- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:140.21-141.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯解释了亚里士多德为何说“大多数人”而非“所有人”,指出这是为了排除柏拉图,因为柏拉图在《蒂迈欧篇》等对话录中深入探讨了灵魂与身体各器官及人身整体形状的相适性。
οἷον ὁ ὀφθαλμὸς οὐχ ἁπλῶς ἐστι τὸ ἐκ τοσῶνδε καὶ τοιῶνδε χιτώνων συγκείμενον μόριον, ἀλλὰ μετὰ τῆς τοιᾶσδε ψυχικῆς δυνάμεως· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου μορίων. κἀνταῦθα δ’ οὐ μόνον περὶ αἰσθήσεων διαλέξεται, ἀλλὰ καὶ τῶν αἰσθητηρίων τῶν δεξαμένων τὰς αἰσθητικὰς δυνάμεις. καλῶς δ’ οὐκ εἶπε πᾶσι τοῖς περὶ ψυχῆς ἀποφηναμένοις, ἀλλὰ τοῖς πλείστοις, ὑπεξαιρῶν τὸν Πλάτωνα· οὗτος γὰρ περὶ ψυχῆς διαλεχθεὶς πολὺν καὶ περὶ τοῦ δεξαμένου σώματος πεποίηται λόγον καὶ ἐν τῷ Τιμαίῳ καὶ ἐν τῷ Φαίδρῳ. διὰ γὰρ τοῦτο τὴν μὲν κεφαλὴν ὑπερανέχειν τε τοῦ παντὸς σώματος καὶ σφαιρικὴν εἶναι1 ὡς τοῦ λογιστικοῦ μάλιστα δεκτικὴν τοῦ ἡγεμονοῦντος ἐν τῷ σώματι, ἐπεὶ καὶ τὸ τοῦ κόσμου ἡγεμονοῦν ὁ οὐρανὸς καὶ ἡ ἐν τούτῳ ψυχικὴ ζωὴ ὑπερανέχει τοῦ παντὸς κόσμου καὶ σφαιρικός ἐστι. λέγει δὲ διὰ τί ἡ καρδία κωνοειδής, ἐπεὶ τὸ θυμικὸν ἐν αὐτῇ ἵδρυται πυρῶδες ὄν· διὰ τοῦτο οὖν μιμεῖται καὶ αὐτὴ τὴν πύρινον οὐσίαν κωνοειδῶς ἐσχηματισμένη. καὶ περὶ ἥπατος δὲ καὶ τῶν λοιπῶν ὁμοίως φυσιολογεῖ. καὶ περὶ τοῦ παντὸς δ’ ἀνθρωπείου σώματος φυσιολογεῖ οὕτως· ὅπερ ἀνέχει μὲν παντὸς τοῦ σώματος τὸ σφαιρικὸν ἡ κεφαλή,2 ἕπεται δὲ τὸ λοιπὸν ὄρθιον ὄν, ἐνδεικνύμενον τὸ μικτὸν τῆς ἀνθρωπείας φύσεως, φημὶ δὴ τὸ ἐκ λόγου καὶ ἀλογίας καὶ θνητῆς τε καὶ ἀθανάτου ζωῆς. ὅσαι μὲν γὰρ τῶν ζωῶν ἀθάνατοι μόνως, αὗται καὶ μόνως σφαιρικοῦ ἔτυχον σώματος· οἰκεῖον γὰρ τῷ ἀιδίῳ τὸ κυκλικὸν σχῆμα μήτε ἀρχὴν ἔχον μήτε τέλος· ὅσαι δὲ τῶν ζωῶν μόνως θνηταὶ ὡς αἱ τῶν ἀλόγων, μόνως ὄρθια σώματα εἰλήχασιν (εὐθείᾳ γὰρ ἐοίκασιν, ὡς εἴπομεν, αἱ ἄλογοι ζωαί), καὶ ταῦτα πλάγια καὶ κάτω νεύοντα ὡς μηδὲν τοῖς οὐρανίοις συγγενὲς ἔχοντα· τὸ δὲ μικτὸν ὁ ἄνθρωπος οἰκείου καὶ τοῦ σώματος ἔτυχεν, ἄνωθεν μὲν σφαιρικοῦ (ἡγεμονεύει γὰρ τὸ λογικὸν καὶ ἀίδιον), κάτωθεν δὲ ὀρθίου, διότι ἕπεται τῷ λογικῷ τε καὶ ἀθανάτῳ ἡ θνητή τε καὶ ἄλογος ζωή. ταύτῃ τοι καὶ ἐν τῷ Φαίδρῳ εἰπὼν περὶ τῆς ἀθανασίας τῆς ψυχῆς καὶ περὶ τοῦ σώματος τοῦ οἰκείως αὐτῇ, καθὼς εἴπομεν, ἐσχηματισμένου φησὶν ‘οὐ γὰρ δή γε μήποτε ἰδοῦσα τὸ ὂν εἰς τόδε ἥξει τὸ σχῆμα’, ὡς οὔσης μέν τινος ψυχῆς τῆς τὸ ὂν μὴ ἰδούσης, φημὶ δὴ τῆς ἀλόγου, καὶ ταύτης μηδέποτε εἰς τὸ ἀνθρώπειον ἡξούσης σχῆμα, δῆλον ὡς ἡγεμονεύειν τε καὶ ἄρχειν τοῦ σώματος,3 αὐτὸ τοῦτο τὸ Ἀριστοτελικὸν πρὸ αὐτοῦ λέγων, μὴ τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα. τί δὲ ἔλεγε τὸ ὄν; ἴσμεν ὅτι τὸ νοητόν· ὄντως γὰρ ὂν τοῦτο ὡς ἄυλον, καὶ μηδὲν ἔχον δυνάμει ἀλλ’ ἄνευ δυνάμεως ὂν ἐνέργεια· οὐκ ὂν δὲ τὸ αἰσθητὸν πᾶν, διότι ἀεὶ ἐν τῷ δυνάμει, ταὐτὸν δὲ εἰπεῖν ἐν τῷ μὴ ὄντι· μόνως οὖν ἡ λογικὴ ὡς νοερὰ τὸ νοερὸν γινώσκει.
