← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§145.11-147.5

谐音说的逻辑缺陷与前两条反驳

斐洛庞诺斯解释了灵魂谐音说为何具有说服力以及亚里士多德如何在公开著作中对其进行审查,指出了该学说提倡者推论形式上的缺陷,并解析了前两条反驳:灵魂既非比例亦非组合,且谐音不具备推动其载体的能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.137

" Πιθανὴ μὲν πολλοῖς οὐδὲ μιᾶς ἥττων τῶν εἰρημένων." Ὅτι μὲν οὖν πιθανὴ ἡ δόξα ἡ λέγουσα τὴν ψυχὴν ἁρμονίαν εἶναι τοῦ σώματος, νῦν ἁπλῶς τίθησιν, ὕστερον δὲ μετὰ τὰς πρὸς αὐτὴν ἀντιλογίας καὶ διὰ † πιθανῆς δόξης ἐντίθησιν. καὶ ὁ ἐν τῷ Φαίδωνι δὲ Σιμμίας φησὶν ὡς οὐδὲν οὕτως αὐτῷ περὶ ψυχῆς πιθανὸς φαίνοιτο λόγος ὡς ὁ λέγων αὐτὴν ἁρμονίαν.

“对许多人而言是可信的,且不亚于所提到的任何一种。” 主张灵魂是身体之谐音的观点是可信的,这一点他现在只是断然提出,而在稍后针对该观点的反驳之后,他还通过可信的意见来加以阐明。在《斐多篇》中的西米亚斯也说,关于灵魂,没有任何论述在他看来像说它是谐音的论述那样可信。

§1.138

"Λόγους δὲ ὥσπερ εὐθύνας δεδωκυῖα τοῖς ἐν κοινῷ λεγομένοις λόγοις." Εἰ καὶ πιθανή, φησίν, ἡ δόξα, ἀλλ’ οὖν λόγους δέδωκεν ὥσπερ εὐθύνας, τουτέστιν εἰς λόγους ἐλθοῦσα ηὐθύνθη καὶ ἐξηλέγχθη ὡς ψευδὴς οὖσα. εἶτα προστίθησι καὶ ποῦ τὰς εὐθύνας ἔδωκεν, ἐν τοῖς ἐν κοινῷ, φησί, λεγομένοις λόγοις.1 λέγοι δ’ ἂν ἢ τὰς ἀγράφους αὑτοῦ συνουσίας πρὸς τοὺς ἑταίρους ἢ τὰ ἐξωτερικὰ συγγράμματα, ὧν εἰσι καὶ οἱ διάλογοι, ὧν ὁ Εὔδημος, ἅπερ διὰ τοῦτο ἐξωτερικὰ κέκληται, ὅτι οὐ πρὸς τοὺς γνησίους ἀκροατὰς ἐγράφη, ἀλλ’ εἰς τὴν κοινὴν καὶ τὴν τῶν πολλῶν ὠφέλειαν.

“然而,在公开讲说的论述中,正如接受账目审查那样,它已经作出了交代。” 他说,即使这个观点是可信的,但它终究如同接受审查一般交出了账目,也就是说,一进入论证便受到了审查,并被揭露为虚妄。随后他又补充了在哪里交出了审查:他说,是在公开讲说的论述中。他所说的可能指他与同伴们未见诸文字的交谈,或者指公开出版的著作,其中也包括对话录,而《欧德谟》就是其中之一;这些著作之所以被称为公开著作,是因为它们不是为真正的听众写的,而是为了公众和大众的益处而写的。

