← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§13.7-14.27

感觉、想象力与种性原理的非物体性

斐洛波诺斯通过视力与想象能同时且不可分地把握相反者或容纳多重印记,论证了它们是非物体的;继而论证种子与植物各部分中所包含的自然本性之理同样是不可分与非物体的,并回应了有关畸形与质料适合性的诘难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#8

πῶς οὖν ἀντιλαμβάνεται ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναντίων ἡ ὄψις; πότερον κατὰ τὸ αὐτὸ μόριον ἢ καθ’ ἕτερον μὲν τοῦ μέλανος, καθ’ ἕτερον δὲ τοῦ λευκοῦ; εἰ μὲν οὖν κατὰ τὸ αὐτό, δῆλον ὅτι ἀμερῶς αὐτῶν ἀντιλαμβάνεται καὶ ἔστιν ἀσώματος· εἰ δὲ καθ’ ἕτερον καὶ ἕτερον μόριον, ὅμοιον, φησίν, ὡς “εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο”, ὥσπερ, φησίν, εἰ λέγοις ὅτι ὃ ἐγὼ εἶδον ἕτερόν ἐστιν οὗ σὺ εἶδες·1 δεῖ γὰρ τὸ κρῖνον ἓν καὶ τὸ αὐτὸ εἶναι καὶ κατὰ τὸ αὐτὸ τῶν κρινομένων ἀντιλαμβάνεσθαι. σῶμα δὲ ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸ αὐτὸ μόριον προσβάλλειν τοῖς ἐναντίοις ἢ ἁπλῶς τοῖς ἑτέροις οὐ δύναται· ἡ δὲ αἴσθησις κατὰ τὸν αὐτὸν χρόνον προσβάλλει τῷ λευκῷ καὶ τῷ μέλανι· ἀμερῶς ἄρα προσβάλλει, καὶ διὰ τοῦτο οὖν ἀσώματος. εἰ γὰρ καθ’ ἕτερον καὶ ἕτερον μόριον τοῦ μέλανος καὶ τοῦ λευκοῦ ἀντελαμβάνετο, οὐκ ἂν ἠδυνήθη διακρῖναι τὸ λευκὸν ἀπὸ τοῦ μέλανος· οὐδεὶς γὰρ διακρίνει τὸ ὑπ’ αὐτοῦ ὁραθὲν τοῦ ὑπ’ ἄλλου ὁραθέντος. ὅτι δὲ καὶ ἡ φαντασία ἀσώματος καὶ ἀμερής, δῆλον ἐντεῦθεν· πόθεν γὰρ οἱ ἐπιγινόμενοι τύποι οὐκ ἠφάνισαν τοὺς προϋπάρχοντας; ὅπερ, εἴπερ ἦν σῶμα, συνέβη ἄν, ὥσπερ ἐπὶ κηροῦ· ἀφανίζουσι γὰρ οἱ ἐπιγινόμενοι τύποι τοὺς προϋπάρχοντας. ἀλλὰ καὶ ἡ φυτικὴ ψυχή, ἥτις καὶ τῆς αἰσθήσεώς ἐστι καταδεεστέρα, καὶ αὐτοὶ οἱ φυσικοὶ λόγοι δείκνυνται ἐναργῶς ἀμερεῖς ὄντες καὶ διὰ τοῦτο ἀσώματοι. ἐν γὰρ ἑκάστῳ μορίῳ τοῦ σπέρματος οἱ αὐτοὶ φυσικοὶ λόγοι ἀμερίστως εἰσίν, οἵπερ καὶ ἐν τῷ παντὶ σπέρματι, οἱ θρεπτικοί, οἱ αὐξητικοί, οἱ διαπλαστικοί· ὥσπερ γὰρ πᾶν τὸ καταβληθὲν σπέρμα εἰ κατασχεθείη ὑπὸ τῆς μήτρας, τέλειον τὸ ζῷον ἀποτελεῖ, οὕτως κἂν μὴ τὸ πᾶν ἀλλὰ μόριον, οὐδὲν ἧττον ποιήσει. εἰ τοίνυν οἱ φυσικοὶ τοῦ ζῴου λόγοι σῶμα ἦσαν, οὐκ ἠδύναντο ἐν τῷ αὐτῷ μορίῳ ἅμα καὶ οἱ τῆς κεφαλῆς καὶ οἱ τῶν ποδῶν καὶ πάντων τῶν μορίων εἶναι· νῦν δέ εἰσιν ὡς ἐν τῷδε τῷ μορίῳ πάντες, οὕτω καὶ ἐν ἄλλῳ πάντες· ἀμερίστως ἄρα ἐνυπάρχουσι