← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§144.2-145.10

《欧德谟》篇对灵魂谐音说的反驳

菲洛波诺斯总结了关于柏拉图与伊壁鸠鲁推论的比照,为柏拉图的有效性作了辩护;随后介绍了亚里士多德在早期对话《欧德谟》中反驳谐音说的两个论证(无相反者、灵魂非健康或美),并导向《论灵魂》正文中的四个反驳论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.136#3

τοῦτο γὰρ τὸ ἐγλυκασμένον σῶμα σημαίνει, ὥσπερ καὶ τὸ ἡρμοσμένον, ἡ μέντοι ἁρμονία ἁπλοῦν τί ἐστιν ὡς καὶ ἡ γλυκύτης· αὐτὴν γὰρ τὴν ποιότητα δηλοῖ μόνην. εἰ μὲν γὰρ τὸ ἡρμοσμένον λάβωμεν, προσθήκης δεόμεθα· πᾶν γὰρ τὸ ἡρμοσμένον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, καθὸ ἥρμοσται· ἂν μέντοι τὴν ἁρμονίαν, οὐκέτι. ἡ ἁρμονία οὖν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ δὲ ψυχή, καθὸ ψυχή ἐστιν, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· δεῖ γὰρ προσκεῖσθαι τῇ ψυχῇ τὸ καθὸ ψυχή, δι’ ἅπερ εἴπομεν· ἡ ψυχὴ ἄρα, καθὸ ψυχή ἐστιν, οὐκ ἔστιν ἁρμονία. οὕτω μὲν οὖν ἔστι δεῖξαι Πλάτωνα συλλογιζόμενον. Ἐπίκουρος δὲ ἐπὶ γλυκέος παραλαβὼν τὸν λόγον, οὐ γλυκύτητος·1 οὐδὲν γὰρ ἂν ψεῦδος συνήγαγεν· ἀληθὲς γὰρ ὅτι τὸ μέλι οὐκ ἔστι γλυκύτης· ἐπεὶ οὖν τὸ γλυκὺ συναμφότερόν ἐστι, δεῖται προσθήκης· οὐ γὰρ ἡ καθόλου πρότασις ἀληθὴς ἔσται. πᾶν γὰρ τὸ γλυκὺ καθὸ γλυκὺ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἁπλῶς, τὸ δὲ μέλι, καθὸ μέλι ἐστίν, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐξ ὧν οὐδὲν συνάγεται· οὐ γάρ ἐστι κοινὸς ὁ μέσος. εἰ μὲν οὖν τὸ καθὸ τόδε τοῖς κατηγορουμένοις προστεθήσεται, οὐ ληψόμεθα κοινὸν τὸν μέσον, ὥσπερ εἴρηται· εἰ δὲ τοῖς ὑποκειμένοις, οἷον καθὸ γλυκὺ τὸ γλυκὺ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, καθὸ μέλι τὸ μέλι οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, συναχθήσεται οὐκ ἔστιν ἄρα τὸ μέλι, καθὸ μέλι ἐστί, γλυκὺ καθὸ γλυκύ ἐστι· τοῦτο δὲ ἀδιανόητον. αὗται μὲν οὖν αἱ πέντε ἐπιχειρήσεις αἱ Πλάτωνος. κέχρηται δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, ὡς ἤδη εἶπον, ἐν τῷ Εὐδήμῳ τῷ διαλόγῳ δύο ἐπιχειρήσεσι ταύταις, μιᾷ μὲν οὕτως· τῇ ἁρμονίᾳ, φησίν, ἔστι τι ἐναντίον ἡ ἀναρμοστία, τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία ἐστίν. εἴποι δ’ ἄν τις πρὸς τοῦτο ὅτι τῇ ἁρμονίᾳ ἐναντίον οὐκ ἔστιν κυρίως, ἀλλὰ μᾶλλον στέρησις ἀόριστος· καὶ τῇ ψυχῇ δ’ ὡς εἴδει τινὶ οὔσῃ ἔστι τι ἀντικείμενον ἀόριστον· καὶ ὥσπερ ἐκεῖ φαμεν τὴν τοιάνδε ἀναρμοστίαν μεταβάλλειν εἰς τὴν ἁρμονίαν, οὕτω καὶ τὴν τοιάνδε στέρησιν μεταβάλλειν εἰς ψυχήν. δεύτερον δέ· τῇ ἁρμονίᾳ, φησί, τοῦ σώματος ἐναντίον ἐστὶν ἡ ἀναρμοστία τοῦ σώματος, ἀναρμοστία δὲ τοῦ ἐμψύχου σώματος νόσος καὶ ἀσθένεια καὶ αἶσχος, ὧν τὸ μὲν ἀσυμμετρία ἐστὶ τῶν στοιχείων ἡ νόσος, τὸ δὲ τῶν ὁμοιομερῶν ἡ ἀσθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ αἶσχος.2 εἰ τοίνυν ἡ ἀναρμοστία νόσος καὶ ἀσθένεια καὶ αἶσχος, ἡ ἁρμονία ἄρα ὑγεία καὶ ἰσχὺς καὶ κάλλος. ψυχὴ δὲ οὐδέν ἐστι τούτων, οὔτε ὑγίεια φημὶ οὔτε ἰσχὺς οὔτε κάλλος· ψυχὴν γὰρ εἶχεν καὶ ὁ Θερσίτης αἴσχιστος ὤν· οὐκ ἄρα ἐστὶν ἡ ψυχὴ ἁρμονία. καὶ ταῦτα μὲν ἐν ἐκείνοις· ἐνταῦθα δὲ τέσσαρσι κέχρηται ἐπιχειρήσεσιν ἀνασκευαστικαῖς τῆς δόξης ταύτης, ὧν τὸ τρίτον ἐστὶ τὸ εἰρημένον ἐν τῷ Εὐδήμῳ δεύτερον. τίνα δέ ἐστι ταῦτα, τὸ ῥητὸν ἐπιόντες εἰσόμεθα.

