- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:136.4-137.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德对灵魂圆周运动说的反驳,梳理了其论证结构:指出思考与推论的本质更接近于静止而非运动,且强迫的运动或与身体的不可解脱的结合均与宇宙灵魂的至福状态相冲突。
" Ἔτι δὲ ἡ νόησις ἔοικεν ἠρεμήσει τινὶ καὶ ἐπιστάσει μᾶλλον ἢ κινήσει· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ συλλογισμός." Καλὴν κορωνίδα ἐπέθηκε· τῷ γὰρ ὄντι ἡ μὲν ζήτησις κινήσει ἔοικεν. ὁ γὰρ ἀπορῶν ἐν πολλῇ ταραχῇ καὶ κινήσει ἐστίν, ὁ μέντοι εὑρών, ταὐτὸν δὲ εἰπεῖν νενοηκὼς ἐν ἠρεμίᾳ λοιπόν ἐστι καὶ γαλήνῃ, ὅθεν καὶ ἐπιστήμη καλεῖται διὰ τὸ ἐπὶ στάσιν ἄγειν τὴν ψυχήν. καὶ ὁ συλλογισάμενος δέ τι καὶ δι’ ἀποδείξεως εὑρὼν λοιπὸν ἠρεμεῖ. εἰ μὲν οὖν αὐτὴν τὴν νόησιν καὶ τὸ συμπέρασμα τοῦ συλλογισμοῦ τὴν κυκλοφορίαν εἶναί φασι, μᾶλλον ἠρέμησις αὕτη, οὐ κίνησις· εἰ δὲ τὴν ὁδὸν τὴν ἐπὶ τὴν νόησίν φασιν εἶναι τὴν κυκλοφορίαν, ἥξομεν ἐπὶ τοὺς πρότερον λόγους· τί ποιεῖ ἕκαστον τῶν μορίων ἢ τῶν ἀπείρων ἢ τῶν πεπερασμένων; τί δὲ καὶ τὸ συνάπτον τὰς προτάσεις; ἄλλου γὰρ ἄλλο νενοηκότος, εἰ μὴ εἴη τι ἄλλο τὸ συνάγον τῷ πάντων ἀντιλαβέσθαι, οὐδὲ συναχθήσεται τὸ συμπέρασμα· ὅμοιον γὰρ εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο·1 εἰ δὲ εἴη τι, τοῦτό ἐστιν ἡ ψυχή, οὐχ ὁ κύκλος.
“此外,思考更类似于某种静止和停歇,而不是运动;推论也是以同样的方式。” 他加上了一个极佳的结语;因为实际上,探求确实类似于运动。因为处于困惑中的人处在巨大的骚动和运动之中,然而发现了的人——换言之即已经思考理解了的人——从此便处于静止与安宁之中;因此科学知识也是由于将灵魂引向停歇而得名。同样,进行了推论并通过证明发现了某种事物的人,从此也是静止的。于是,如果他们说圆周运动就是思考本身以及推论的结论,那么这宁可说是静止,而不是运动;但如果他们说通往思考的道路才是圆周运动,我们就会回到先前的论证:无论无限的还是有限的部分,各个部分究竟在起什么作用?又是什么把前提命题连结在一起的呢?因为当不同的部分思考了不同的事物时,除非有别的什么东西通过把握所有事物来把它们汇聚起来,否则结论也是推导不出来的;因为这就像是我感知此物而你感知彼物一样;而如果存在着某种东西,这便是灵魂,而不是圆环。
"Ἀλλὰ μὴν οὐδὲ μακάριόν γε τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον." Δύναται τοῦτο καὶ καθ’ ἑαυτὸ εἶναι ἐπιχείρημα καὶ συνῆφθαι τοῖς ἄνω. εἰπὼν γὰρ ὅτι ἔοικεν ἡ νόησις ἠρεμήσει μᾶλλον ἢ κινήσει, καὶ ἐκ τούτου δείξας ὅτι κατὰ φύσιν μᾶλλον ἡ ἠρεμία τῷ νῷ, ὡς συναγομένου ὅτι οὐκοῦν ἡ κίνησις παρὰ φύσιν2 (εἰ γὰρ ἡ ἠρεμία κατὰ φύσιν, ἡ κίνησις