← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§147.6-148.28

对谐音说的第三与第四个反驳及两种涵义

斐洛庞奴斯阐释了亚里士多德证明灵魂不是谐音的第三和第四个论据(与健康的对比,以及无法将灵魂机能归属于谐音或比例),并分析了谐音的两种涵义(物体的并置结合与混合物的数量比例)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142

" Ἁρμόζει δὲ μᾶλλον κατὰ ὑγιείας λέγειν ἁρμονίαν, καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, ἢ κατὰ ψυχῆς." Τοῦτο τρίτον ἐπιχείρημα· ἔστι δὲ τὸ δεύτερον τῶν ἐν τῷ Εὐδήμῳ. ὅτι δὲ ἁρμονία ἡ ὑγίεια, ἔδειξεν ἐν ἐκείνοις ἐκ τοῦ ἐναντίου τῆς νόσου· εἴπομεν δὲ ἀνωτέρω τὴν ἀγωγὴν τοῦ συλλογισμοῦ.

“然而,说谐音属于健康,并且总的来说属于身体的德性,比起说它属于灵魂更为合适。” 这是第三个论据;也是《欧德谟》中论据的第二个。至于健康是谐音,他在那部著作中从其对立面即疾病证明了这一点;我们在上面已经说明了该三段论的推演过程。

§1.143

"Φανερώτατον δ’ εἴ τις ἀποδιδόναι πειραθείη τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἁρμονίᾳ τινί." Φανερῶς, φησίν, ἄτοπος ὁ λόγος φανεῖται ὁ λέγων τὴν ψυχὴν ἁρμονίαν εἶναι, ἐὰν πειραθῶμεν ἕκαστον τῶν ἔργων ἢ παθημάτων τῆς ψυχῆς ἁρμονίᾳ τινὶ ἐπαναθεῖναι. εἰ γὰρ ἡ ψυχὴ ἁρμονία, καὶ τὰ ἔργα ἢ τὰ πάθη αὐτῆς ἁρμονία ἔσται, ὥσπερ οὖν καὶ τῆς ἁπλῶς ἁρμονίας τὰ μέρη ἢ τὰ εἴδη καὶ αὐτὰ ἁρμονίαι εἰσί. ποία οὖν ἁρμονία ὁ θυμὸς ἢ ἡ ἐπιθυμία ἢ ἡ αἴσθησις ἢ τὰ λοιπά; πότερον Λύδιος ἢ Φρύγιος ἢ Ἰάστιος ἢ τις ἄλλη; εἰ δὲ μηδὲν τούτων ἁρμονία, οὐδὲ ἡ ψυχὴ ἐξ ἧς ταῦτα. τοῦτο οὖν τέταρτον ἐπιχείρημα. ἔχει δὲ ὁ συλλογισμὸς οὕτως· εἰ ἡ ψυχὴ ἁρμονία, τῆς δὲ ἁρμονίας εἴδη Λύδιος, Φρύγιος καὶ αἱ λοιπαί, τούτων ἄρα τις ἡ ψυχή· ἀλλὰ μὴν τοῦτο ἄτοπον· οὐκ ἄρα ἁρμονία ἡ ψυχή. ἀλλὰ πάλιν πρὸς τοῦτο εἴποιεν ἄν ὅτι ἁρμονίαν οὐ τὴν ἐν ταῖς χορδαῖς φαμεν εἶναι τὴν ψυχήν, ἀλλὰ λόγον τινὰ τοιόνδε τῶν συγκειμένων ἢ τῶν κεκραμένων· οὐδὲ γὰρ ἡ τοῦ σώματος ἁρμονία ἢ τῶν στοιχείων κατὰ τὰς δυνάμεις ἢ τῶν ὀργανικῶν κατὰ τὴν σύνθεσιν ἢ Λύδιος ἢ Φρύγιός ἐστιν ἁρμονία. μήποτε οὖν οὐδὲ εἰς τοῦτο ἀπάγει ὁ Ἀριστοτέλης τὸν λόγον,1 ἀλλὰ τὸ ἁρμονίᾳ τινὶ τουτέστι τῇ κατὰ τόνδε ἢ τόνδε τὸν λόγον τῶν ἡρμοσμένων, οὐ μὴν Λυδίῳ ἢ Φρυγίῳ, ἀλλὰ τοῦτο τῶν ἐξηγουμένων ἐστίν. ὅτι δ’ οὐχ οἷόν τε ἁρμονίᾳ τινὶ τῶν τοῦ σώματος ἀποδιδόναι τὰ τῆς ψυχῆς ἔργα καὶ πάθη, δῆλον δι’ αὐτῆς τῆς ἐξόδου· τὸ γὰρ λέγειν τὸν νοῦν μὲν διπλασίονα, εἰ τύχοι, τῶν κεκραμένων εἶναι λόγον, τὴν δὲ αἴσθησιν, εἰ τύχοι, τὸν ἡμιόλιον, ἀλλὰ καὶ ἄλλον λόγον ἄλλην τινὰ δύναμιν, καταγέλαστον καὶ οὐδὲ πλάσασθαι τὸ τοιοῦτον εὐχερές.

