← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§149.33-151.6

关于恩培多克勒混合论与爱的诘难

斐洛波诺斯讨论了亚里士多德在批判谐音说时顺带对恩培多克勒提出的诘难,分条析理地驳斥了恩培多克勒将部分之形相视为混合比例却将灵魂视为元素本身的矛盾,以及将“爱”作为混合原因时的含混之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.147

" Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καὶ παρ’ Ἐμπεδοκλέους." Ἐλέγξας τοὺς ἁρμονίαν εἶναι τὴν ψυχὴν λέγοντας τῷ δεῖξαι ὅτι οἷον δή ποτε εἶδος τῆς ἁρμονίας ὑποθώμεθα, τό τε κατὰ κρᾶσιν καὶ τὸ κατὰ σύνθεσιν, ἄτοπα πολλὰ ἕψεται,1 ὡς ἐν παρεκβάσει ἀπορεῖ πρὸς Ἐμπεδοκλέα εἰκότως ἐκ τῶν εἰρημένων, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς κράσεως τῶν στοιχείων ἔλεγε γίνεσθαι τὰ τῶν μορίων τῶν ζῴων εἴδη. ἔλεγε γὰρ ὅτι ὅδε μὲν ὁ λόγος τῶν στοιχείων ποιεῖ σάρκα, ὅδε 〈δὲ〉 ὀστοῦν, ἄλλος δὲ ἄλλο τι. καὶ παραθήσεται αὐτοῦ ἐν τοῖς ἑξῆς χρῆσιν αὐτὸ τοῦτο πειρωμένην λέγειν, τίς ὁ ἐν ἑκάστῳ μορίῳ τῆς κράσεως τῶν στοιχείων λόγος. ἐπεὶ οὖν τὰ εἴδη τῶν μορίων λόγον εἶναι ἔλεγε τῆς κράσεως, ἔστι δὲ καὶ ἡ ψυχὴ εἶδος τοῦ ὅλου ζῴου, εἰκότως ζητεῖ, πότερον καὶ αὐτὴ λόγος ἐστὶ τῶν μιχθέντων, ἐξ ὧν τὸ ὅλον ζῷον, ἢ ἕτερόν τι οὖσα παρὰ τὸν λόγον ἐγγίνεται τοῖς μιχθεῖσιν. εἰ μὲν γὰρ ὁ λόγος τῶν μεμιγμένων ἡ ψυχή, πῶς φησι “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν”; οὐ γὰρ τὰ στοιχεῖα ὁ λόγος. ἔτι δέ, ὥσπερ ἤδη εἶπεν, πολλαὶ ψυχαὶ ἐν τῷ ζῴῳ, μᾶλλον δὲ ἐν ἑκάστῳ μορίῳ, ἐπειδὴ καὶ πολλοὶ λόγοι. εἰ δὲ ἕτερόν τι οὖσα παρὰ τὸν λόγον ἐγγίνεται τοῖς μιχθεῖσιν, τί οὖσα καὶ πῶς ἐγγίνεται; καὶ πάλιν πῶς φησι “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν”; εἰ δὲ τὰ στοιχεῖα ἡ ψυχή, διὰ τί ἐπὶ μὲν τῶν ἄλλων εἰδῶν, ὀστοῦ καὶ σαρκὸς καὶ τῶν ὁμοίων, οὐ τὰ στοιχεῖα ἀλλὰ τὸν