← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§151.7-152.17

谐音说看似可信的依据与亚历山大的解释

菲洛波诺斯解释了亚里士多德在Bekker 408a24中提出谐音说看似具有说服力的依据(即为何随着肌肉及身体各部分的废除灵魂也一同被废除),梳理了其整体逻辑结构,并介绍了亚历山大的两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.148

" Εἰ δ’ ἔστιν ἕτερον ἡ ψυχὴ τῆς μίξεως, τί δή ποτε ἅμα τὸ σαρκὶ εἶναι1 ἀναιρεῖται καὶ τὸ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου;" Ἐκτιθέμενος τὴν δόξαν τῶν λεγόντων ἁρμονίαν εἶναι τὴν ψυχὴν ἔλεγε πιθανὸν εἶναι τοῦτον τὸν λόγον. ἀντειπὼν οὖν πρὸς τοῦτον νῦν τὰς αἰτίας τίθησιν, δι’ ἃς πιθανὴ εἶναι δοκεῖ ἡ τοιαύτη δόξα· καὶ ἵνα συντόμως εἴπω, τοῦτό φησιν. εἰ μὴ ἔστιν ἡ ψυχὴ ἁρμονία ἡ κατὰ τὸν λόγον τῆς μίξεως γινομένη, τί δή ποτε ἀναιρουμένης τῆς ἁρμονίας τοῦ σώματος ἀναιρεῖται καὶ ἡ ψυχή; εἰ γὰρ ἕτερόν ἐστιν τῆς ἁρμονίας ἡ ψυχή, ὡς ὁ κιθαρῳδὸς τῆς κιθάρας, ὥσπερ τῆς τῶν χορδῶν ἁρμονίας χαλασθείσης ἔτι παρεῖναι τῇ κιθάρᾳ τὸν κιθαρῳδὸν οὐδὲν κωλύει, ἕτερον ὄντα καὶ τῆς κιθάρας καὶ τῆς ἁρμονίας, οὕτω καὶ τὴν ψυχήν, εἴπερ μὴ ταὐτὸν ἦν τῇ ἁρμονίᾳ, ἔδει ποτὲ καὶ τῆς ἁρμονίας ἀπολομένης παρεῖναι τῷ σώματι. ὁ μὲν οὖν νοῦς τῶν προκειμένων οὗτος· τὸ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει. εἰ δὲ ἕτερον ἡ ψυχὴ τῆς μίξεως, τουτέστιν εἰ μὴ ἁρμονία τυγχάνει οὖσα ἡ ψυχή, ἁρμονία δὲ ἡ κατὰ μῖξιν καὶ κρᾶσιν (ἔστι γὰρ καὶ ἡ κατὰ σύνθεσιν), τί δή ποτε ἅμα τὸ σαρκὶ εἶναι ἀναιρεῖται καὶ τὸ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου; ἀντὶ τοῦ2 διὰ τί ἑνὸς μορίου ἁρμονίας ἀναιρουμένης, ἀναιρεῖται καὶ τῶν λοιπῶν μορίων ἡ ἁρμονία; ἵνα ἔξωθεν ἡμεῖς συλλογισώμεθα ὅτι ‘τῆς δὲ τῶν μορίων πάντων ἁρμονίας ἀναιρεθείσης συναναιρεῖται καὶ ἡ ψυχή’. ἐπὶ τῆς σαρκὸς δὲ γυμνάζει τὸν λόγον ὡς σαφεστέρας· εἰ γὰρ τὸ τῆς σαρκὸς εἶδος ἀναιρεθείη ἐκ τοῦ ζῴου, καὶ τὰ τῶν λοιπῶν μορίων εἴδη συνανῄρηται, ὀστῶν καὶ νεύρων καὶ τῶν λοιπῶν, ἅμα δὲ τούτοις καὶ ἡ ψυχή· ἐπεὶ οὐ μόνον τῆς σαρκὸς ἀναιρεθείσης ἕπεται ἡ τῶν λοιπῶν ἀναίρεσις, ἀλλὰ καὶ ἑνὸς τῶν ἄλλων τῶν εἰρημένων. // οὕτω δὲ ἐξηγεῖται ὁ Ἀλέξανδρος πάνυ προσφυῶς, ἵνα ἡ ἀπορία αὕτη ἅμα ἐπίλυσις ᾖ καὶ τῶν λοιπῶν τῶν κατὰ τῆς ἁρμονίας εἰρημένων, μᾶλλον δὲ τοῦ ἑνὸς τοῦ λέγοντος ἐκ τοῦ τὴν ψυχὴν ἁρμονίαν λέγειν συμβαίνειν πολλὰς ψυχὰς ἔχειν τὸ ζῷον. εἰ γὰρ μὴ εἴη, φησίν, ἡ ψυχὴ ἁρμονία ἀλλ’ ἕτερόν τι τῆς μίξεως, διὰ τί τῆς μίξεως τῆς σαρκὸς φθειρομένης καὶ ἡ τῶν λοιπῶν μορίων συμφθείρεται μῖξις; εἰ γὰρ τοῦτο, δόξειεν ἂν μία μῖξις εἶναι πάντων τῶν μορίων καὶ οὐ πολλαί· διὰ τί γὰρ τῇ μιᾷ πᾶσαι συμφθείρονται; οὕτω δὲ καὶ ἡ ψυχὴ μία ἔσται καὶ οὐ πολλαί, εἰς ὃ ἄτοπον ἀπάγεσθαι ἐδόκει ὁ λόγος ὁ λέγων τὴν ψυχὴν ἁρμονίαν εἶναι. ὥστε εἰ μιᾶς μίξεως ἀναιρουμένης ἀναιρεῖται τὸ ζῷον, μία ἄρα καὶ ἡ ψυχὴ ἁρμονία οὖσα. ἐξηγεῖται δὲ καὶ ἄλλως· εἰ μὴ ἔστιν ἁρμονία ἡ ψυχή, διὰ τί ἅμα ἀναιρεῖται τῆς σαρκὸς ἀναιρεθείσης; εἶτα ὡς ἀπὸ ἄλλης ἀρχῆς ὁμοίως δὲ καὶ τοῖς ἄλλοις μορίοις ζῴου ἀντὶ 〈τοῦ〉 καὶ τοῖς ἄλλοις μορίοις συναναιρεῖται ἑκάστου ἀναιρουμένου.3 μόρια δὲ λαμβάνει τὰ ὁμοιομερῆ, ὀστοῦν, σάρκα, νεῦρον, φλέβας καὶ τὰ λοιπά· τούτων γὰρ οὗτινος ἀναιρεθέντος συναναιρεῖται τὸ ζῷον, οὐ μέντοι οὑτινοσοῦν τῶν ὀργανικῶν. ἀναιρεῖσθαι δὲ λέγει οὐ τὸ ὑποκείμενον αὐτὸ τῶν ὁμοιομερῶν, ἀλλὰ τὸ εἶδος· διὸ οὐκ εἶπεν ἀναιρουμένης σαρκός, ἀλλὰ τὸ σαρκὶ εἶναι.

