← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§134.29-136.3

证明的直线进行与重复思考的荒谬

亚里士多德在《论灵魂》407a27–31中论证,即使证明是无限的,它也是直线的而非圆环式的,并且理智同一旋转的重复必然导致多次思考同一对象的荒谬后果;斐洛庞奴斯通过具体例证分析了三段论锁链的结构,批评了亚历山大对“中项”的解读,并阐发了重复思考这一后果的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125

" Εἰ δὲ μὴ περατοῦνται, ἀλλ’ οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δὲ ἀεὶ μέσον καὶ ἄκρον εὐθυποροῦσιν." Εἴ τις, φησίν, εἴποι ὅτι δυνατὸν ἐπ’ ἄπειρον ἐκτείνεσθαι τὰς ἀποδείξεις, μάλιστα μὲν ψεύσεται, ὡς δείξομεν· ἔπειτα εἰ καὶ ἐπ’ ἄπειρον χωροῦσιν, ἀλλ’ οὖν ἐπ’ εὐθείας, καὶ οὐκ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανατρέχουσιν. οἷον ἐὰν εἴπω οὕτως, ὅτι ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν λογικόν, ὁ ἄνθρωπος ἄρα λογικόν, ταύτῃ τῇ ἀποδείξει προσθεὶς ἕνα ὅρον ἐπισυνάπτω ἑτέραν ἀπόδειξιν, ἄκρον μὲν τὸν προστεθέντα ποιήσας, τὸν δὲ πρὶν ἄκρον μέσον·1 τοῦτο γὰρ καὶ αὐτὸς δηλοῖ λέγων προσλαμβάνουσαι μέσον καὶ ἄκρον. προστίθημι οὖν τὸ ζῷον καὶ λέγω ὅτι πᾶς ἄνθρωπος λογικός, πᾶν λογικὸν ζῷον, πᾶς ἄνθρωπος ἄρα ζῷον. πάλιν ἐπισυνάπτω τὸ ἔμψυχον, πάλιν σῶμα. ἡ δὲ τοιαύτη τῶν ἀποδείξεων πρόοδος ἐπ’ εὐθείας γίνεται· οὐ γὰρ ἀνακάμπτει ποτὲ εἰς τὴν ἀρχήν, τουτέστιν οὐκέτι ὑποστρέφει εἰς τὸ δεῖξαι τὴν πρότασιν τὴν λέγουσαν ὁ ἄνθρωπος γελαστικόν· ἤδη γὰρ ἀποδέδεικται. εἰ γὰρ μὴ ἀπεδέδεικτο, οὐκ ἂν ὅλως προήρχετο ἡ ἀπόδειξις. ἢ ἁπλῶς ὅτι οὐκ ἀνακάμπτει εἰς τὴν κοινὴν ἔννοιαν, ἥτις ἐστὶ τῶν ἀποδείξεων ἀρχή, ἐξ ἧς ἡ πρώτη συμπλέκεται πρότασις· αὐτόπιστος γὰρ αὕτη καὶ ἀποδείξεως οὐ δεομένη· ὁ δὲ κύκλος εἰς ἑαυτὸν ἀναστρέφει. ὅτι δὲ οὐκ ἔστιν ἐπ’ ἄπειρον χωρῆσαι τὴν ἀπόδειξιν, δῆλον καὶ ἐντεῦθεν· ἢ γὰρ ἐκ τῶν γενικωτάτων γενῶν ἄρχεται καὶ λήγει εἰς τὰ εἰδικώτατα εἴδη, ἢ ἔμπαλιν ἐκ τούτων ἄρχεται καὶ λήγει εἰς ἐκεῖνα. τὸ δὲ προσλαμβάνουσαι μέσον ὅρον κακῶς ὁ Ἀλέξανδρος ἐκλαμβάνει· μέσον γὰρ τῆς προτάσεως τίθησι τὸν ὅρον, οἷον μέσον τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ ἢ τοῦ λογικοῦ. οὐκέτι οὖν φυλάττει τὴν ἀπόδειξιν, εἴ γε ἔχει πρότασιν δεομένην δείξεως διά τινος μέσου ὅρου. ἀλλ’ ὡς εἴπομεν, ὁ μὲν ἄκρος ἔξωθεν πρόσεισι, ὁ δὲ μέσος οὐ πρόσεισι· ἀλλ’ ὁ πρὸ τούτου ἄκρος τὴν σχέσιν ἐναλλάττει καὶ γίνεται μέσος. κἂν οὕτω δ’ ἀκούσομεν2 ὅτι προσλαμβάνουσι μεταξὺ τῆς προτάσεως ὅρον, ὡς ἐφ’ ὧν οὐκ ἔστιν ἡ πρότασις ἄμεσος, καὶ οὕτως εὐθυποροῦνται καὶ οὐ κύκλον μιμοῦνται. οὔτε γὰρ ὁ πρῶτος ὅρος, ὃς ἦν ὑποκείμενος ἐν τῷ συμπεράσματι, γένοιτ’ ἄν ποτε κατηγορούμενος οὔτε ὁ κατηγορούμενος ὑποκείμενος, εἰ μὴ ἀντιστρέφοιεν οἱ ὅροι· ἐφ’ ὧν καὶ ἡ κύκλῳ γίνεται δεῖξις οὐ διὰ τὴν τῶν ἀποδείξεων μέθοδον, ἀλλὰ δι’ αὐτὴν τὴν ὕλην, ὡς ὅταν εἴπω ὁ ἄνθρωπος γελαστικόν, τὸ δὲ γελαστικὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ ἄνθρωπος ἄρα νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ πάλιν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν γελαστικόν, τὸ γελαστικὸν ἄνθρωπος, τὸ ἄρα νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος.