λόγον ᾐτιάσατο,2 ἐπὶ δὲ ψυχῆς αὐτὰ τὰ στοιχεῖα; εἰ γὰρ κρεῖττον τὸ εἶδος τῆς ὕλης, ὕλη δὲ τὰ στοιχεῖα τῶν μορίων τοῦ ζῴου, εἶδος δὲ ὁ λόγος, κρείττων ἄρα τῶν στοιχείων ὁ λόγος τῆς κράσεως αὐτῶν· ὥστε τὰ μὲν χείρονα εἴδη, ὀστοῦν λέγω καὶ σὰρξ καὶ τὰ ὅμοια, ἐκ τῶν κρειττόνων ἔσονται, λέγω δὴ τοῦ λόγου τῆς κράσεως, μᾶλλον δὲ αὐτὸς ὁ λόγος ἔσονται, τὸ δὲ κρεῖττον εἶδος ἡ ψυχὴ ἐκ τῶν χειρόνων, τῆς ὕλης λέγω· ταῦτα γὰρ ἦν ὕλη τῶν ἄλλων εἰδῶν· τὰ κρείττονα ἄρα ἐκ τῶν χειρόνων ἔσονται, ὅπερ ἄτοπον. εἶτα ἐπειδὴ καὶ τὴν φιλίαν ὁ Ἐμπεδοκλῆς αἰτίαν εἶναι τῆς συγκράσεως τῶν στοιχείων ἔλεγεν, ἀκολούθως καὶ περὶ αὐτῆς ἀπορεῖ. ἡ γὰρ φιλία ἢ ἡ αὐτή ἐστι τῇ μίξει, ὡς τὴν μῖξιν φιλίαν εἶναι, ἢ ἑτέρα· καὶ εἰ ἑτέρα, τῆς τυχούσης ἐστὶν αἰτία μίξεως ἢ τῆς κατὰ λόγον. εἰ μὲν οὖν ἡ αὐτή ἐστι τῇ μίξει, τί τὸ τῆς μίξεως αἴτιον; πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν, ὡς φησιν ὁ Πλάτων. εἰ δὲ ἑτέρα, ὁποίας ἐστὶ μίξεως αἰτία; εἰ μὲν οὖν τῆς τυχούσης, συμβήσεται τὰ εἴδη ἐκ τῆς τυχούσης μίξεως γίνεσθαι, οὐ μόνον ταῦτα τὰ γενητά, ἀλλὰ καὶ τὰ θεῖα, ὅπερ ἄτοπον· οὐ γὰρ ὁρῶμεν ὅτι ἡ τυχοῦσα μῖξις τὸ τυχὸν ποιεῖ, ἀλλ’ ὥρισται ἑκάστου εἴδους ὁ λόγος τῆς μίξεως. εἰ δὲ τῆς κατὰ λόγον, ὅπερ καὶ εὔλογον, εἰ καὶ οὔτε εἶπεν ὁ Ἐμπεδοκλῆς τοῦτο οὔτε ἐκ τῶν εἰρημένων αὐτῷ ἔστι συλλογίσασθαι, ἔδει αὐτὸν εἰπεῖν τίς αὕτη καὶ τίνα φύσιν ἔχουσα· οὐ γὰρ ἀρκεῖ φιλίαν εἰπεῖν, ἀλλὰ δεῖ προσθεῖναι καὶ τί ποτέ ἐστιν ἡ φιλία. ταῦτα μὲν οὖν ἁρμόζει λέγειν πρὸς Ἐμπεδοκλέα· τὴν δὲ διαίρεσιν οὐχ οὕτω πεποίηται ὁ Ἀριστοτέλης, ὥσπερ εἰρήκαμεν· κάλλιον δὲ οὕτως ἔχει. ταῦτα οὖν ἐν παρεκβάσει εἰπὼν πρὸς τὸν Ἐμπεδοκλέα ἐπανέρχεται εἰς τὸν περὶ τῆς ἁρμονίας λόγον.