“而如果灵魂是异于混合的某种东西,究竟为何是肉之所是与是动物的其他各部分之所是同时被废除呢?” 在阐述那些主张灵魂是谐音的人的看法时,他曾说这种论证是具有说服力的。因此,在对这种学说提出反驳之后,他现在陈述了使得这种看法显得具有说服力的原因;简而言之,他的意思如下:如果灵魂不是按照混合比例而生成的谐音,究竟为何当身体的谐音被废除时,灵魂也同时被废除呢?因为如果灵魂是异于谐音的某种东西,犹如琴师异于齐特拉琴,那么正如琴弦的谐音松弛时,丝毫不能妨碍琴师仍然留在齐特拉琴旁(因为他既异于齐特拉琴,也异于谐音),灵魂也是如此,如果它与谐音并非同一,那么即使在谐音消亡之后,它也应当在某个时刻仍然留在身体旁。这便是眼前文句的要旨;至于字面文句则是这样:“而如果灵魂是异于混合的某种东西”,也就是如果灵魂恰好不是谐音——即基于混合与混和的谐音(因为也存在基于结合的谐音)——“究竟为何是肉之所是与是动物的其他各部分之所是同时被废除呢?”这是用以代替:为什么当一个部分的谐音被废除时,其余各部分的谐音也被废除?这是为了让我们从外部推论出:“而当所有各部分的谐音被废除时,灵魂也一同被废除”。他在肉上展开论证,是因为这更为清楚;因为如果肉的形相从动物身上被废除,其余各部分的形相——骨骼、肌腱及其他部分——也会一同被废除,而在这些被废除的同时,灵魂也一同被废除;因为不仅当肉被废除时其余各部分的废除随之发生,而且当上述其他任何一个部分被废除时也是如此。 亚历山大极为贴切地这样解释,以使这一诘难能够同时成为反对谐音说的其余论点的解答,更确切地说,成为那个主张“从声称灵魂是谐音会得出动物具有许多灵魂”这一单独论点的解答。因为他说,如果灵魂不是谐音,而是异于混合的某种东西,为什么当肉的混合败坏时,其余各部分的混合也一同败坏呢?因为如果这样,所有各部分的混合似乎就会是一而不是多;因为它们为什么会随着这一个混合一同败坏呢?这样一来,灵魂也将是一而不是多,而这〔即为多〕正是声称灵魂是谐音的论述似乎被引向的荒谬。因此,如果因一个混合的废除动物就被废除,那么灵魂作为谐音也是单一的。 但他还作了另一种解释:如果灵魂不是谐音,为什么在肉被废除时它同时被废除?随后,仿佛从另一个开端,“同样在动物的其他各部分中也是如此”是代替“并且在每一个部分被废除时,它也随着其他各部分一同被废除”。他所取的各部分是指同质部分:骨骼、肉、肌腱、血管等等;因为这些部分中无论哪一个被废除,动物都一同被废除,但并非对于任意一个器官部分而言都是如此。而他说被废除的并不是同质部分的底层自身,而是其形相;因此他没有说“当肉被废除时”,而是说“是肉之所是”。