ἐξ ἀνάγκης παρὰ φύσιν ἔσται), οὐκοῦν εἰ κινεῖται ὁ νοῦς, βίᾳ κινηθήσεται (πᾶν γὰρ τὸ παρὰ φύσιν βίαιον), τούτου οὖν ἐκ τῶν εἰρημένων συνηγμένου ὅτι βίᾳ κινεῖται ὁ νοῦς, ἐπάγει εἰκότως τὸ ἀλλὰ μὴν οὐδὲ μακάριόν γε τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον· δεῖ δὲ τὴν τοῦ παντὸς ψυχὴν ἐν μακαριότητι εἶναι. εἰ δὲ μήτε κατὰ φύσιν κινεῖται, διότι ἠρέμησις μᾶλλον ἡ νόησις ἢ κίνησις, μήτε παρὰ φύσιν, ἵνα μὴ ἄμοιρος ᾖ μακαριότητος, οὐδαμῶς ἄρα κινεῖται. δύναται δὲ καὶ καθ’ αὑτὸ εἶναι τὸ ἐπιχείρημα· δείξας γὰρ τὰ ἑπόμενα ἄτοπα τῇ λεγούσῃ δόξῃ κατὰ φύσιν κινεῖσθαι τὴν ψυχήν, νῦν γυμνάζει, εἰ μὴ κατὰ φύσιν κινοῖτο, τί ἕπεται. εἰ γὰρ παρὰ φύσιν κινεῖται, βίᾳ κινεῖται, πᾶν δὲ βίαιον οὐ μακάριον· δεῖ δὲ τὴν τοῦ παντὸς ψυχὴν μακαρίαν εἶναι.
“然而,不轻松而是受强迫的状态,决不可能是幸福的。” 这句话既可以自身构成一个论点,也可以与上文相连结。因为他在说过思考更类似于静止而非运动、并由此表明静止对于理智更合乎自然之后,便推导得出运动因而违反自然(因为如果静止合乎自然,运动就必然违反自然),从而如果理智运动,就将是受强力而运动(因为一切违反自然的事物都是受强迫的);在从前述诸点推导出理智是受强力运动之后,他顺理成章地引出了“然而,不轻松而是受强迫的状态,决不可能是幸福的”;而宇宙的灵魂应当处于幸福之中。如果它既非合乎自然地运动,因为思考宁可说是静止而非运动;又非违反自然地运动,以免失去幸福;那么它就根本不运动。这个论点也可以是独立的;因为在指出了声称灵魂合乎自然地运动这一观点所带来的荒谬之后,他现在探讨如果不合乎自然地运动,会有什么后果伴随。因为如果它违反自然地运动,它就是受强力而运动,而一切受强迫的事物都不是幸福的;但宇宙的灵魂应当是幸福的。
"Εἰ δὲ ἔστιν ἡ κίνησις αὐτῆς μὴ οὐσία, παρὰ φύσιν κινοῖτο ἄν." Δύναται καὶ τοῦτο συνεχὲς εἶναι τῷ πρὸ αὐτοῦ· εἰπὼν γὰρ ὅτι οὐ μακάριον τὸ μὴ ῥᾴδιον ἀλλὰ βίαιον, πῶς ἔσται βίαιον ἐπάγει διὰ τούτων. εἴπερ, φησί, μὴ ἐν τῇ οὐσίᾳ αὐτῇ ἡ κίνησις· οὐκ ἔσται δὲ ἐν τῇ οὐσίᾳ ἡ κίνησις, ἐπειδὴ τὸ νοεῖν ἔοικεν ἠρεμήσει μᾶλλον ἢ κινήσει. δύναται δὲ καὶ ἀπολελυμένως καθ’ αὑτὸ νοεῖσθαι· εἰ γὰρ κινεῖται ὁ νοῦς καὶ ἡ ψυχή, μᾶλλον δὲ ἠρεμήσει ὁ νοῦς ἀναλογεῖ ἢ κινήσει, παρὰ φύσιν ἔχει τὴν κίνησιν. οὐδὲν δέ ἐστιν ἐν τῷ παρὰ φύσιν ἀεί, ἀλλ’ ὅπου μὲν τὸ παρὰ φύσιν, πάντως ἕπεται καὶ τὸ κατὰ φύσιν, οὐκέτι μέντοι τῷ κατὰ φύσιν ἕψεται πάντως τὸ παρὰ φύσιν. εἰ τοίνυν παρὰ φύσιν κινεῖται, σχήσει καὶ κατὰ φύσιν κίνησιν. ἀλλὰ μὴν οὐκ ἔχει τὸ κατὰ φύσιν κινεῖσθαι, ὡς ἐδείχθη· οὐδὲ παρὰ φύσιν ἄρα κινηθήσεται.
