- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:143.1-144.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯考察了伊壁鸠鲁针对柏拉图《斐多篇》第三个论证(关于程度的高下)所提出的反驳论证(关于蜂蜜与甜),在逻辑上分析了二者在第二格推论中中项的不一致性,并通过调整前提表述来维护柏拉图的论证。
οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. πρὸς τὸν τρίτον λόγον τὸν λέγοντα ‘ἡ ἁρμονία μᾶλλον καὶ ἧττόν ἐστιν ἁρμονία, ἡ δὲ ψυχὴ μᾶλλον καὶ ἧττον οὐκ ἔστι ψυχή’ (οὕτω γὰρ λαμβάνει τὰς προτάσεις ὁ Πλάτων) φέρεται παρ’ Ἐπικούρου λόγος διὰ τῶν ὁμοίων πειρώμενος αὐτὸν ἐλέγχειν. τὸ γλυκύ, φησί, τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται, τὸ μέλι τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται· οὐσία γάρ ἐστι· τὸ μέλι ἄρα οὐκ ἔστι γλυκύ, ὅπερ ἄτοπον. ἑκάτερος δὲ τῶν συλλογισμῶν ἐν δευτέρῳ σχήματι ὁμοίως δοκεῖ συμπεπλέχθαι οὐκ ἀσυλλογίστως·1 ὥστε ἀνάγκη ἢ ἀμφοτέρους ἀληθεῖς εἶναι, ἢ εἰ ψευδὴς ἐναργῶς ὁ Ἐπικούρου καὶ ἀσυλλόγιστος, τοιοῦτον εἶναι καὶ τὸν Πλάτωνος· ὁμοία γὰρ κατὰ πάντα ἡ παραβολή. ὅτι δὲ ἀσυλλόγιστοι ἀμφότεροι μάθοις ἄν, εἰ λάβοις τὸν ἐν ἑκατέρῳ συλλογισμῷ μέσον ὅρον, καὶ τέως τὸν Πλάτωνος· οὐ γὰρ εὑρήσεις τὸν αὐτὸν μέσον ὅρον ἐν ἀμφοτέραις ταῖς προτάσεσιν. ἔχει γὰρ ὁ συλλογισμὸς οὕτως· ἡ ἁρμονία μᾶλλον καὶ ἧττόν ἐστιν ἁρμονία, ἡ ψυχὴ οὐκ ἔστι μᾶλλον καὶ ἧττον ψυχή· ὥστε ἐν μὲν τῇ μείζονι κατηγορούμενός ἐστι τὸ μᾶλλον καὶ ἧττον ἁρμονίαν εἶναι,2 ἐν δὲ τῇ ἐλάττονι τὸ μᾶλλον καὶ ἧττον μὴ εἶναι ψυχήν· ὥστε οὐχ εἷς ὁ μέσος· ἀσυλλόγιστος ἄρα. ὁμοίως καὶ ἐπὶ τοῦ ἄλλου συλλογισμοῦ ὅπου μὲν εἴληπται κατηγορούμενον μᾶλλον καὶ ἧττον γλυκύ, ὅπου δὲ μᾶλλον καὶ ἧττον μέλι· ὥστε οὐχ εἷς ὁ μέσος. εἰ γὰρ καὶ δοκεῖ λαμβάνειν ἕνα μέσον ἐν ἀμφοτέραις τῷ λέγειν τὸ μέλι τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται, τὸ δὲ γλυκὺ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται (δοκεῖ γὰρ ἐν ἀμφοτέροις εἷς εἶναι ὁ κατηγορούμενος τὸ ἐπιδέχεσθαι 〈τὸ〉 μᾶλλον καὶ ἧττον), ἀλλὰ τῇ γε ἀληθείᾳ οὐκ ἔστιν εἷς· οὐ γὰρ ἁπλῶς τὸ γλυκὺ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται, ἀλλὰ καθὸ γλυκύ· οὐ γὰρ δὴ καὶ καθὸ σῶμα· ὁμοίως καὶ τὸ μέλι οὐχ ἁπλῶς οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ καθὸ μέλι, καθὸ μέντοι γλυκὺ ἐπιδέχεται. ὁμοίως καὶ ἡ ψυχὴ καθὸ ψυχὴ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ἐπεὶ κατά γε τὰ πάθη ἐπιδέχεται. δεῖ οὖν ἐν ταῖς προτάσεσι προσλαμβάνεσθαι