πάντες ἐν ἑκάστῳ μορίῳ· ἀσώματοι ἄρα εἰσίν· τὸ γὰρ ἀμερὲς καὶ ἀσώματον. ὥσπερ γοῦν καὶ ἐν τῷ ὅλῳ δένδρῳ ἐστὶν ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητικὴ δύναμις, οὕτω καὶ ἐν τῷ κλάδῳ ἢ ἐν τῷ κλήματι καὶ ἐν αὐτῇ τῇ κεγχραμίδι. ἀλλ’ ἴσως ἀπορήσειέ τις, πόθεν οὖν τὰ τέρατα; οὐ παρὰ τὸ ἐνδεῖν ἢ πλεονάζειν τὸ σπέρμα; διὰ τί δὲ πάλιν εἰ ἀποτμηθείη τοῦ σίτου μόριον, οὐκέτι βλαστάνει τὸ λοιπόν; διὰ τί δὲ ἢ φλοιὸς οὐ βλαστάνει ἢ φύλλον ἤ τι τοιοῦτον; καίτοι καὶ ταῦτα μόρια τοῦ δένδρου εἰσί. λέγω οὖν περὶ μὲν τῶν τεράτων ὅτι ἡ ὕλη ἐστὶν ἡ αἰτία, ἐπειδὴ δεῖ καὶ ἐπιτηδειότητος τῆς ὕλης κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν· ὕλη δὲ τῶν ζῴων τὸ καταμήνιον· αὕτη οὖν πλεονάζουσα ἢ ἐνδέουσα ἢ παρὰ φύσιν πεποιωμένη, τῶν τεράτων ἐστὶν αἰτία. καὶ καθόλου δέ φημι, ὅτι αἱ δυνάμεις αὗται εἰ καὶ ἀσώματοί εἰσιν, ἀλλ’ ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχουσι, καὶ ἵνα ὦσι, δέονται σύμμετρον ἔχειν τὸ ὑποκείμενον καὶ ποιότητι καὶ ποσότητι. οἷον ὁ κύκλος καὶ ἁπλῶς τὸ σχῆμα δείκνυται αὐτὸ μὲν καθ’ αὑτὸ ἄποσον ὂν καὶ ἀμέγεθες καὶ ἁπλῶς ἀσώματον· οὐκ ἂν δὲ συσταίη, εἰ μὴ ἐπιλάβοιτο ὑποκειμένου καὶ μεγέθει συμμέτρου καὶ ποιότητι, οἷον οὐκ ἂν ἐν σμικρῷ καὶ ἀκαριαίῳ σώματι συσταίη ἂν κύκλος2 οὐδὲ ἐν ὑγρῷ καὶ διαρρέοντι. οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος λέγω ὅτι εἰ καὶ ἀμερεῖς οἱ λόγοι καθ’ ἑαυτούς, ἀλλ’ ἐπειδὴ ἐν ὑποκειμένῳ σώματι τὸ εἶναι ἔχουσιν, οὐχ ἁπλῶς δὲ πᾶν σῶμα ἢ ὡς ἔτυχεν ἔχον οἷόν τέ ἐστι καταδέξασθαι τοὺς λόγους, διὰ τοῦτο δεῖ καὶ ἐπιτηδειότητος τοῦ ὑποκειμένου. εἰ δὲ ὅλως εὑρίσκονται αἱ ἐν τῷ ὅλῳ δένδρῳ δυνάμεις πᾶσαι ἀνελλιπῶς καὶ ἐν τοῖς μέρεσι, δῆλον ὅτι δι’ οὐδεμίαν ἄλλην αἰτίαν ἢ διὰ τὸ ἀμερεῖς εἶναι αὐτὰς καθ’ αὑτάς· εἰ γὰρ ἦσαν σώματα, οὔτε ἐν τῷ ἀποτμηθέντι κλάδῳ ὅλαι ἂν ἦσαν καὶ τὸ δένδρον κολοβὸν ἂν ἦν. εἰ δέ τις εἴποι ‘ἀλλὰ δύναται λέγειν ὅτι σώματά εἰσιν ὁμοιομερῆ δι’ ὅλου διήκοντα, τῶν δὲ ὁμοιομερῶν τὸ αὐτό ἐστιν εἶδος ἐν τῷ μέρει ὅπερ καὶ ἐν τῷ ὅλῳ, ὡς ἐπὶ τῆς σαρκὸς ἔχει· τὸ γὰρ μέρος τῆς σαρκὸς σάρξ’, λέγομεν οὖν πρὸς τοῦτο ὅτι εἰ ἦσαν ὁμοιομερῆ σώματα, οὐκ ἂν ἐχώρησαν ὅλα δι’ ὅλων τῶν ὑποκειμένων·3 σῶμα γὰρ διὰ σώματος χωρῆσαι ἀδύνατον.

