被说成属于复合体。
" Εὐλογώτερον ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι, χαίρειν, θαρρεῖν, φοβεῖσθαι." Ἀνελὼν τὸ κατὰ τόπον αὐτὴν κινεῖσθαι καθ’ αὑτήν (εἰ γὰρ κινεῖται, φησί, κατὰ τόπον καθ’ αὑτήν, καὶ ἐν τόπῳ ἐστίν· εἰ δὲ τοῦτο,1 καὶ σῶμα) ἀνελὼν οὖν τοῦτο, νῦν ἐπειδὴ δοκεῖ μάλιστα τὰς ἀλλοιωτικὰς κινήσεις κινεῖσθαι (ἀλλοιοῦται γὰρ κατὰ φόβον καὶ θυμὸν καὶ τὰ ἄλλα πάθη), νῦν πρὸς τοῦτο ἐνίσταται. κατασκευάζει οὖν τὸ δοκεῖν οὕτω κινεῖσθαι τὴν ψυχὴν τοιῶσδε· ἡ ψυχὴ λυπεῖται καὶ χαίρει καὶ φοβεῖται καὶ τὰ ὅμοια· ταῦτα δὲ κινήσεις· ἡ ψυχὴ ἄρα κινεῖται. τούτων δὲ τῶν προτάσεων τῇ μὲν μείζονι συγχωρεῖ τῇ λεγούσῃ φόβον καὶ θυμὸν καὶ τὰ λοιπὰ κινήσεις εἶναι, τῇ δὲ ἐλάττονι οὐκέτι· οὐ γὰρ δίδωσι τὴν ψυχὴν καθ’ αὑτὴν ταῦτα πάσχειν τὰ πάθη, ἀλλ’ εἶναι τοῦ συναμφοτέρου· τοῦ γὰρ ζῴου ἐστὶ ταῦτα τὰ πάθη κατὰ τὴν ψυχήν. πιστοῦται δὲ τοῦτο ἐκ τῶν σαφεστέρων. ὥσπερ γάρ, φησί, τὸ ὑφαίνειν ἢ οἰκοδομεῖν οὐκ ἂν εὐλόγως εἴποιμεν τῆς ψυχῆς ἔργα, ἀλλ’ οὔτε μὴν τοῦ σώματος, ἀλλὰ τοῦ ζῴου τῷ σώματι, οὕτω καὶ ἐπὶ τοῦ ὀργίζεσθαι καὶ φοβεῖσθαι καὶ τῶν ὁμοίων λέγομεν τοῦ ζῴου εἶναι ταῦτα τῇ ψυχῇ. τὸ γὰρ ζῷόν ἐστι τὸ ἐκεῖ μὲν κατὰ τὸ σῶμα ὑφαῖνον καὶ οἰκοδομοῦν, ἐνταῦθα δὲ κατὰ τὴν ψυχὴν ὀργιζόμενον καὶ λυπούμενον. ὥστε καὶ εἰ συγχωρηθεῖεν κινήσεις εἶναι αὐτῆς, οὔκ εἰσι τῆς ψυχῆς καθ’ αὐτήν, ἀλλὰ τοῦ συναμφοτέρου· ζητοῦμεν δὲ ἡμεῖς εἰ αὐτὴ καθ’ αὑτὴν κινεῖται ἡ ψυχή. ζητήσειε δ’ ἄν τις πῶς καὶ τὴν διάνοιάν φησι τοῦ συναμφοτέρου. τὰ μὲν γὰρ ἄλλα τε τοῦ ἀλόγου μέρους ὄντα τῆς ψυχῆς, ὅπερ οὐκ ἔστι σώματος χωριστόν, ἀλλ’ εἶδός ἐστι τοῦ ἐμψύχου σώματος ὡς ἐν ὕλῃ τῷ σώματι ὂν ἀχώριστον εἶδος· εἰ τοίνυν μηδὲ εἶναι καθ’ αὑτὸ δύναται, εἰκότως ἄρα οὐδεμία αὐτοῦ ἐνέργεια μόνου λέγεται, ἀλλὰ τοῦ συναμφοτέρου· τὸ μέντοι διανοεῖσθαι τῆς λογικῆς ἐστι ψυχῆς, ἥτις χωριστή ἐστι. πῶς οὖν καὶ τοῦτο τοῦ συναμφοτέρου; φαμὲν οὖν ὅτι ἔξω σώματος οὖσα ἡ λογικὴ ψυχὴ καὶ κεχωρισμένη τῆς πρὸς αὐτὸ σχέσεως διανοίᾳ οὐ κέχρηται (οὐ γὰρ ζητεῖ καὶ εὑρίσκει οὐδὲ διὰ προτάσεων πρόεισιν ἐπὶ τὰ συμπεράσματα), ἀλλὰ νοῦς οὖσα καθαρὸς δίχα ζητήσεως ἐπιβάλλει τοῖς πράγμασιν, ἅτε δὴ τοὺς λόγους πάντων ἔχουσα ἐν ἑαυτῇ, καὶ μὴ ἐπιθολουμένη σώματι προβάλλει τούτους ἀχρόνως, ὅτε βούλεται· ἀγνοίας γὰρ αὐτῇ αἴτιον τὸ σῶμα, καὶ διὰ τοῦτο ζητήσεως καὶ εὑρέσεως. ἐπειδὴ γὰρ οὐκ ἄσχετός ἐστιν ὁ δεσμὸς αὐτῆς ὁ πρὸς αὐτὸ ἀλλὰ συμπαθής, διαβαίνει γοῦν καὶ ἐκ τῶν τῆς ψυχῆς κινημάτων ἴχνη πρὸς τὸ σῶμα καὶ ἐκ τοῦ σώματος πρὸς τὴν ψυχήν. ἄλλο γοῦν τὸ εἶδος τοῦ διανοουμένου καὶ ἄλλο τὸ τοῦ λυπουμένου, καὶ ἐπὶ τῶν λοιπῶν, ὡς εἶπον, ἐμφαίνεταί τι ἴχνος ἐν τῷ σώματι τῆς κινήσεως τῆς ψυχῆς, ὅθεν καὶ οἱ φυσιογνώμονες ἐκ τῆς τοῦ σώματος ἰδέας τεκμαίρονται τὰς τῆς ψυχῆς διαθέσεις. ὅτι δὲ καὶ ἐκ τῶν παθῶν τοῦ σώματος διαβαίνει τι καὶ πρὸς τὴν ψυχήν, πρόδηλον· ἀλγοῦντι γὰρ συναλγεῖ, καὶ εὐθυμοῦντι συνήδεται. ὅτι δὲ καὶ ἐμποδίζει αὐτῇ τὸ σῶμα τοιῶσδε ἢ τοιῶσδε διακείμενον ἢ οὐκ ἐμποδίζει, οὐδεὶς ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγεγόνει τὸ ἐμποδίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ, εἰ μὴ διέβαινεν2 ἀπὸ τῆς πρὸς αὐτὸ σχέσεως συμπάθειά τις ἐπὶ τὴν ψυχὴν οὕτως, ὡς τοῦ ἐγκεφάλου τινὸς μὲν κοιλίας παθούσης τῆς ὄπισθεν τὸ μνημονευτικὸν πάσχειν,3 ἄλλης δὲ αὐτὸ τὸ λογιστικόν, καὶ τοιῶσδε μὲν διακειμένου εὐφάνταστον εἶναι τὴν ψυχήν, τοιῶσδε δυσφάνταστον. καὶ αἱ διάφοροι δὲ τῶν ψυχῶν ἐπιτηδειότητες καὶ τὸ εἰς τάδε ἢ τάδε τὰ πάθη ἐπιρρεπῶς ἔχειν ἐκ τῆς πρὸς τὸ σῶμα σχέσεώς τε καὶ συμπαθείας παραγίνεται· ὅθεν καὶ νενομίκασί τινες ‘ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις’. διὰ τοῦτο οὖν καὶ τὴν διάνοιαν ἀτελῆ οὖσαν νοῦν τοῦ συναμφοτέρου φησὶν εἶναι.