“然而即使它们不被界定为有限,但它们至少绝不再次折回起点,而是不断额外吸纳中项与端项而径直前行。” 如果有人说,他说,证明可能延伸至无限,首先他将是错误的,正如我们将要指出的;其次,即使它们进展至无限,也终究是沿直线行进,而不是折回奔向最初的事物。例如,如果我这样说:人是能笑的,能笑的是理性的,因此人是理性的;通过给这个证明增加一个项,我连结起另一个证明,把增加的项作为端项,把先前的端项作为中项;因为他自己也正是通过说“额外吸纳中项与端项”来表明这一点的。于是我增加动物并说道:所有人都是理性的,所有理性的都是动物,因此所有人都是动物。我又连结上有灵魂的,又连结上物体。这样一种证明的进展是沿直线发生的;因为绝不折回起点,也就是不再折返回去证明声称“人是能笑的”这一前提命题;因为这一点已经被证明了。因为如果它未被证明,证明就根本不会向前推进。或者简而言之,它绝不折回到作为证明开端、第一前提命题所由结合而成的共通观念;因为共通观念是自明的,不需要证明;而圆环则是折回于自身。至于证明不可能行进至无限,从以下几点也是清楚的:因为它要么始于最高普遍的属而止于最具体的种,要么反过来始于这些种而止于那些属。另外,亚历山大错误地理解了“额外吸纳中项”这一表述;因为他把该项置于前提命题的中间,例如置于人与能笑的或理性的之间。因此,如果他确实有一个需要通过某个中项来证明的前提命题,他就不再维持这个证明了。但正如我们所说,端项是从外部引入的,而中项并不是从外部引入的;而是此前的那一个端项变换了关系而变成了中项。即使我们这样来理解,即它们在前提命题的中间额外吸纳一个项,就像在前提命题不是直接(无中介)的情况下那样,即便如此它们也是径直前行而不模仿圆环。因为在结论中作为主项的第一项决不会变成谓项,作为谓项的项也决不会变成主项,除非项相互换位;在这些情况下,产生圆环式的证明不是由于证明的方法,而是由于质料本身,正如我说“人是能笑的,能笑的是接受理智和知识的,因此人是接受理智和知识的”,又如说“接受理智和知识的是能笑的,能笑的是人,因此接受理智和知识的是人”。

§1.126

"Ἔτι δὲ εἰ ἡ αὐτὴ περιφορὰ πολλάκις, δεήσει πολλάκις νοεῖν τὸ αὐτό." Εἰπὼν ἕπεσθαι τῇ ἀπείρῳ περιφορᾷ τὴν ἄπειρον νόησιν, ἤτοι τοῦ αὐτοῦ ἀεὶ ἐν τῷ νοεῖσθαι ὄντος καὶ μηδέποτε γενομένου ἢ πολλάκις τοῦ αὐτοῦ ἀνελιττομένου,3 δείξας τὸ ἑπόμενον τῷ προτέρῳ ἄτοπον νῦν δείκνυσι καὶ τὸ τούτῳ ἑπόμενον· εἰ γὰρ ἡ αὐτή ἐστιν ἀεὶ τοῦ νοῦ περιφορά, τὸ αὐτὸ ἔσται καὶ τὸ νοούμενον, ὥστε ἀεὶ τὸ αὐτὸ νοήσει καὶ οὐδέποτε ἄλλο· ὥστε οὐ πάντα νοήσει.

“此外,如果同一个旋转重复多次,就必须多次思考同一事物。” 在说过无限的思考伴随无限的旋转之后——要么是同一事物始终处于被思考之中而从未完成,要么是同一事物被展开多次——他在展示了伴随前者的荒谬之后,现在也展示了伴随后者的后果。因为如果理智的旋转始终是同一个,那么被思考的事物也将是同一个,从而它将始终思考同一个事物而决不思考别的事物;从而它就不会思考一切事物。

语法注3 条
  1. 1.125ἄκρον μὲν τὸν προστεθέντα ποιήσας, τὸν δὲ πρὶν ἄκρον μέσον

    分词 ποιήσας 为阳性主格单数,修饰主句主语(论证者)。此处构成两组平行的双重宾格结构:τὸν προστεθέντα(直接宾语)与 ἄκρον(宾语补足语/述语宾格),以及 τὸν πρὶν ἄκρον(直接宾语)与 μέσον(述语宾格)。补足语前置构成了倒置(hyperbaton),用以突出中项与端项的角色转换。

  2. 1.125κἂν οὕτω δ’ ἀκούσομεν

    κἄν 是 καὶ ἐάν 的缩合形式,此处与将来时直陈式 ἀκούσομεν 连用,构成让步条件从句(“即使我们这样理解”)。它与后文的主句 καὶ οὕτως εὐθυποροῦνται 相呼应,表明即使接纳亚历山大的替代解释,证明呈直线行进的论点依然成立。

  3. 1.126ἤτοι τοῦ αὐτοῦ ἀεὶ ἐν τῷ νοεῖσθαι ὄντος καὶ μηδέποτε γενομένου ἢ πολλάκις τοῦ αὐτοῦ ἀνελιττομένου

    由选言连词 ἤτοι... ἤ(“要么……要么……”)连接了两个平行的独立属格结构(genitive absolute):前者为 τοῦ αὐτοῦ... ὄντος καὶ... γενομένου(“同一事物始终处于被思考之中且从未完成”),后者为 τοῦ αὐτοῦ ἀνελιττομένου(“同一事物被多次展开”)。这种分类将无限旋转可能引发的思考模式分为两类,为后文集中论驳后者的荒谬性奠定了句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:134.29-136.3