← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§148.29-149.32

驳灵魂为身体部分的结合或混合比例说

菲洛波庞注疏了亚里士多德驳斥将灵魂视为身体部分的结合(408a9)或混合的比例(408a13)的段落。他阐明,若主张前一种观点,则身体的各个器官与部分都将产生无数灵魂;若主张后一种观点,亦会导致各同质部分都具有多个灵魂,并荒谬地使低下的物质元素成为高贵灵魂能力的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.145

" Οὐδέτερον μὲν οὖν εὔλογον, ἡ δὲ σύνθεσις τῶν τοῦ σώματος μερῶν λίαν εὐεξέταστος." Οὔτε σύνθεσίν φησιν οὔτε μῖξιν εὔλογον ποιεῖν τὴν ψυχήν, ἥκιστα δὲ μᾶλλον σύνθεσιν·1 λίαν γὰρ εὐέλεγκτος ὁ λόγος. εἰ γὰρ ἡ τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὴν ψυχήν, ἐπειδὴ καθ’ ἕκαστον μόριον τῶν ὀργανικῶν σύνθεσίς ἐστι τῶν ὁμοιομερῶν (καὶ γὰρ καὶ ἡ χεὶρ ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ τῶν λοιπῶν ὁμοίως, καὶ ὁ ποὺς καὶ ἡ κεφαλὴ καὶ τὰ λοιπὰ πάντα) καθ’ ἕκαστον μόριον ἂν εἴη ψυχή· εἰ γὰρ ἡ σύνθεσις ἁπλῶς ψυχή, ἕκαστον δὲ μόριον ἄλλο ἄλλως σύγκειται, καὶ ψυχὴν ἂν ἔχοι. καὶ ἕκαστον δὲ πολλάς· ἄλλως γὰρ ἡ πᾶσα χεὶρ ἥρμοσται καὶ ἄλλως τὰ τῆς χειρὸς μόρια, δάκτυλοι ἤ τι ἄλλο· καὶ ἐν ἑκάστῳ ἄρα μορίῳ πολλαὶ ψυχαί, ὅπερ ἄλογον. οὐκ ἄρα σύνθεσις ἡ ψυχή. εἰ γὰρ μόριον μηδὲν τῆς ψυχῆς ἐφαρμόζει συνθέσει τινὶ τοῦ σώματος (ἐκ ποίας γὰρ συνθέσεως ὁ νοῦς ἢ ἡ αἴσθησις;) οὐδὲ ἡ ὅλη ἄρα τῇ ὅλῃ συνθέσει· ἐκ γὰρ τῆς τῶν καθ’ ἕκαστα συνθέσεως ἡ ὅλη σύνθεσις. κατὰ ποίαν γοῦν σύνθεσιν καὶ ποίου μορίου ἑκάστη δύναμις ψυχῆς γίνεται, χαλεπὸν καὶ πλάσαι, ὡς αὐτός φησι. πολλαὶ δὲ αἱ συνθέσεις τῶν μερῶν καὶ πολλαχῶς, πολλαὶ μὲν ἐπειδὴ καὶ πολλὰ τὰ μέλη, πολλαχῶς δὲ ἐπειδὴ ἄλλο ἄλλως τὴν τῶν ὁμοιομερῶν σύνθεσιν ἔχει.

“因此两者都说不通,但身体各部分的结合是极易考察的。” 他说,无论将灵魂设想为结合还是混和,都是不合理的,而尤其是设想为结合更是如此;因为这一论点极易被驳倒。因为如果同质部分的结合产生灵魂,既然在器质部分的每一个部分中都存在同质部分的结合(因为手同样由骨骼、肌腱、肌肉及其他成分构成,脚、头以及所有其他部分亦然),那么在每一个部分中都将存在灵魂;因为如果结合单单就是灵魂,而每一个部分又以不同的方式结合而成,那么它也将具有灵魂。甚至每一个部分都将具有多个灵魂;因为整只手的调和方式是一回事,而手的各部分如手指或别的部位的调和方式又是另一回事;因此在每一个部分中都会有多个灵魂,这是不合情理的。因此灵魂不是结合。因为如果灵魂的任何部分都无法与身体的某种结合相符合(毕竟理智或感觉是从何种结合中产生的呢?),那么整个灵魂也就不能与整个结合相符合;因为整体的结合乃是由各个部分的结合构成的。总之,正如他本人所言,各个灵魂能力是按照何种结合、以及何种部分的结合而生成的,甚至凭空捏造都是困难的。“各部分的结合既多且多式多样”:说“多”,是因为肢体众多;说“多式多样”,是因为各部分具有同质部分结合的方式互不相同。

