- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:141.21-142.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德着手考察将灵魂视为身体之谐音的观点(407b27)之际,菲洛波庞阐明了该观点的产生背景,并梳理列举了见于《欧德谟篇》以及柏拉图《斐多篇》中的五个反驳论证。
" Καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς." Μεμψάμενος ὁ Ἀριστοτέλης κοινῶς τοὺς περὶ ψυχῆς ἅπαντας εἰπόντας ὅτι μηδὲν περὶ τοῦ δεξομένου αὐτὴν σώματος διελέχθησαν (ἐχρῆν γάρ, ἐπεὶ μὴ ἡ τυχοῦσα ψυχὴ εἰς τὸ τυχὸν χωρεῖ σῶμα,1 ἀλλὰ δεῖ ἐπιτηδειότητος τοιᾶσδε τῷ σώματι πρὸς τὴν ὑποδοχὴν τῆς τοιᾶσδε ψυχῆς· ἄλλη γὰρ καὶ κρᾶσις καὶ σύνθεσις τῶν κατὰ τὸ θυμοειδὲς χαρακτηριζομένων ζῴων, ἄλλη τῶν κατὰ τὸ ἐπιθυμητικόν, ἄλλη τῶν δειλῶν, καὶ ἁπλῶς πρὸς τὴν ἐπιτηδειότητα τῶν τῆς ψυχῆς ἐνεργειῶν καὶ αἱ τοῦ σώματος κράσεις τε τῶν στοιχείων καὶ αἱ διασκευαὶ τῶν ὀργάνων εἰσί), ταῦτα οὖν εἰπὼν οἰκείως ἀκόλουθον τούτοις περὶ ψυχῆς δόξαν συνάπτει. εἰς ταὐτὸ γάρ τινες ἀποβλέψαντες ὅτι οὐχ ὡς ἔτυχεν ἔχον τὸ σῶμα ψυχῆς μετέχει, ἀλλὰ δεῖται τοιᾶσδε κράσεως, ὥσπερ καὶ ἡ ἁρμονία οὐχ ὡς ἔτυχε τῶν χορδῶν ἐχουσῶν γίνεται, ἀλλὰ δεῖ τοσῆσδε τάσεως, ἐνόμισαν καὶ τὴν ψυχὴν ἁρμονίαν εἶναι τοῦ σώματος, καὶ πρὸς τὰς διαφόρους τοῦ σώματος ἁρμονίας τὰ διάφορα εἴδη τῶν ψυχῶν εἶναι. ταύτην οὖν ἐκτίθεται τὴν δόξαν καὶ διελέγχει· καὶ τέως μὲν αὐτὴν τὴν δόξαν μόνην ἐν τούτοις ἱστορεῖ, μετ’ ὀλίγα δὲ καὶ τοὺς λόγους δι’ ὧν εἰς ταύτην ἐκεῖνοι τὴν δόξαν ὑπήχθησαν τίθησιν. ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ταύτην ἀντεῖπεν τὴν δόξαν, λέγω δὴ ἐν τῷ Εὐδήμῳ τῷ διαλόγῳ. καὶ πρὸ αὐτοῦ ὁ Πλάτων ἐν τῷ Φαίδωνι πέντε τισὶ κέχρηται ἐπιχειρήμασι πρὸς ταύτην ἐνιστάμενος τὴν δόξαν. πρώτῳ μὲν τούτῳ· ἡ ἁρμονία ἐπιγίνεται τοῖς ἡρμοσμένοις· δεῖ γὰρ εἶναι τὰς χορδάς, εἶτα τοσῶσδε ταθῆναι, καὶ οὕτως ἐπιγίνεσθαι τὴν ἁρμονίαν· ὥστε ἡ ἁρμονία ὑστέρα τῶν ἡρμοσμένων. ἡ δὲ ψυχὴ προϋπάρχει τοῦ ἡρμοσμένου