← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§152.18-153.34

灵魂离去与身体谐音的消灭

菲洛波诺斯讨论了亚里士多德关于灵魂离去时身体谐音为何随之毁灭的诘难,并通过指出谐音并非灵魂自身、而只是灵魂现实活动不可或缺的条件来予以解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.149

" Πρὸς δὲ τούτοις εἴπερ μὴ ἕκαστον τῶν μορίων ψυχὴν ἔχει, εἰ μὴ ἔστι ψυχὴ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης;" Ἑτέρως περὶ τὸ αὐτὸ ἀπορεῖ, μᾶλλον δὲ οὐ πάντῃ ἑτέρα αὕτη ἡ ἀπορία τῆς πρὸ αὐτῆς, ἀλλ’ ἀντιστρόφως ἔχει πρὸς ἐκείνην ἡ αὐτὴ οὖσα.1 πρότερον μὲν γὰρ ἠπόρησε, διὰ τί τῆς συνθέσεως καὶ ἁρμονίας τοῦ σώματος φθειρομένης συνοίχεται ἡ ψυχή, εἴπερ μὴ ἔστιν ἁρμονία· νῦν δὲ ἀνάπαλιν, διὰ τί τῆς ψυχῆς ἀπολειπούσης τὸ σῶμα ἡ ἁρμονία συμφθείρεται. ἐκεῖ μὲν ἀπὸ τῆς ἁρμονίας ἀρξάμενος ἔληξεν εἰς τὴν ψυχήν, ἐν τούτῳ δὲ ἀπὸ τῆς ψυχῆς εἰς τὴν ἁρμονίαν τοῦ σώματος. εἰ γὰρ μὴ ἔστι, φησίν, ἡ ἁρμονία τοῦ σώματος ψυχή, διὰ τί ἀπολειπούσης τὸ σῶμα τῆς ψυχῆς παραχρῆμα φθείρεται ἡ ἁρμονία; οὐκ ἄντικρυς δὲ οὕτως εἶπεν, λέγω δὴ τὸ μὴ ἔστιν ἡ ἁρμονία τοῦ σώματος ψυχή, ἀλλὰ τὸ ἑπόμενον ἄτοπον τῆς τοιαύτης δόξης, ὡς πρότερον ἔλαβεν· εἵπετο δὲ τῷ λέγειν ἁρμονίαν τὴν ψυχὴν τὸ λέγειν καθ’ ἕκαστον τῶν μορίων ψυχὴν εἶναι. εἰ οὖν μὴ ἔστι, φησί, καθ’ ἕκαστον τῶν μορίων ψυχή, τουτέστιν εἰ μὴ ἁρμονία ψυχή ἐστιν· διὸ ἐπειδὴ ᾔσθετο τῆς ἀσαφείας, ἀνέλαβε τὸν λόγον λέγων εἰ μὴ ἔστιν ψυχὴ ὁ λόγος τῆς μίξεως, εἶτα ἐπάγει τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης; ἀντὶ τοῦ φθειρομένου τοῦ ζῴου ἐν τῇ ἀπολείψει τῆς ψυχῆς οὐδὲν ἄλλο ὁρῶμεν φθειρόμενον ἢ τὴν κρᾶσιν καὶ τὴν ἁρμονίαν τοῦ σώματος· τὰ γὰρ κεκραμένα στοιχεῖα οὐ φθείρεται, ἀλλ’ ἔτι ἔστιν. οὐκοῦν ἡ ψυχή ἐστιν ἁρμονία, εἴ γε ἡ φθορὰ τῆς ψυχῆς οὐδὲν ἄλλο ἢ τῆς ἁρμονίας τοῦ σώματος φθορὰν εἰργάσατο. ὁ μὲν οὖν Ἀριστοτέλης ἀπορήσας οὐκ ἐπήγαγε τὴν λύσιν ὡς καὶ δήλην οὖσαν καὶ εἰρημένην πως ἐν τοῖς ἔμπροσθεν. λύσοι δ’ ἂν αὐτὴν οὕτως, ὡς καὶ ἄλλοτε εἴπομεν, ὅτι τά γε συγκείμενα καὶ ὁ λόγος τῆς μίξεως, ταὐτὸν δὲ εἰπεῖν ἡ ἁρμονία, τὸν τῶν ὧν οὐκ ἄνευ λόγον ἔχουσι πρὸς τὴν ψυχήν·2 οὐ γὰρ οἷόν τε μὴ τούτων ὄντων ὀργανικὸν εἶναι σῶμα, μὴ ὄντος δὲ ὀργανικοῦ σώματος ἀδύνατον εἶναι ἐν αὐτῷ τὴν ψυχήν, οὐ μέντοι γε ἐκεῖνα ψυχή ἐστιν, ὡς οὐκ ἄνευ μὲν λίθων καὶ ξύλων οἰκία, οὐ μέντοι γε λίθοι καὶ ξύλα ἡ οἰκία· καὶ ὥσπερ οὐκ ἄνευ μὲν τῆς διαφανείας τοῦ ἀέρος ἐνεργεῖ τὸ φῶς, οὐ μὴν ταὐτόν ἐστι τῇ διαφανείᾳ τὸ φῶς, οὕτω καὶ ἐπὶ ψυχῆς ἔχει καὶ τῆς ἁρμονίας τοῦ σώματος. διὰ τί μὲν οὖν τῆς ἁρμονίας ἀναιρεθείσης ἀναιρεῖται καὶ ἡ ψυχή, μᾶλλον δὲ ἡ εἰς τὸ σῶμα τῆς ψυχῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ διαφανοῦς τοῦ ἀέρος ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ’ ἡ τούτου εἰς τὸ διαφανὲς ἐνέργεια; δῆλον ὅτι τὸν τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει ἡ ἁρμονία πρὸς τὴν ἐνέργειαν τῆς ψυχῆς. πάλιν δ’ αὖ καὶ τῆς ψυχῆς ἀπολειπούσης ἀπολείψει εὐθὺς καὶ ἡ ἁρμονία, διότι τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον ἀεὶ τὸ ἐλλιμπάνον τῶν ἡρμοσμένων αὐτῆς ἐστιν.3 ὅτι δὲ οὐκ ἔστιν ἁρμονία ἡ ψυχὴ δέδεικται διὰ πλειόνων. τὸ δὲ παρεῖναι τὸν κιθαρῳδὸν τῇ κιθάρᾳ καὶ τῆς ἁρμονίας τῶν χορδῶν λυθείσης ὅμοιόν ἐστιν ὡς εἰ καὶ τὸν ἄμουσον παρεῖναι αὐτῇ λέγοι τις ἢ καὶ ὅλως ἄψυχόν τι· οὐ γὰρ ὡς κιθαρῳδὸς καὶ σχέσιν ἔχων πρὸς αὐτὴν πάρεστιν, ἀλλ’ ὡς εἰ καὶ λίθος παρῆν· οὐδέποτε γὰρ κιθαρῳδικῶς εἰς αὐτὴν ἐνήργησε μὴ ἡρμοσμένην, ὡς οὐδ’ ἡ ψυχὴ εἰς τὸ σῶμα μὴ ἡρμοσμένον. ὥστε μᾶλλον τὸ ὑπόδειγμα ἐγγίζει τῷ ἐπὶ ψυχῆς γινομένῳ ἤπερ μάχεται· παρεῖναι γὰρ ἴσως καὶ τὴν ψυχὴν τῷ σώματί ποτε καὶ μετὰ τὴν ἔξοδον οὐδὲν κωλύει, οὐ μὴν καὶ ἐνεργεῖν εἰς αὐτὸ ἐνδέχεται, ὡς οὐδὲ τὸν κιθαρῳδὸν εἰς τὴν ἀνάρμοστον κιθάραν.