“如果它的运动不是其实体,它就会违反自然地运动。” 这句话也可以与前一句相连续;因为在说过不轻松而是受强迫的状态不是幸福的之后,他通过这些话引出了它如何会是受强迫的。如果确实——他说——运动不在其本质实体之中;但运动将不会在其本质实体之中,因为思考更类似于静止而非运动。这句话也可以独立地被理解;因为即使理智和灵魂运动,但既然理智宁可说是对应于静止而非运动,它就具有违反自然的运动。但没有任何事物会始终处于违反自然的状态中,而是在有违反自然之处,完全伴随着合乎自然,然而在合乎自然之处却不再必然伴随着违反自然。因此,如果它违反自然地运动,它也将具有合乎自然的运动。但正如已经指出的,它绝不具有合乎自然地运动;因此,它也不会违反自然地运动。
"Ἐπίπονον δὲ καὶ τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον ἀπολυθῆναι.3" Πῶς βίᾳ καὶ παρὰ φύσιν ἡ κίνησις καὶ οὐ ῥᾳδία, διὰ τούτων ἐδήλωσε· διὰ γὰρ τὸ συμπεπλέχθαι τῷ σώματι καὶ συνεπισπᾶσθαι αὐτῷ ἐπίπονον ἴσχει τὴν κίνησιν, τὰ Ἰξίονος τρόπον τινὰ ὑπομένουσα. εἰ γὰρ συμπέπλεκται πρὸς τὸν οὐρανόν, ἵνα τῇ ἑαυτῆς κινήσει κἀκεῖνον συμπεριάγῃ, ἐπίπονον καὶ οὐ ῥᾳδίαν ἴσχει τὴν κίνησιν· τοῦτο δ’ οὐ μακάριον.
“而且,与身体混合在一起而不能被解脱出来,也是痛苦劳顿的。” 运动如何是受强力、违反自然且不轻松的,他通过这些话表明了;因为由于与身体交织在一起并被它一同拖拽,它便具有劳顿的运动,在某种方式上承受着伊克西翁的命运。因为如果它为了以自身的运动带动诸天一同旋转而与天交织在一起,它就具有劳顿而不轻松的运动;而这是不幸福的。
- 1.127ὅμοιον γὰρ εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο
此处为省略了 ἂν εἴη 的比较条件结构(ὅμοιον [ἂν εἴη] εἰ...,“因为如果……就类似于……”)。在 εἰ 从句中,属格词 τοῦ μὲν ... τοῦ δὲ 作感知动词 αἴσθοιο 的宾语。
- 1.128ὡς συναγομένου ὅτι οὐκοῦν ἡ κίνησις παρὰ φύσιν
由 ὡς 引导的属格独立结构,表示主观推论(“鉴于推导得出……”)。在下属的 ὅτι 从句中,系动词 ἐστίν 被省略。
- 1.130τὸ μεμῖχθαι τῷ σώματι μὴ δυνάμενον ἀπολυθῆναι
带冠词不定式 τὸ μεμῖχθαι 作主语,否定分词短语 μὴ δυνάμενον ἀπολυθῆναι 为中性单数主格,与其在语法上完全一致,修饰该不定式结构。