例如,眼睛并不单是由若干具有如此性质的膜所组成的部分,而是伴随着具有如此性质的灵魂潜能;其他各个部分的情况也是如此。在这里,[亚里士多德]也将不仅讨论感觉,而且还讨论接纳感觉潜能的感觉器官。他没有说对关于灵魂作出断言的“所有人”,而是说对“大多数人”,这是非常恰当的,因为他排除了柏拉图;因为柏拉图在对灵魂作了讨论之后,在《蒂迈欧篇》和《斐德罗篇》中也对接收灵魂的身体作了大量说明。因为[柏拉图说,]正是出于这个原因,头部才高出于整个身体之上且呈球形,因为它最能接纳在身体中起主导作用的理性部分,因为宇宙的主导者——天空以及居于其中的灵魂生命——同样高出于整个宇宙之上且呈球形。他又说明了为何心脏是锥形的,因为激情部分具有火的性质,且安置在心脏之中;因此心脏本身也被塑造成锥形,以模仿火的实质。关于肝脏和其余器官,他也同样作了自然哲学的探究。对于整个人的身体,他也这样作自然哲学的探究:即头颅这一球形部分高耸于整个身体之上,而其余部分则笔直地随之在下,显示出人性之混合的特性,我指的是由理性与非理性、由必死与不死之生命所构成的[混合]。因为在生命中,凡是纯粹不死的,便仅获得了球形的身体(因为既无起点也无终点的圆形轮廓与永恒者相适);而生命中凡是纯粹必死的,如非理性动物的生命,则仅分得笔直的身体(因为正如我们所言,非理性的生命类似于直线),并且这些身体还是横卧且向下俯伏的,仿佛与天界之物毫无亲缘关系;而作为混合物的人,则获得了与他相适的身体,上方是球形的(因为理性和永恒的部分处于主导地位),下方则是笔直立起的,因为必死且非理性的生命跟随着理性且不死者。正因如此,他在《斐德罗篇》中谈论了灵魂的不朽以及如我们所说依其特质而塑造成形的身体之后,才说道:“因为从未见过实存的[灵魂],断乎绝不会进入这个形体之中”,意思是说,虽然存在着某种未曾见过实存的灵魂(我指的是非理性的灵魂),但它绝不会进入人的形体之中——显然是为了统领和支配身体——这是在亚里士多德之前就道出了恰恰这一亚里士多德式的观点,即并不是任意的灵魂可以穿上任意的身体。那么,他所称的“实存”究竟是什么呢?我们知道那就是可理知者;因为作为非质料之物,它没有任何潜在状态,而是无潜能的纯现实,因而才是真正实存的;而所有的可感觉之物都不是实存,因为它永远处于潜在之中,换句话说就是处于非存在之中;因此,唯有理性的[灵魂]作为理知性的,才能认识理知之物。
- 1.135διὰ γὰρ τοῦτο τὴν μὲν κεφαλὴν ὑπερανέχειν τε τοῦ παντὸς σώματος καὶ σφαιρικὴν εἶναι
不定式 ὑπερανέχειν 与 εἶναι 在此充当间接引语结构,承接前一句中关于柏拉图论述的语境(相当于承接言说动词),客观转述柏拉图的观点。
- 1.135ὅπερ ἀνέχει μὲν παντὸς τοῦ σώματος τὸ σφαιρικὸν ἡ κεφαλή
中性代词 ὅπερ 在此起到引出前文 οὕτως(“如此作自然探究”)具体内容的作用,或作为连接性关系代词统摄后文事实(即身体上方球形的头部高耸这一现象)。
- 1.135δῆλον ὡς ἡγεμονεύειν τε καὶ ἄρχειν τοῦ σώματος
连词 ὡς 搭配不定式 ἡγεμονεύειν τε καὶ ἄρχειν 表达目的或限定(“即为了统率与统领身体”),说明非理性灵魂即便在假设中也不可能以统领者的身份进入人身。