“除这些之外,如果并非每一个部分都具有灵魂,如果灵魂不是混合的比例,那么当灵魂离去时被毁灭的是什么?” 他关于同一问题以另一种方式提出了诘难,或者更确切地说,这一诘难与前一个并不完全不同,而是在本质相同的同时与前一个处于反向关系。因为前文中他质问道,如果灵魂并非谐音,为什么当身体的结合与谐音毁灭时,灵魂也随之消逝;而现在则反过来问,为什么当灵魂离开身体时,谐音也一同毁灭。在那里,他是从谐音出发而终止于灵魂,而在这里,则是从灵魂出发而终止于身体的谐音。因为他说,如果身体的谐音不是灵魂,为什么当灵魂离开身体时,谐音立刻就被毁灭了?但他没有直截了当地这样说——我是指说“身体的谐音不是灵魂”——而是像前文所采取的那样,指出了这种看法所随之而来的荒谬;而主张灵魂是谐音,随之而来的便是主张每一个部分都有灵魂。因此他说,如果并非每一个部分中都有灵魂,也就是如果灵魂不是谐音——因而当他察觉到晦涩时,他重述了论述,说“如果灵魂不是混合的比例”——随后他又补充道,“当灵魂离去时被毁灭的是什么?”这是用以代替:当动物随着灵魂的离去而毁灭时,我们所见被毁灭的无非是身体的混和与谐音;因为混和的元素并没有被毁灭,而是仍然存在。因此,灵魂便是谐音,既然灵魂的毁灭所造成的无非是身体谐音的毁灭。亚里士多德在提出了诘难之后并没有附加解答,因为这一解答既是显而易见的,而且在先前的内容中也已以某种方式说过了。但人们可以像我们在别处所说的那样来解答它:结合而成的成分以及混合的比例——也就是谐音——相对于灵魂具有不可或缺的条件的关系。因为没有这些,就不可能有器官性的身体,而如果没有器官性的身体,灵魂就不可能存在于其中;然而那些东西决不是灵魂,正如没有石块和木料就没有房屋,但石块和木料决不是房屋;又正如没有空气的透明性光就不起作用,但光与透明性并不相同,在灵魂与身体的谐音上也是如此。那么,为什么当谐音被废除时灵魂也被废除,或者更确切地说,灵魂对于身体的现实活动被废除呢——正如空气的透明者被废除时,被废除的不是光,而是光在透明者中的现实活动?显然,这是因为谐音对于灵魂的现实活动具有不可或缺的条件的关系。反过来,当灵魂离去时,谐音也立刻离去,这是因为将谐音维系在一起、并不断将其被协调各部分中所缺乏的东西织补完备的正是灵魂。至于灵魂不是谐音,已通过诸多论证予以证明。至于琴弦的谐音松弛时琴师仍留在齐特拉琴旁,这无异于说一个不懂音乐的人留在琴旁,或者完全是一个无灵魂的物体留在那里;因为他并不是作为琴师且与琴保持着关联而留在那里,而是犹如一块石头留在那里;因为当琴没有调好时,他绝不会以琴师的方式对它施加现实活动,正如灵魂不对未协调的身体施加活动一样。因此,这一比喻与其说反对,不如说更接近于灵魂所发生的情形;因为在灵魂退出之后,完全没有什么妨碍灵魂或许在某个时刻仍留在身体旁,然而它绝不可能对身体施加现实活动,正如琴师不能对未调准的齐特拉琴施加现实活动一样。