那么视力如何在同一时间把握相反者呢?是在同一部分,还是在这一部分把握黑,在另一部分把握白?如果是在同一部分,显然它是不可分地把握它们,并且是非物体的;但如果是在不同的部分,他说,这就好比“假若我感知这一者,而你感知那一者”,他说,正如你说我所见之物与你所见之物不同一样;因为进行裁决者必须是同一个一,并且必须在同一部分把握受裁决的事物。但身体不能在同一时间于同一部分触及相反者,或一般而言的相异者;感觉却在同一时间触及白与黑;因此它是不可分地触及的,由此也是非物体的。因为如果它是在不同的部分把握黑与白,它就不能将白从黑中辨别出来;因为没有人能把自己所见的事物与他人所见的事物区分开来。 进而,想象力也是非物体的和不可分的,这一点从下述即可明了:为何后来的印记没有抹去先前的印记?而这若是身体,便必定会发生,正如在蜡块上的情形一样;因为后来的印记会抹去先前的印记。不仅如此,甚至低于感觉的植物性灵魂以及自然本性之理本身,也被清楚地证明是不可分的,并因此是非物体的。因为在种子的每一个部分中,不可分割地存在着与整个种子中相同的自然本性之理,即营养的、生长的、塑形的理;因为正如投入的整个种子若被子宫摄纳,便造就完满的动物一样,即便不是整体而是一部分,也同样能做到。因此,如果动物的自然本性之理是身体,那么头部的理、双足的理以及一切部分的理就不可能同时存在于同一部分之中;但事实上,正如它们全部存在于这一部分之中,它们也同样全部存在于另一部分之中;因此它们全部以不可分割的方式内在存在于每一个部分之中;所以它们是非物体的;因为不可分者亦是非物体的。正如在整棵树中存在着营养、生长和生育的能力,同样在枝条中,或在嫩枝中,以及在种子粒本身之中也是如此。 然而或许有人会提出疑问:那么畸形是从何而来的呢?难道不是由于种子的不足或过剩吗?又为什么若把小麦的一部分切除,其余的部分便不再发芽了呢?又为什么树皮或树叶或类似的东西不发芽呢,尽管这些也是树木的部分?因此关于畸形我说,质料乃是原因,因为在数量和质量上都需要质料的适合性;而动物的质料是经血;因此它过剩、不足或带有反常的性质,便是畸形的原因。我一般而言主张,这些能力纵然是非物体的,却是在作为载体的身体中拥有其存在,并且为了存在,它们需要具有在质量和数量上相称的载体。例如圆以及一般而言的图形,被证明其自身是没有数量、没有大小且单纯是非物体的;但除非它获得一个在大小和质量上相称的载体,否则便不能成立;例如在极微小且微乎其微的身体中圆不能成立,在湿润且流动的身体中也不能成立。因此在当前的情况下我也说,即便本性之理就其自身而言是不可分的,但既然它们在作为载体的身体中拥有其存在,而并非任何身体或处于任意状态的身体都能接纳这些理,因此载体的适合性也是必需的。如果整棵树中的能力全部完整无缺地也见于各部分之中,显然这不是出于任何其他原因,而正是因为它们就其自身而言是不可分的;因为如果它们是身体,它们便不会整个地存在于被切下的枝条中,而树木也会变成残缺的。如果有人说:“但人们可以说它们是贯穿整体的同质部分身体,而在同质部分中,部分中的形式与整体中的形式相同,正如在肉的情形中那样;因为肉的一部分也是肉”,那么对此我们回答说,如果它们是同质部分的身体,它们便不可能整个地穿透整个载体;因为身体穿透身体是不可能的。

语法注3 条
  1. 1.0ὥσπερ, φησίν, εἰ λέγοις ὅτι ὃ ἐγὼ εἶδον ἕτερόν ἐστιν οὗ σὺ εἶδες

    关系代词 οὗ 是由比较形容词 ἕτερον 所支配的比较属格,它是先行词 τούτου 省略并受吸引(格吸引)的结果,相当于 τούτου ὃ σὺ εἶδες。

  2. 1.0οἷον οὐκ ἂν ἐν σμικρῷ καὶ ἀκαριαίῳ σώματι συσταίη ἂν κύκλος

    小词 ἄν 在句首否定词 οὐκ 之后以及主动词 συσταίη 之后重复出现(ἄν 的重叠),用于强调潜在或反事实的归结分句。

  3. 1.0εἰ ἦσαν ὁμοιομερῆ σώματα, οὐκ ἂν ἐχώρησαν ὅλα δι’ ὅλων τῶν ὑποκειμένων

    带有过去直陈式动词(ἦσαν, ἐχώρησαν)的反事实条件句。归结分句中的 ὅλα δι’ ὅλων 是术语性表达,意为“整体穿透整体”,旨在反驳身体相互渗透(crasis δι’ ὅλων)的不可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:13.7-14.27