§1.139

"Καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν ἐναντίων εἶναι, καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων." Ἐκθέμενος τὴν δόξαν αὐτῶν ὅτι ἁρμονίαν ἔλεγον τὴν ψυχήν, τίθησι καὶ τὸν λόγον δι’ οὗ τοῦτο κατασκευάζειν ἐπεχείρουν. ἔστι δ’ ὁ συλλογισμὸς τοιοῦτος· ἡ ἁρμονία ἐξ ἐναντίων σύγκειται· καὶ τὸ ἔμψυχον δὲ σῶμα ἐξ ἐναντίων σύγκειται, τῶν τεσσάρων στοιχείων δηλονότι, ξηροῦ, ὑγροῦ, ψυχροῦ, θερμοῦ, τὸ ἄρα ἔμψυχον σῶμα ἁρμονία ἐστί. τὸ μὲν οὖν ἐξ ἐναντίων συγκεῖσθαι τὴν ἁρμονίαν ἀληθές· ἔστι γὰρ ἡ ἁρμονία κατὰ τοὺς Πυθαγορείους πολυμιγέων καὶ διχᾶ φρονεόντων ἕνωσις· τὸ μέντοι τὸ ἔμψυχον σῶμα ἐξ ἐναντίων συγκεῖσθαι οὐ καθόλου ἀληθές· τὰ γὰρ οὐράνια ἔμψυχα ὄντα οὐκ ἐξ ἐναντίων σύγκειται· ἔστι γὰρ ἁπλᾶ. ἄλλως γε καὶ ἀσυλλόγιστός ἐστιν ἡ συμπλοκὴ τοῦ συλλογισμοῦ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν οὖσα.2 πρὸς δὲ τούτοις καὶ εἰ συλλογιστικὴ ἦν, οὐ συνάγει ὅτι ἡ ψυχὴ ἁρμονία ἐστίν, ἀλλ’ ὅτι τὸ σῶμα. κρᾶσιν δὲ καὶ σύνθεσιν εἶπεν τὴν ἁρμονίαν, κρᾶσιν μὲν τῶν στοιχείων· λέγομεν γὰρ καλῶς ἡρμόσθαι τήνδε τοῦ οἴνου καὶ τοῦ ὕδατος μῖξιν. λέγομεν δὲ καὶ ἐπὶ παραθέσεως τὴν ἁρμονίαν· φαμὲν γὰρ καλῶς ἡρμόσθαι τὴν θύραν· ἣν σύνθεσιν ἐκάλεσε, λέγω δὲ τὴν παράθεσιν· ὅταν γὰρ οὕτω συγκέωνται αἱ σανίδες ὡς μηδὲν συγγενὲς παρεκδέχεσθαι, καλῶς ἡρμόσθαι φαμὲν τὴν θύραν.

“因为他们说,谐音是相反者的调和与组合,而身体也是由相反者构成的。” 在阐述了他们说灵魂是谐音这一观点之后,他也给出了他们借以试图论证这一点的论述。其三段论是这样的:“谐音由相反者构成;而具魂的身体也由相反者构成,显而易见是由四大元素,即干、湿、冷、热构成;因此具魂的身体是谐音。”谐音由相反者构成,这确实是真的;因为根据毕达哥拉斯派的说法,谐音是多样混杂且异心之物的统一;然而具魂的身体由相反者构成,却并非全称地为真;因为属天的天体虽然具魂,却不是由相反者构成的;因为它们是单纯的。此外,第二格中由两个肯定命题构成的三段论结合也是无法得出结论的。除这些之外,即使它合乎推论形式,它得出的也不是灵魂是谐音,而是身体是谐音。他把谐音称为“调和与组合”,元素之间的被称为调和——因为我们说酒和水的这种混合被“很好地调和了”;我们也在并置的情形下谈论谐音——因为我们说门被“很好地调和了[严丝合缝]”;他称之为组合的,我指的是并置;因为当木板被组合得使得彼此之间不容纳任何亲缘之物介入时,我们就说门被很好地调和了。

§1.140

"Καίτοι γε ἡ μὲν ἁρμονία λόγος τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις, τὴν δὲ ψυχὴν οὐδέτερον οἷόν τε τούτων εἶναι." Ἐντεῦθεν οἱ ἔλεγχοι, καὶ τοῦτο τῶν τεσσάρων ἐπιχειρημάτων τὸ πρῶτον. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· ἡ ἁρμονία λόγος ἐστὶν ἢ σύνθεσις τῶν μιχθέντων, ἡ δὲ ψυχὴ οὔτε λόγος ἐστὶν οὔτε σύνθεσις, ἡ ψυχὴ οὐκ ἔστιν ἄρα ἁρμονία. ὅτι δὲ μήτε λόγος μήτε σύνθεσίς ἐστιν ἡ ψυχή, νῦν μὲν ὡς ἐναργὲς ἔλαβεν (ἄτοπον γὰρ τὸ σύνθεσιν ἢ λόγον τὴν ψυχὴν λέγειν, οἷον διπλασίονα ἢ ἡμιόλιον ἤ τινα ἄλλον, ἢ πάλιν σύνθεσιν, ἥτις ἐστὶ παράθεσις σωμάτων· οὐσία γάρ ἐστιν ἡ ψυχή, τούτων δὲ οὐδέτερον οὐσία), ὕστερον μέντοι αὐτὸ καὶ δείκνυσι προελθών.