“人们也可以向恩培多克勒提出这一要求。” 在通过表明无论我们假定谐音属于哪一种形式——不论是根据混合还是根据结合——都会随之产生许多荒谬之处,从而驳倒了那些主张灵魂是谐音的人之后,他根据所谈论的内容,理所当然地宛如插话般向恩培多克勒提出了诘难,因为恩培多克勒本人也曾说过动物各部分的形相是由元素的混和而生成的。因为他曾说,元素的这种比例产生肌肉,那种比例产生骨骼,另一种比例产生别的东西。而在接下来的部分中,亚里士多德还将引用他的一段话,那段话正试图说明在每个部分中元素混和的比例是什么。因此,既然他曾说各部分的形相是混和的比例,而灵魂也是整个动物的形相,那么亚里士多德理所当然地探究:灵魂本身究竟也是那些混合之物的比例(整个动物即由这些混合之物构成),还是作为某种异于比例的东西而产生于混合之物中?因为如果灵魂是混合之物的比例,他怎么又说“我们以土见土”呢?因为元素并不是比例。此外,正如他先前所说,既然比例有很多,那么在动物中,更确切地说在每一个部分中,就会存在许多灵魂。但如果灵魂作为异于比例的某种东西而产生于混合之物中,它是什么,又是如何产生于其中的呢?并且他又怎么会再次说“我们以土见土”呢?而如果灵魂就是元素,为什么在其他形相(即骨骼、肌肉及类似事物)上,他归咎为原因的不是元素而是比例,而在灵魂上却将原因归于元素本身呢?因为如果形相优于质料,而元素是动物各部分的质料,比例是形相,那么元素混和的比例就优于元素;以至于较劣的形相(我指的是骨骼、肌肉及类似事物)将由较优者生成(我指的正是混和的比例),或者说它们本身就是比例,而较优的形相即灵魂却由较劣者生成(我指的是质料,因为对于其他形相而言这些就是质料);因此较优之物将由较劣之物生成,这是荒谬的。再者,既然恩培多克勒还曾说“爱”是元素调和的原因,亚里士多德也顺理成章地对“爱”提出了诘难。因为“爱”要么与混合相同(仿佛混合就是“爱”),要么与之相异;如果与之相异,它要么是偶然混合的原因,要么是按比例的混合的原因。因此,如果它与混合相同,那么混合的原因又是什么呢?因为正如柏拉图所说,没有原因就具有生成是无论如何都不可能的。如果它与之相异,它是何种混合的原因呢?如果它是偶然混合的原因,那么形相——不仅这些受生之物,甚至神圣之物——就将从偶然的混合中产生,这是荒谬的;因为我们并没有看到偶然的混合制造出任意之物,相反,每种形相的混合比例都是被规定好的。如果它是按比例的混合的原因(这固然合情合理,尽管恩培多克勒既没有这样说,也无法从他的言论中推论出这一点),他就应当说明这究竟是什么、具有何种本性;因为仅仅说出“爱”是不够的,还必须补充说明“爱”究竟是什么。这些便是针对恩培多克勒适于提出的说法;然而亚里士多德并没有像我们所说的那样作出划分,但这样划分更为优越。因此,在插话中对恩培多克勒陈述了这些之后,他又回到了关于谐音的论述中。

语法注2 条
  1. 1.147τῷ δεῖξαι ὅτι οἷον δή ποτε εἶδος τῆς ἁρμονίας ὑποθώμεθα, τό τε κατὰ κρᾶσιν καὶ τὸ κατὰ σύνθεσιν, ἄτοπα πολλὰ ἕψεται

    无介词的手段与格带冠词不定词短语(τῷ δεῖξαι)修饰分词 Ἐλέγξας,其后引出 ὅτι 宾语从句。从句内部由带有虚拟式 ὑποθώμεθα 的泛指关系分句(οἷον δή ποτε...)充当条件从句功能,导向主要动词 ἕψεται。

  2. 1.147οὐ τὰ στοιχεῖα ἀλλὰ τὸν λόγον ᾐτιάσατο

    动词 αἰτιάομαι 通常意为“指责、归咎”,但在此处作为直接源自名词 αἰτία(原因)的哲学专门用法,支配直接宾格(τὸν λόγον, τὰ στοιχεῖα),意为“将……作为原因”或“把原因归于……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:149.33-151.6