“而如果有人试图将灵魂的情感与功能归属于某种谐音,这一点将是最为明白的。” 他说,如果我们试图将灵魂的每一项功能或情感归属于某种谐音,那么主张灵魂是谐音的论述将显然显出是荒谬的。因为如果灵魂是谐音,那么它的功能或情感也将是谐音,正如单纯的谐音的部分或种类本身也是谐音一样。那么,血气、欲望、感觉或其他东西究竟是哪一种谐音呢?是吕底亚调、弗里吉亚调、爱奥尼亚调,还是其他某种调?如果这些没有一个构成谐音,那么产生这些的灵魂也不是谐音。因此这是第四个论据。其三段论如下:“如果灵魂是谐音,而谐音的种类是吕底亚调、弗里吉亚调及其他种类,那么灵魂便是这些之中的某一种;但这显然是荒谬的;因此灵魂不是谐音。”然而针对这一点他们或许又会说,我们所说的灵魂并不是琴弦中的谐音,而是被组合之物或被混和之物的某种这样的比例;因为身体的谐音,无论是元素按照其能力的谐音,还是器官按照其结合的谐音,都不是吕底亚调或弗里吉亚调的谐音。难道亚里士多德甚至根本没有把论述归结到这一点上,而“某种谐音”指的乃是按照被调和之物的这种或那种比例而言的,绝非指吕底亚调或弗里吉亚调,而这乃是解释者们所作的发挥吗?然而,不可能将灵魂的功能和情感归属于身体事物的某种谐音,这一点通过其推演结果本身就是显而易见的;因为如果说理智恰好是被混和之物的二倍比例,而感觉恰好是一倍半比例,另一种能力又是另一种比例,这是可笑的,甚至编造这样的事情也绝非易事。

§1.144

"Ἔτι δὲ ἐπεὶ λέγομεν τὴν ἁρμονίαν εἰς δύο βλέποντες." Ἐν τῷ πρώτῳ συλλογισμῷ εἶπεν ὅτι ἡ ἁρμονία λόγος ἐστὶ τῶν μιχθέντων ἢ σύνθεσις, ἡ δὲ ψυχὴ οὐδέτερον τούτων. πόθεν οὖν τούτων ὅτι οὐδὲν ἡ ψυχή; ἐκεῖ μὲν ἀναποδείκτως ἔλαβεν, ἐνταῦθα δὲ λοιπὸν δείκνυσι. λέγομεν γὰρ τὴν ἁρμονίαν, φησί, διχῶς· καὶ κατὰ πρῶτον μὲν λόγον τὴν σύνθεσιν τῶν σωμάτων, ὅταν οὕτω παρατεθῇ, ὡς μηδὲν συγγενὲς αὐτῶν σῶμα δύνασθαι μεταξὺ ἐμβληθῆναι, οἷον ὅταν οὕτως ἀκριβῶς συντεθῶσιν οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, ὡς μὴ δύνασθαι ἄλλον ἐμβληθῆναι μεταξὺ λίθον ἢ ξύλον ἤ τι τῶν συγγενῶν καὶ βαρέων σωμάτων, ἡρμόσθαι λέγομεν τοὺς λίθους, καὶ ἁρμονίαν τὴν τούτων σύνθεσιν. προσέθηκε δὲ τῶν συγγενῶν, ἐπειδὴ ἀέρα δυνατὸν μὲν εἶναι μεταξὺ τῶν ἡρμοσμένων ἢ κόλλαν ἤ τι τοιοῦτον. ἐκ δὲ τούτων, φησί, μεταφέρομεν τὸ τῆς ἁρμονίας ὄνομα καὶ ἐπὶ τὸν λόγον τῶν μεμιγμένων, οἷον ἔν τε τοῖς κεκραμένοις καὶ ἐν τοῖς κατὰ μουσικήν· τὸν γὰρ λόγον τῶν μιχθέντων τὸν ἡμιόλιον ἢ τὸν ἐπίτριτον ἤ τινα ἄλλον λέγομεν ἐκ τῶν συνθέτων κατὰ μεταφορὰν ἁρμονίαν. διὰ τί δὲ εἰπὼν κυριώτατα μὲν τῶν μεγεθῶν ἐπήγαγεν ἐν τοῖς ἔχουσι κίνησιν καὶ θέσιν; πρὸς ἀντιδιαστολὴν τῶν μαθηματικῶν· μεγέθη γὰρ καὶ ταῦτα, ἀλλ’ οὔτε κίνησιν ἔχοντα οὔτε θέσιν, ἐπειδὴ μηδὲ ὑπόστασιν· ἐν γὰρ τῇ ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει. καὶ κίνησιν μέν, ἵνα ἀντιδιαστείλῃ τὰ φυσικὰ σώματα τῶν μαθηματικῶν, θέσιν δέ, ἵνα καὶ τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα τὰ φυσικὰ πρὸς τὰ μαθηματικὰ ἀντιδιαστείλῃ· θέσιν γὰρ ταῦτα, τὰ φυσικὰ λέγω, εἰ καὶ μὴ κίνησιν ἔχει. διὰ τί δὲ κατὰ πρῶτον λόγον τὴν ἁρμονίαν ἐπὶ τῆς παραθέσεώς φησι θεωρεῖσθαι; λέγω ὡς γνωριμωτέρας ἡμῖν οὔσης,2 ἐπεὶ καὶ ἐν Κατηγορίαις κυριώτατα καὶ πρώτως καὶ μάλιστα τὴν ἄτομόν φησιν εἶναι οὐσίαν [ἢ] ὡς μᾶλλον ἡμῖν συνεγνωσμένην.