“然而,谐音是混合之物的某种比例或组合,而灵魂绝不可能是这两者中的任何一个。” 从这里开始是反驳,这是四个论据中的第一个。其推论如下:“谐音是混合之物的比例或组合;灵魂既非比例亦非组合;因此灵魂不是谐音。”至于灵魂既非比例亦非组合,他现在是作为显然之事来采纳的(因为称灵魂为组合,或称其为比例——如二倍、一倍半或其他某种比例——或者又称其为组合——即物体间的并置——是荒谬的;因为灵魂是实体,而这两者都不是实体);然而随后他在往下推进时也证明了这一点。

§1.141

"Ἔτι δὲ τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας, ψυχῇ δὲ πάντες ἀπονέμουσι τοῦτο μάλιστα ὡς εἰπεῖν." Δεύτερος οὗτος συλλογισμὸς καὶ αὐτὸς ἐν δευτέρῳ σχήματι. ἡ ἁρμονία, φησίν, οὐ κινεῖ τὰ ἐξ ὧν ἐστιν· οὐ κινεῖ γὰρ τὰς χορδὰς ἡ ἁρμονία· ἡ ψυχὴ δὲ κινεῖ τὸ σῶμα οὗ ἐστι ψυχή· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. οὐδεμίαν γὰρ κίνησιν κινεῖ τὰ ὧν ἐστιν ἁρμονία ἡ ἁρμονία·3 οὔτε γὰρ κατὰ τόπον κινεῖ τὰ ἡρμοσμένα ἡ ἁρμονία (ὁ γὰρ τεχνίτης ἔξωθεν ταῦτα κινεῖ) οὔτε κατὰ τὸ ποσόν, ἀλλ’ οὐδὲ κατὰ ἀλλοίωσιν· οὐδὲ γὰρ ἡ ἁρμονία ἀλλοιοῖ τὰς χορδάς, ἀλλ’ αὐτὴ μὲν ἐπιγίνεται κινηθεισῶν ἢ ἀλλοιωθεισῶν τῶν χορδῶν, οὐ μὴν γενομένη ἀλλοιοῖ τὰ ἐν οἷς ἐστιν.

“再者,造成运动并不属于谐音,但对灵魂,所有人可以说都最主要地赋予了这一点。” 这是第二个三段论,它本身也在第二格中。“谐音”,他说,“不推动构成它的那些东西;因为谐音并不推动琴弦;而灵魂推动它是其灵魂的那个身体;因此灵魂不是谐音。”因为谐音绝不以任何运动来推动它是其谐音的那些东西;因为谐音既不在位置上推动已被调和之物(因为匠人是从外部推动它们的),亦不在数量上,甚至不在质变上推动;因为谐音并不改变琴弦,而是当琴弦被运动或被改变时,它自身才随后产生,产生之后它绝不改变它身在其中的那些东西。

语法注3 条
  1. 1.138λόγους δὲ ὥσπερ εὐθύνας δεδωκυῖα τοῖς ἐν κοινῷ λεγομένοις λόγοις

    与格短语 τοῖς ἐν κοινῷ λεγομένοις λόγοις 依附于完成时主动分词 δεδωκυῖα 所构成的惯用表达 λόγον / εὐθύνας διδόναι(“交账、接受审查”),表示提交账目审查的场合,即“在公开发表的论述中”。斐洛庞诺斯在后文的解说中用介词短语 ἐν τοῖς ἐν κοινῷ... λόγοις 回答 ποῦ(在何处),确证了这一位置格/环境格的理解。

  2. 1.139ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν οὖσα

    阴性单数主格分词 οὖσα 修饰主语 συμπλοκή(三段论的前提结合),作原因或伴随状况分词。此处陈述了形式逻辑的规则:在三段论第二格中,由两个肯定前提(ἐκ δύο καταφατικῶν)构成的组合由于中项未能周延而不能得出有效结论(ἀσυλλόγιστος)。

  3. 1.141οὐδεμίαν γὰρ κίνησιν κινεῖ τὰ ὧν ἐστιν ἁρμονία ἡ ἁρμονία

    句首的 κίνησιν 是动词 κινεῖ 的同源宾格(cognate accusative),而动词同时支配直接宾语 τὰ ὧν ἐστιν ἁρμονία(包含关系从句的实质化短语,“作为其谐音的那些事物”)。置于句末的 ἡ ἁρμονία 是全句的主语。语序发生倒装(hyperbaton),核心结构为:ἡ ἁρμονία κινεῖ [τινά] [τινα κίνησιν]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:145.11-147.5