σώματος, εἴπερ αἱ μαθήσεις ἀναμνήσεις εἰσίν. ἡ ψυχὴ ἄρα οὐκ ἔστιν ἁρμονία. τοῦτο δὲ τὸ ἐπιχείρημα εἴρηται ὡς προαποδεδειγμένου τοῦ τὴν ψυχὴν προυπάρχειν2 διὰ τοῦ δειχθῆναι ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσίν· ὡς πρὸς τὴν λογικὴν οὖν μόνην ψυχὴν τοῦτο τὸ ἐπιχείρημα. καὶ τῶν ἄλλων δ’ ἐπιχειρημάτων τὰ μὲν πρὸς πᾶσαν ψυχὴν ἁρμόζει, τὰ δὲ πρὸς μόνην τὴν λογικήν. εἷς μὲν οὗτος ὁ λόγος, δεύτερος δὲ οὗτος· ἡ ἁρμονία, φησίν, οὐ μάχεται τοῖς ἡρμοσμένοις, ἀλλ’ ἕπεται οὕτως ἔχουσα ὡς ἄν ἔχῃ τὰ ἡρμοσμένα· ἡ δὲ ψυχὴ μάχεται τῷ σώματι καὶ ἄρχει αὐτοῦ· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ὅτι δὲ τὴν μὲν ἁρμονίαν οὐχ οἷόν τε τοῖς ἡρμοσμένοις μάχεσθαι, δῆλον· ἐν αὐτοῖς γὰρ ἔχει τὸ εἶναι· ἀδύνατον οὖν αὐτοῖς ἐναντιωθῆναι· οὐδὲν γὰρ ἐφίεται τοῦ μὴ εἶναι. ἡ δὲ ψυχὴ καταφρονεῖ τοῦ σώματος καὶ ἐναντιοῦται ταῖς τοῦ σώματος ὁρμαῖς, καὶ παντελῶς ἔδει φθαρῆναι, ὡς δὴ μὴ ἐν αὐτῷ τὸ εἶναι ἔχουσα. τρίτος· ἡ ἁρμονία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται· λέγομεν γὰρ μᾶλλον ἡρμόσθαι τήνδε τὴν λύραν τῆσδε· ἡ δὲ ψυχὴ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ γίνεται ἑαυτῆς ἡ ψυχὴ μᾶλλον ψυχὴ καὶ ἧττον ψυχή· ἀλλ’ οὐδ’ ἄλλη ἄλλης· ἡ ψυχὴ ἄρα οὐκ ἔστιν ἁρμονία. τέταρτος· ἡ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται, ὧν ἡ μὲν ἀρετὴ ἁρμονία ἐστὶ (συμφωνία γάρ ἐστι τῶν τῆς ψυχῆς δυνάμεων), ἡ δὲ κακία ἀναρμοστία (μάχη γὰρ καὶ διάστασις τῶν δυνάμεων τῆς ψυχῆς), ὥστε ἡ ψυχὴ ἁρμονίαν καὶ ἀναρμοστίαν ἐπιδέχεται· τοῦτο γὰρ ἀρετὴ καὶ κακία. ἡ δὲ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέχεται· καταγέλαστον γὰρ τὸ λέγειν τὴν ἁρμονίαν ἁρμονίαν ἐπιδέχεσθαι ἢ πάλιν μένουσαν ἁρμονίαν ἀναρμοστίαν ἐπιδέχεσθαι. ἡ ἄρα ψυχὴ οὐκ ἔστιν ἁρμονία. πέμπτος· εἰ ἡ ψυχὴ ἁρμονία ἐστίν, οὐκ ἐπιδέχεται ἀναρμοστίαν, ἀναρμοστία δὲ ψυχῆς ἡ κακία· εἰ τοίνυν οὐ δέχεται κακίαν ἡ ψυχή, πᾶσαι ὁμοίως ἔσονται ἀγαθαί. ἀλλὰ μὴν τὸ δεύτερον ψεῦδος, λέγω δὴ τὸ ἑπόμενον· καὶ τὸ ἡγούμενον ἄρα.3