§1.146

"Ὁμοίως δὲ ἄπορον καὶ τὸ λόγον εἶναι τῶν μίξεων τὴν ψυχήν." Καὶ κατὰ τὸ ἕτερον, φησί, σημαινόμενον τῆς ἁρμονίας ἄτοπον τὴν ψυχὴν ἁρμονίαν λέγειν. ἐπεὶ γὰρ πολλοὶ λόγοι κράσεων ἐν τῷ σώματι κατὰ τὰ ὁμοιομερῆ (τὰ μὲν γὰρ στοιχεῖα τὰ αὐτά, λόγος δὲ τῆς κράσεως τούτων ἄλλος μέν ἐστιν ἐπ’ ὀστοῦ, ἄλλος ἐπὶ σαρκός, ἐπὶ αἵματος ἄλλος καὶ ἐπὶ τῶν λοιπῶν ὁμοιομερῶν) ἀνάγκη πολλὰς ἔχειν κατὰ τοῦτον τὸν λόγον ψυχάς, εἴ γε ἡ μὲν κρᾶσις ἁρμονία, ἡ ἁρμονία δὲ ψυχή, πολλαὶ δὲ αἱ κράσεις τῶν μορίων τοῦ σώματος. εἰ δέ τις λέγοι ὅτι οὐχ ἁπλῶς τὴν τυχοῦσαν σύνθεσιν ἤτοι ἁρμονίαν ἔλεγον ψυχὴν οὐδὲ τὴν τοῦδε τοῦ μορίου, ἀλλὰ τὴν τοῦ παντὸς σύνθεσιν καὶ ἁρμονίαν τοῦτο εἶναι ψυχήν, φαμὲν ὅτι μάλιστα μὲν ὡς ἁπλῶς λεγόντων αὐτῶν ἁρμονίαν καὶ μὴ προσδιοριζομένων ὁ λόγος εἴρηται, ἔπειτα εἰ καὶ τοῦτόν τις τὸν λόγον ἐλέγξει, οἵ γε ἄλλοι ἀνέλεγκτοί εἰσιν. ἐπὶ πᾶσι δὲ ἐροῦμεν ὅτι εἰ ἁρμονία ἡ ψυχή, τὰ ἄνω κάτω ποιήσουσιν.2 ἔσονται γὰρ τὰ ἄψυχα ψυχῶν αἴτια, τὰ ἄλογα λόγου, τὰ ἀναίσθητα αἰσθήσεως, ὅπερ ἄτοπον τὰ χείρονα τῶν κρειττόνων λέγειν αἴτια εἶναι.

“同样,灵魂是混合的比例也是成问题的。” 他说,按照谐音的另一种涵义,说灵魂是谐音同样是荒谬的。因为既然按照同质部分在身体中存在许多种混合的比例(因为元素虽然相同,但这些元素的混合比例在骨骼中是一种,在肌肉中是另一种,在血液中又是另一种,在其他同质部分中亦各不相同),如果混合是谐音,谐音是灵魂,并且身体各部分的混合是众多的,那么按照这种说法必然就会有多个灵魂。但如果有人说,他们并非单纯将任意偶然的结合或谐音、亦非将某一部分的结合与谐音说成是灵魂,而是指整体的结合与谐音才是灵魂,那么我们要说:首先,这一论证主要是针对他们单纯谈论谐音而未加限定而发;其次,即便有人能反驳这一论证,其余的论证无论如何也是无可辩驳的。而在这一切之上我们还要说,如果灵魂是谐音,他们就会把一切都颠倒过来。因为无灵魂之物将成为灵魂的原因,无理性之物将成为理性的原因,无感觉之物将成为感觉的原因,而说较劣的事物是较优事物的原因乃是荒谬的。

语法注2 条
  1. 1.145ἥκιστα δὲ μᾶλλον σύνθεσιν

    ἥκιστα 与 μᾶλλον 叠用。承接前文“将灵魂设想为结合或混和都是不合理的”,表达强化否定,意为“而尤其是设想为结合则更说不通”。

  2. 1.146τὰ ἄνω κάτω ποιήσουσιν

    成语表达 τὰ ἄνω κάτω ποιεῖν,意为“颠倒黑白”、“颠倒上下”。后文具体解释了这一荒谬之处,即较低下的无生命因素(ἄψυχα, ἄλογα, ἀναίσθητα)反而成了更高级能力(ψυχή, λόγος, αἴσθησις)的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:148.29-149.32