“着眼于诸如此类的事情,人们或许会更合情理地疑及它作为被运动者。因为我们说灵魂感到悲伤、欣喜、勇敢和恐惧。” 在反驳了灵魂依其自身在空间上被运动之后(“因为如果灵魂依其自身在空间上被运动,”他说,“它也就在空间之中;而如果是这样,它也就是身体”),既然反驳了这一点,现在,由于灵魂似乎最在发生质变的运动中被运动(因为它是根据恐惧、愤怒以及其余诸情态而发生质变的),他现在便对此提出诘难。于是,他将灵魂似乎如此被运动的论证陈述如下:灵魂感到悲伤、欣喜、恐惧以及类似诸事;而这些是运动;所以灵魂被运动。在这些前提中,关于恐惧、愤怒及其余皆为运动的大前提,他予以承认;但对小前提则不再承认;因为他不承认灵魂依其自身承受这些情态,而是认为它们属于复合体;因为这些情态是动物依照灵魂所具有的。他通过更为明晰的事情确证了这一点。因为正如他说,纺织或筑造,我们不能合情理地说是灵魂的作用,但当然也不是身体的作用,而是动物凭借身体的作用,同样,关于发怒、恐惧以及类似的情形,我们也说是动物凭借灵魂的作用。因为正是动物在前者依照身体纺织与筑造,而在后者依照灵魂发怒与悲伤。因此,即使承认它们是它的运动,它们也不是依其自身的灵魂的运动,而是复合体的运动;而我们所探讨的,是灵魂自身是否依其自身被运动。 然而,有人或许会探问,他为何说推论性思考也属于复合体。因为其他能力属于灵魂的无理性部分,该部分不可与身体分离,而是作为质料即身体之中的不可分离的相,是有魂身体的相;既然它连依其自身存在都做不到,那么合乎常理地,它的任何活动都不能被说成仅属于它自身,而必须属于复合体;然而,进行推论性思考则属于理性灵魂,而理性灵魂是可分离的。那么,为何这推论性思考也属于复合体呢?我们便说:理性灵魂当身处身体之外并与对身体的关系分离时,并不运用推论性思考(因为此时它并不探求与发现,也不通过前提走向结论);相反,它作为纯粹的理智,无需探求便直观事物,因为它在自身之中拥有万物的本质理路,而且不被身体所混浊,只要它意愿,便能在无时间之中展现这些理路;因为身体对它而言是无知的原因,因而也是探求与发现的原因。因为灵魂与身体的维系并非不相关联,而是充满交感的,灵魂的诸运动的痕迹确实传递到身体,而身体的痕迹也传递到灵魂。至少,进行推论性思考者的外在身相与感到悲伤者的外在身相迥然不同;正如我所言,在其馀情形下,灵魂运动的某种痕迹也显现在身体之中,由此相面家也能根据身体的外形推断灵魂的状态。并且,从身体的诸情态中亦有某种东西传递到灵魂,这也是显然的:因为身体痛苦时灵魂与之同苦,身体舒畅时灵魂与之同乐。而且,身体在处于这样或那样的状态时阻碍它或不阻碍它,无人不知;而灵魂被身体阻碍这件事情本不会发生,除非从与身体的关系中有某种交感传递到灵魂,以至于当大脑的某个腔室即后腔室受损时,记忆机能便受损,而另一个腔室受损时,推理机能自身便受损,并且大脑若处于某种状态,灵魂便易于形成表象,处于另一种状态则难于形成表象。灵魂的各种不同资质以及易于倾向于这些或那些情态,也是源自于对身体的关系与交感;由此,某些人甚至认为“灵魂的能力跟随着身体的混合”。因此之故,他说推论性思考作为一种不完满的理智,也是属于复合体的。
- 1.151Ἀνελὼν ... ἀνελὼν οὖν τοῦτο
由过去时分词 Ἀνελὼν 引出的分词从句被括注性的解释插入句(εἰ γὰρ κινεῖται... καὶ σῶμα)隔断,随后借由复取小词 οὖν 重复相同分词(ἀνελὼν οὖν τοῦτο)进行复取与承接,从而直接连入主句 νῦν πρὸς τοῦτο ἐνίσταται。
- 1.151ὅπερ οὐκ ἂν ἐγεγόνει τὸ ἐμποδίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ, εἰ μὴ διέβαινεν
这是一个与过去/现在事实相反的条件句结构,归结从句用带 ἄν 的过去完成时直陈式(ἐγεγόνει),条件从句用带 εἰ μή 的未完成过去时直陈式(διέβαινεν)。归结句的主语是带冠词的不定词短语 τὸ ἐμποδίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ(“它被身体所阻碍”),前面的关系代词 ὅπερ 则先导性地指代该事态。
- 1.151ὡς τοῦ ἐγκεφάλου τινὸς μὲν κοιλίας παθούσης ... τὸ μνημονευτικὸν πάσχειν
由表示方式/结果的 οὕτως, ὡς 所引出的从属结构。在 ὡς 之后紧接着一个属格独立结构(τοῦ ἐγκεφάλου τινὸς μὲν κοιλίας παθούσης τῆς ὄπισθεν,“当大脑的某个腔室即后腔室受损时”),其后则以带宾格的不定词短语 τὸ μνημονευτικὸν πάσχειν(“记忆机能受损”)以及省略并列的 ἄλλης δὲ [παθούσης] αὐτὸ τὸ λογιστικόν [πάσχειν] 作为主要陈述。