καθ’ ὃ τὸ μὲν αὐτῶν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τὸ δὲ οὐκ ἐπιδέχεται. τούτων δὲ προστιθεμένων ἄλλος ὁ μέσος γίνεται. εἰ δὲ ἄλλος ὁ μέσος, ἀσυλλόγιστος ἡ συμπλοκή. ἔστι δὲ ἰδεῖν μὴ ὁμοίαν τὴν παραβολήν, ἀλλὰ Πλάτωνα μὲν συλλογιζόμενον, Ἐπίκουρον δὲ οὔ. λέγω γὰρ οὕτως· ἡ ἁρμονία μᾶλλον καὶ ἧττον ἐστιν ἁρμονία, ἡ ψυχὴ οὐκ ἔστι μᾶλλον καὶ ἧττον ἁρμονία, καὶ οὕτως ἕνα ποιῶ τὸν μέσον ὅρον. ἔτι δὲ σαφέστερος ἂν εἴη ὁ λόγος, ἐὰν μὴ λάβωμεν τὰς προτάσεις, ὡς ἔλαβεν αὐτὰς ὁ Πλάτων, ἀλλὰ μικρὸν μεθαρμόσωμεν. ὁ μὲν γὰρ ἔλαβεν ‘ἡ ἁρμονία μᾶλλον καὶ ἧττόν ἐστιν ἁρμονία’, ἡμεῖς δὲ λάβωμεν οὕτω ‘πᾶσα ἁρμονία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται’· ἐὰν γὰρ οὕτως εἴπωμεν, οὐ δεῖται προσθήκης τῆς καθὸ ἁρμονία· οὐ γάρ ἐστι συναμφότερον ἡ ἁρμονία οὐδὲ μεθ’ ὑποκειμένου ὥσπερ τὸ γλυκύ.3
因此灵魂不是谐音。针对那条主张“谐音或多或少是谐音,但灵魂并非或多或少是灵魂”(因为柏拉图是这样设立前提的)的第三个论证,伊壁鸠鲁提出了一个论证,试图通过相似的情形来反驳它。他说:“甜容许程度的高下,蜂蜜不容许程度的高下;因为它是实体;因此蜂蜜不是甜的”,这是荒谬的。而这两个三段论似乎同样都在第二格中构成了有效的推论;因此必然要么两者都为真,要么如果伊壁鸠鲁的论证显然是虚假且无效的,柏拉图的论证也是如此;因为这种比照在各方面都是相似的。但你可以明白两者都是推论无效的,如果你考察每个三段论中的中项,暂且先考察柏拉图的;因为你不会在两个前提中找到同一个中项。因为该三段论的形式如下:“谐音或多或少是谐音,灵魂并非或多或少是灵魂”;因此在大前提中谓项是“或多或少是谐音”,而在小前提中谓项是“并非或多或少是灵魂”;因此中项不是同一个;所以推论无效。同样在另一个三段论中,一个前提中被当作谓项的是“或多或少是甜”,另一个前提中则是“或多或少是蜂蜜”;因此中项不是同一个。因为即使他似乎通过说“蜂蜜不容许程度的高下,而甜容许程度的高下”在两个前提中设定了一个中项(因为谓项在两者中似乎都是同一个,即“容许程度的高下”),但按实情而言它并不是同一个;因为甜并非无条件地容许程度的高下,而是就其作为甜而言;因为它绝不是就其作为物体而言的;同样,蜂蜜也并非无条件地不容许程度的高下,而是就其作为蜂蜜而言,然而就其作为甜而言它是容许的。同样,灵魂就其作为灵魂而言并不容许程度的高下,尽管至少就其所受的情状而言它是容许的。因此必须在前提中附加设定它们之中一方在何方面容许程度的高下,而另一方不容许。而一旦加上这些限定,中项就变得不同了。如果中项不同,推论的前提结合便是无效的。然而也可以看到,这种比照并不相似,而是柏拉图构成了有效的三段论,而伊壁鸠鲁则没有。因为我这样表述:“谐音或多或少是谐音,灵魂并非或多或少是谐音”,这样我就使中项成为同一个。而且,如果我们不像柏拉图那样设定前提,而是稍作调整,论证就会更加明晰。因为柏拉图设定的是“谐音或多或少是谐音”,而我们不妨这样设定:“一切谐音都容许程度的高下”;因为如果我们这样表述,它就不需要加上“就其作为谐音而言”的限定;因为谐音既不是复合体,也不是像甜那样带有底层基质的事物。
- 1.136ἀσυλλογίστως
逻辑学术语,指前提无法必然推出结论的无效推论形式。此处通过双重否定 οὐκ ἀσυλλογίστως(“并非推论无效地”)表示其推论形式表面上看似乎符合第二格的规则。
- 1.136κατηγορούμενός ἐστι τὸ μᾶλλον καὶ ἧττον ἁρμονίαν εἶναι
名词/分词 κατηγορούμενος(“谓项”)作为主语/表语,带冠词的不定式短语 τὸ ... εἶναι 则说明谓项的具体内容。此处指明两个前提中的中项并不一致(一个包含“谐音”,另一个包含“灵魂”)。
- 1.136οὐ γάρ ἐστι συναμφότερον ἡ ἁρμονία οὐδὲ μεθ’ ὑποκειμένου ὥσπερ τὸ γλυκύ
ἡ ἁρμονία 为主语,συναμφότερον(复合体)与介词短语 μεθ’ ὑποκειμένου(带有基底者)作为并列的表语补足成分。甘甜作为偶性必须依附于物体底层(“甜物”是基底与性质的复合),而谐音在此被视作纯粹的形式或比例,因而无须附加“就其作为谐音而言”的限定。