“关于灵魂,还流传着另一种意见。” 亚里士多德在总括性地责备了所有论述灵魂的人毫无论及将接纳灵魂的身体之后(因为他们本应当论及,既然并非任意的灵魂进入任意的身体,而是身体为了接纳如此特性的灵魂必须具备如此的适宜性;因为依激情部分为特征的动物具有一种混合与构成,依欲望部分的具有另一种,胆怯者的又具有另一种,简而言之,身体诸元素的混合与器官的配置是相应于灵魂活动的适宜性的),在说了这些之后,顺理成章地将跟随着这些观点的一则关于灵魂的意见结合在一起。因为有些人注意到同一个事实,即身体并不是在任意的状态下分有灵魂,而是需要如此特性的混合——正如谐音也不是在琴弦处于任意状态下产生,而是需要如此程度的张力——他们便认为灵魂也是身体的一种谐音,并且灵魂的不同种类相应于身体的不同谐音。因此他阐述了这一意见并加以驳斥;目前在这些文字中,他仅仅记述了这一意见本身,但不久之后他也列举了使那些人被引入这一意见的论证。而且,他在其他著作中,我指的是在对话录《欧德谟篇》中,已经反驳过这一意见。而在他之前,柏拉图在《斐多篇》中运用了五个论证来反对这一意见。第一个论证如下:谐音是附随于已被调谐之物的;因为必须先有琴弦存在,然后被张紧到如此程度,谐音才得以附随产生;因此谐音后于已被调谐之物。然而,如果学习确实是回忆,灵魂便先于已被调谐的身体而存在。因此,灵魂不是谐音。而这一论证是在预先假定灵魂通过“学习是回忆”已被证明为先在的前提下陈述的;因此,这一论证仅适用于理性的灵魂。而在其他论证中,有的适用于一切灵魂,有的则仅适用于理性的灵魂。这是第一个论证,第二个论证如下:他说,谐音并不与已被调谐之物相抗争,而是随之而变,处于已被调谐之物所处的状态中;但灵魂与身体相抗争并统领身体;因此灵魂不是谐音。谐音不可能与已被调谐之物相抗争,这是显而易见的;因为它的存在就在它们之中;因此它不可能与它们对立;因为没有事物会追求自身的非存在。然而灵魂蔑视身体并对抗身体的冲动,而[谐音若抗争]本该彻底毁灭,宛如它的存在并不在身体中一般。第三:谐音容许程度的高下;因为我们说这架里拉琴比那一架调谐得更为充分;但灵魂不容许程度的高下;因为灵魂不会变得比自身更加是灵魂或较少是灵魂,相互之间也不会如此;因此灵魂不是谐音。第四:灵魂容许德性与恶德,其中德性是谐音(因为它是灵魂诸能力的协调),恶德是不调谐(因为它是灵魂诸能力的争斗与分裂),所以灵魂容许谐音与不调谐;因为这就是德性与恶德。但谐音并不容许谐音与不调谐;因为说谐音容许谐音,或者说在保持为谐音的同时又容许不调谐,是荒谬可笑的。因此灵魂不是谐音。第五:如果灵魂是谐音,它就不容许不调谐,而灵魂的不调谐就是恶德;那么,如果灵魂不接纳恶德,所有的灵魂就将同样是善良的。然而第二点,我指的是后件,是假的;因此前件也是[假的]。
- 1.136ἐχρῆν γάρ, ἐπεὶ μὴ ἡ τυχοῦσα ψυχὴ εἰς τὸ τυχὸν χωρεῖ σῶμα
非人称动词 ἐχρῆν 表达过去本应承担的义务,带有与事实相反的含义(“他们本应当讨论[却未曾讨论]”)。随后的 ἐπεί 从句给出了理由,即身体与灵魂之间必须具备适宜性。
- 1.136ὡς προαποδεδειγμένου τοῦ τὴν ψυχὴν προυπάρχειν
连词 ὡς 引导一个属格绝对结构,其中完成时被动分词 προαποδεδειγμένου 以冠词修饰的不定词短语 τοῦ τὴν ψυχὴν προυπάρχειν 为主语,表示被视作既定前提的条件(“预先假定灵魂的先在已被证明”)。
- 1.136λέγω δὴ τὸ ἑπόμενον· καὶ τὸ ἡγούμενον ἄρα
τὸ ἡγούμενον(前件)与 τὸ ἑπόμενον(后件)是古代逻辑学中假言三段论(否定后件律,modus tollens)的专门术语。菲洛波诺斯在此明确了这一形式推理结构:否定后件则否定前件。