因为这指代的是被变甜的物体,正如“已被调和者”一样,然而谐音本身是某种单纯之物,正如甜性一样;因为它仅指示该性质本身。因为如果我们取“已被调和者”,我们就需要附加限定;因为一切已被调和者就其已被调和而言,都容许程度的高下;但如果取“谐音”,便不再需要。因此谐音容许程度的高下,而灵魂就其作为灵魂而言,并不容许程度的高下;因为由于我们说过的理由,“就其作为灵魂而言”必须被附加在灵魂上;因此灵魂就其作为灵魂而言,不是谐音。这样便可以表明柏拉图构成了有效的推论。 然而伊壁鸠鲁是就“甜的东西”而非“甜性”展开论述的;因为[若就甜性而言]他就不会得出任何虚假的结论;因为蜂蜜不是甜性乃是真实的。既然甜的东西是复合体,它就需要附加限定;否则全称前提将不为真。因为一切甜的东西就其作为甜而言,都容许程度的高下,而不是无条件地容许,而蜂蜜就其作为蜂蜜而言,则不容许程度的高下。由这些前提出发推不出任何结论;因为中项不是共通的。因此,如果把“就其作为某物而言”附加于谓项,如前所述,我们将得不到一个共通的中项;但如果附加于主项,例如“甜的东西就其作为甜而言容许程度的高下,蜂蜜就其作为蜂蜜而言不容许程度的高下”,得出的结论将是“因此蜂蜜就其作为蜂蜜而言,不是作为甜而言的甜”;但这完全是不可理解的。 这些便是柏拉图的五个论据。而亚里士多德本人,正如我已经说过的,在对话《欧德谟》中也使用了这样两个论据,其中一个是这样的:“对于谐音”,他说,“存在着某种相反者,即失调,而对于灵魂则没有任何相反者;因此灵魂不是谐音”。对此有人可能会说,严格说来谐音并没有相反者,而宁可说是一种不定限的匮乏;而对于灵魂,作为某种相,也存在某种不定限的对立者;正如在前者中我们说这种失调转变为谐音,同样这种匮乏也转变为灵魂。第二个论据是:“对于身体的谐音”,他说,“相反的是身体的失调,而具魂之身体的失调是疾病、虚弱和丑陋,其中疾病是各元素的失衡,虚弱是同质部分的失衡,丑陋则是器官性部分的失衡。既然失调是疾病、虚弱和丑陋,那么谐音便是健康、力量和美。但灵魂绝不是这些东西中的任何一个——我说它既非健康亦非力量亦非美;因为忒耳西忒斯即便最为丑陋,也拥有灵魂;因此灵魂不是谐音”。这些是他彼处[在《欧德谟》中]使用的论据;但在此处[《论灵魂》中],他使用了四个反驳这一观点的论证,其中第三个就是《欧德谟》中提到的第二个。这些究竟是什么,我们将在阅读原文时知晓。

语法注2 条
  1. 1.136Ἐπίκουρος δὲ ἐπὶ γλυκέος παραλαβὼν τὸν λόγον, οὐ γλυκύτητος·

    此处为一个缺少限定动词的破格句(破格语法)。以分词 παραλαβών 开始的句子作为解释原因的从句,紧接着与事实相反的虚拟结果从句 οὐδὲν γὰρ ἂν ψεῦδος συνήγαγεν(“因为[若就甜性而言]他就不会得出虚假的结论”)。在句意上可补出如 ἔλαβεν 或 ἥμαρτε 之类的限定动词。

  2. 1.136ὧν τὸ μὲν ἀσυμμετρία ἐστὶ τῶν στοιχείων ἡ νόσος, τὸ δὲ τῶν ὁμοιομερῶν ἡ ἀσθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ αἶσχος

    前置的关系代词属格 ὧν 是表示部分属格,指代前文的“疾病、虚弱与丑陋”。中性单数标记 τὸ μέν ... τὸ δέ ... τὸ δέ 起分配作用(“其中之一是……,另一是……,其余是……”),全句采用了述语成分置于语法主语(ἡ νόσος, ἡ ἀσθένεια, τὸ αἶσχος)之前的倒装语序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:144.2-145.10