语法注3 条
  1. 1.149ἀντιστρόφως ἔχει πρὸς ἐκείνην ἡ αὐτὴ οὖσα

    分词 ἡ αὐτὴ οὖσα 具有让步意味(“尽管本质上是同一个”),用以修饰谓语 ἀντιστρόφως ἔχει(“处于反向关系”)。它解释了前文 408a24 中“谐音毁灭则灵魂随之毁灭”的正向诘难与此处“灵魂离去则谐音随之毁灭”的反向诘难之间的逻辑对应关系。

  2. 1.149τὸν τῶν ὧν οὐκ ἄνευ λόγον ἔχουσι πρὸς τὴν ψυχήν

    成语 τὰ ὧν οὐκ ἄνευ(无其则不然者、不可或缺的条件)以属格形式修饰名词 λόγον(比例、关系、地位)。该句意为“相对于灵魂具有不可或缺的条件的关系”,其主语是前文的 τά γε συγκείμενα καὶ ὁ λόγος τῆς μίξεως。

  3. 1.149διότι τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον ἀεὶ τὸ ἐλλιμπάνον τῶν ἡρμοσμένων αὐτῆς ἐστιν

    主语是承前省略的灵魂(与 ἐστιν 结合),述语则是带有定冠词的分词短语 τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον...(“维系它并织补……者”)。代词 αὐτήν 指代前文的“谐音”(ἡ ἁρμονία),而 αὐτῆς 同样是指谐音(“其被协调的成分”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:152.18-153.34