“再者,既然我们是从两个方面来看待而谈论谐音的。” 在第一个三段论中他说,谐音是被混合之物的比例或结合,而灵魂两者皆非。那么,从何处看出灵魂不是这其中的任何一个呢?在那里他是未经证明而作为前提采纳的,在这里他接着予以证明。他说,因为我们以两种方式谈论谐音:在第一种意义上,是指物体的结合,当它们被如此并置以至于没有任何与它们同类的物体能够插入其间时——正如构成房屋的石头被如此精确地组合在一起,以至于不能有另一块石头或木头或任何同类的沉重物体能够插入其间时,我们便说石头被调和了,并将它们的结合称为谐音。他之所以补充说“同类的”,是因为在被调和之物之间有可能存在空气或胶水或诸如此类的东西。他说,从这些[物体上的结合]出发,我们也将谐音这一名称转用到被混合之物的比例上,例如在被混和之物中以及在音乐事物中;因为我们从复合事物出发,通过隐喻将被混合之物的比例——无论是一倍半还是一又三分之一倍或其他某种比例——称为谐音。但是,在说了“最本原的意义上属于大小”之后,他为什么又加上了“在具有运动和位置的事物中”呢?是为了与数学对象相区别;因为这些也是大小,但既不具有运动也不具有位置,因为它们甚至没有实体性的存在;因为它们仅在思维中拥有存在。加上“运动”,是为了将自然物体与数学对象相区别;加上“位置”,则是为了将自然的线与面同数学的线与面相区别;因为这些——我指的是自然界中的线和面——纵使没有运动,却具有位置。可是,为什么他说在第一种意义上谐音被看作在并置中呢?我说,是因为它对我们而言更为可知;因为在《范畴篇》中,他也说个体最本原、最初且最首要地是实体,这是因为它对我们而言是更为熟知的。

语法注2 条
  1. 1.143μήποτε οὖν οὐδὲ εἰς τοῦτο ἀπάγει ὁ Ἀριστοτέλης τὸν λόγον

    在后古典希腊语散文中,μήποτε 作为副词性短语,常用来表达审慎的断言或推测(“难道不是……”、“或许……不”)。此处用以谨慎地纠正早期解释者引入音乐调式(吕底亚调、弗里吉亚调)的做法,指出亚里士多德的原意更可能是指身体混合物的比例。

  2. 1.144λέγω ὡς γνωριμωτέρας ἡμῖν οὔσης

    紧接在 λέγω(“我说”)之后的 ὡς 引导属格独立结构(γνωριμωτέρας ἡμῖν οὔσης),充当对前文疑问(“为什么说在第一种意义上……”)的解答与理由陈述,ὡς 强调这是给出解释的立论依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:147.6-148.28