语法注3 条
  1. 1.148τὸ σαρκὶ εἶναι

    这是由中性定冠词带不定词和与格构成的亚里士多德特有术语表达(τὸ ... εἶναι),用以表达事物的本质或形相(“是肉之所是”)。正如菲洛波诺斯在段末所指出的,此处使用该结构而非单用肉的属格(σαρκός),意在指明被废除的是其形相(εἶδος)而非质料性的底层自身。

  2. 1.148ἀντὶ τοῦ

    注疏作品中标准的释义程式(ἀντὶ τοῦ,意为“用来代替……”、“即……之意”),后接不定词或说明性从句,用以阐明原著中晦涩或省略的词句。在此菲洛波诺斯借此将原文紧凑的表述展开为论证中应当补充的前提命题。

  3. 1.148καὶ τοῖς ἄλλοις μορίοις ζῴου ἀντὶ 〈τοῦ〉 καὶ τοῖς ἄλλοις μορίοις συναναιρεῖται ἑκάστου ἀναιρουμένου

    在第二种解释中,注疏者将引文中省略的 καὶ τὸ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου 视作一个新分句的开端,通过补出省略的谓语动词 συναναιρεῖται 和属格独立结构 ἑκάστου ἀναιρουμένου 来重构句法骨架。与格 τοῖς ἄλλοις μορίοις 在此被理解为表示领域或关涉(“在其他各部分中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:151.7-152.17