← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§154.1-154.16

论灵魂仅在偶性上运动自身

针对亚里士多德408a30进行注解,阐明灵魂虽依其自身不动,但由于运动其所居的身体,故只能偶性地且仅在空间运动上被说成运动自身,并核对了对先前反驳提麦奥斯论述的照应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.150

" Κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι, καθάπερ εἴπομεν, ἔστι καὶ κινεῖν ἑαυτήν.1" Ἀνελὼν τὸ καθ’ αὑτὸ κινεῖσθαι τὴν ψυχήν, ὅπερ ἔλεγον καὶ Δημόκριτος καὶ Τίμαιος, ὁ μὲν κατ’ εὐθεῖαν κινῶν, ὁ δὲ κύκλῳ, δείξας οὖν αὐτὸς2 ὅτι καθ’ αὑτὴν ἀκίνητός ἐστι, νῦν φησιν ὅτι κατὰ συμβεβηκὸς ἑαυτὴν3 κινεῖν λέγοιτο ἂν μόνην τὴν κατὰ τόπον κίνησιν. ἐπειδὴ γὰρ κινεῖ μὲν αὐτὴ τὸ σῶμα, ἔστι δὲ ἐν αὐτῷ κινουμένου τοῦ σώματος, συγκινηθήσεται αὐτῷ, ὥστε κατὰ συμβεβηκὸς ἑαυτὴν κινεῖ τῷ τὸ σῶμα κινεῖν ἐν ᾧ ἔστι.4 καθ’ αὑτὴν δὲ καὶ κατ’ οὐσίαν οὔτε κινεῖται οὔτε ἐν τόπῳ ἐστίν, ἐπειδὴ καὶ ἀσώματος. τὴν οὖν κατὰ τόπον μόνον κίνησιν λέγοιτο ἄν κινεῖν ἑαυτὴν ἡ ψυχὴ κατὰ συμβεβηκός, ἄλλην δὲ οὐδεμίαν· οὔτε γὰρ ἀλλοιοῦται τοῦ σώματος ἀλλοιουμένου οὔτε αὔξεται ἢ μειοῦται. κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι, καθάπερ εἴπομεν· εἶπεν γάρ, ὅτε πρὸς τὸν Τίμαιον ἀντέλεγεν, ‘ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία’· οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανόν, ἀλλὰ κατὰ συμβεβηκός’.

“然而,正如我们所说,偶性地被运动,以及运动自身,都是可能的。” 在反驳了灵魂依其自身被运动这一观点之后——德谟克利特与提麦奥斯都主张过这一点,前者使之作直线运动,而后者使之作圆周运动——由于他亲自证明了灵魂依其自身是不动的,现在他说,若按偶性,灵魂只能被说成在空间运动上运动自身。因为灵魂自身运动着身体,而在身体被运动时灵魂处于其中,所以灵魂将与身体一同被运动,从而通过运动它所身处其中的身体,而偶性地运动自身。但依其自身并在实体上,它既不被运动,也不在空间中,因为它也是非物体的。因此,灵魂只能被说成偶性地在空间运动上运动自身,而在其他运动上则绝非如此;因为当身体发生质变时灵魂并不质变,也不增大或减小。“然而,正如我们所说,偶性地被运动是可能的”:因为当他对提麦奥斯进行反驳时曾说过,“上天作圆周运移的原因也是不明确的”;因为“灵魂的实体并非上天作圆周运移的原因,而是按偶性如此”。

语法注4 条
  1. 1.150ἔστι καὶ κινεῖν ἑαυτήν

    ἔστι 为非人称用法,表示“是可能的”(相当于 ἔξεστι),后接不定词 κινεῖσθαι 与 κινεῖν。它通过连词 καί 将 κινεῖν ἑαυτήν 与前面的 κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι 并列连接。

  2. 1.150Ἀνελὼν ... δείξας οὖν αὐτὸς

    在过去时分词 Ἀνελὼν 之后出现了插入句(ὅπερ ἔλεγον...),导致结构隔开;随后的分词短语 δείξας οὖν αὐτός 借由复取小词 οὖν 对前面的分词进行了总结与重述,从而引向主要动词 φησιν。

  3. 1.150τὴν κατὰ τόπον μόνον κίνησιν λέγοιτο ἄν κινεῖν ἑαυτὴν

    不定词 κινεῖν 支配双重宾格:直接宾语的反身代词 ἑαυτήν,以及作为内含/同族宾格的 τὴν κατὰ τόπον μόνον κίνησιν(“仅在空间运动方面”)。

  4. 1.150τῷ τὸ σῶμα κινεῖν ἐν ᾧ ἔστι

    带与格冠词的不定词短语 τῷ τὸ σῶμα κινεῖν 充当手段/原因与格(“通过运动身体”),关系从句 ἐν ᾧ ἔστι 修饰 τὸ σῶμα(“它所处在的身体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:154.1-154.16