- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:137.23-139.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德对《蒂迈欧篇》宇宙灵魂说的批判,涉及灵魂与天体结合所带来的荒谬后果,以及天作圆周运动的动力因与目的因之缺失,并补充了亚里士多德本人与普罗提诺关于目的因的解释。
" Καὶ προσέτι φευκτέον, ἐπείπερ βέλτιον τῷ νῷ μὴ μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ." Ἐξ αὐτῶν τῶν εἰωθότων λέγεσθαι παρὰ Πλάτωνος, δοκούντων δὲ καὶ τοῖς πολλοῖς τὸ ἄτοπον κατασκευάζει.1 δοκεῖ γὰρ τῷ Πλάτωνι βέλτιον εἶναι τῇ ψυχῇ χωρὶς σώματος εἶναι· ἐπίπονος γὰρ αὐτῇ ὁ ἐν σώματι βίος· δοκεῖ δὲ αὐτῷ καὶ ὁ κόσμος μηδέποτε λυθήσεσθαι, ὥστε ἐν χείρονι μοίρᾳ τὸν ἀεὶ χρόνον ἔσται ἡ ψυχὴ τοῦ παντὸς οὐδὲ τὸ ἴσον ἔχουσα ταῖς ἡμετέραις ψυχαῖς, αἵτινές ποτε τοῦ σώματος ἀπολύονται· ἀιδίως γὰρ αὐτῇ τὸ συμπεπλέχθαι τῷ σώματι. τοῦτο μὲν οὖν καλῶς συνήγαγεν ὁ Ἀριστοτέλης, εἰ τῷ ὄντι, ὥσπερ δοκεῖ λέγειν ὁ Τίμαιος, συμπέπλεκται ἡ οὐσία αὐτῆς τῷ σώματι· ἀλλ’ ὥσπερ ἡ ψυχὴ ὅταν ἐπικρατήσῃ τοῦ σώματος, τὸ σῶμα ἔχει ἑπόμενον, οὐκ αὐτὴ ταῖς τοῦ σώματος ἕπεται κινήσεσιν, οὕτω πολλῷ μᾶλλον τοῦ σώματος τοῦ οὐρανίου ἀπηλλαγμένου πάσης θνητῆς δυσχερείας καὶ μόνῃ τῇ βουλήσει τῆς ψυχῆς κινουμένου οὐδεμία δυσχέρεια τῇ ψυχῇ ἐξ αὐτοῦ περιγίνεται, ὥσπερ οὐδὲ τῇ ἡμετέρᾳ ἐκ τοῦ αὐγοειδοῦς.
“而且此外[与身体结合]应当予以避免,因为对于理智而言不与身体在一起更好,正如习惯上所说的那样,并且这也为众人所赞同。” 他是从柏拉图习惯上所说的、也是多数人所认同的那些说法本身出发,来确立这种荒谬性的。因为在柏拉图看来,灵魂脱离身体而存在更好,因为身体中的生活对它来说是充满劳顿的;但他同时也认为宇宙绝不会消解,以至于全宇宙的灵魂将在永恒的时间中处于更差的境遇,甚至不能享有与我们的灵魂平等的地位——我们的灵魂终究会从身体中解脱出来;因为与身体交织在一起对宇宙的灵魂而言是永恒的。于是,如果真如《蒂迈欧篇》似乎所说的那样,宇宙灵魂的实体与身体交织在一起,亚里士多德推导出这一点是完全合理的。但是,正如灵魂在支配身体时,是拥有身体作为随从者,而并非它自身跟从身体的运动,同样更为确切的是,当天体身体摆脱了一切凡俗的困难,并仅凭灵魂的意愿而运动时,灵魂绝不会从中产生任何困难,正如我们的灵魂从光辉的身体中不会产生困难一样。
"Ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία· οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι, ἀλλὰ κατὰ συμβεβηκός." Ὡς δείξας ὅτι ἡ ψυχὴ οὐ κινεῖται καθ’ ἑαυτὴν ἀμεγέθης οὖσα καὶ ἀσώματος, ἀλλὰ κατὰ συμβεβηκός, λέγει εἰκότως ὅτι ἄδηλος ἐπὶ τοῖς ὑπ’ αὐτῶν λεγομένοις ἡ ποιητικὴ αἰτία τῆς κύκλῳ κινήσεως τοῦ οὐρανοῦ. εἰ γὰρ ἡ ψυχὴ τῷ κινεῖσθαι κινεῖ, ἐδείχθη δὲ καθ’ αὑτὴν ἀκίνητος οὖσα, τί τὸ αἴτιον τῷ οὐρανῷ τῆς κύκλῳ κινήσεως; οὔτε γὰρ ἡ ψυχὴ διὰ τὰ δεδειγμένα καθ’ αὑτὴν κινεῖται οὔτε μέντοι τὸ σῶμα αὐτὸ ἑαυτῷ τῆς κινήσεώς ἐστιν αἴτιον· οὐδὲ γὰρ βούλεται ὁ Πλάτων κατὰ φύσιν αὐτῷ εἶναι τὴν κύκλῳ κίνησιν, ἀλλ’ ὑπὸ ψυχῆς. ἄδηλος οὖν τῆς κύκλῳ κινήσεως κατ’ αὐτὸν ἡ αἰτία. ὁ γὰρ Ἀριστοτέλης καὶ φυσικὴν δίδωσιν τῷ οὐρανίῳ σώματι τὴν κίνησιν, συντρέχειν δέ φησι τῇ φυσικῇ καὶ τὴν ἐκ τῆς ψυχῆς κίνησιν αὐτῷ τῷ εἶναι κινοῦσαν οὕτως.2
“天作圆周运行的原因也是不清楚的;因为灵魂的实体并不是圆周运行的原因,而只是偶性上的原因。” 在表明了灵魂自身是不运动的(因为它是无大小且非物体的),而只是偶性上运动之后,他顺理成章地指出,根据他们所说的,天作圆周运动的动力因是不清楚的。因为如果灵魂是通过运动来推动的,并且已经被表明其自身是不动的,那么对于天而言圆周运动的原因又是什么呢?因为根据已经表明的事实,灵魂既不凭自身而运动,身体本身也并非自身运动的原因;因为柏拉图并不主张圆周运动对天体而言是自然的,而是主张由灵魂产生的。因此,根据他的说法,圆周运动的原因是不清楚的。因为亚里士多德也赋予了天体身体以自然运动,并主张来自灵魂的运动与自然运动相协同,以其存在本身如此运动之。
"Ἀλλὰ μὴν οὐδ’ ὅτι βέλτιον λέγεται." Οὐ μόνον, φησί, τὴν ποιητικὴν αἰτίαν τῆς κύκλῳ κινήσεως τοῦ οὐρανοῦ ὅσον ἐκ τῶν εἰρημένων τῷ Τιμαίῳ ἀγνοοῦμεν, ἀλλὰ καὶ τὴν τελικήν· οὐδαμοῦ γὰρ κατεσκεύασεν ὅτι βέλτιον τῷ οὐρανῷ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν, καὶ τὸ κύκλῳ ἢ ἄλλην κινεῖσθαι κίνησιν. καίτοι πάντα τὰ φύσει γινόμενα πρὸς τὸ τέλος ὁρᾷ, ὅπερ ἐστὶ κάλλιστον τῶν ἐνδεχομένων περὶ ἐκεῖνα γενέσθαι. αὐτὸς γὰρ καὶ τῆς κινήσεως καὶ τῆς κύκλῳ ἀποδίδωσι καὶ τὴν τελικὴν αἰτίαν ὅτι πρέπουσα κίνησις τῷ ἀιδίῳ ἡ κύκλῳ μήτε ἀρχὴν ἔχουσα μήτε τέλος, καὶ ὅτι ἀγαθὸν ἦν αὐτῷ τὸ κινεῖσθαι μᾶλλον ἢ ἑστάναι, ἐπεὶ τὸ ἐνεργεῖν τῆς ἀνενεργησίας.3 καὶ ὁ Πλωτῖνος δὲ τὴν τελικὴν αἰτίαν τῆς κύκλῳ κινήσεως ἀποδίδωσι λέγων “διὰ τί γάρ”, φησί, “κύκλῳ κινεῖται; ὅτι νοῦν μιμεῖται”· καὶ γὰρ ἡ τοῦ νοῦ ἐνέργεια κύκλῳ ἔοικεν, ὡς εἰπόντες ἔφθημεν. ἐπεὶ οὖν τὰ καταδεέστερα ἐπιστρέφεται πρὸς τὰ κρείττω, οὕτω καὶ αὐτὸς τῷ κύκλῳ κινεῖσθαι μιμεῖται τὴν τοῦ νοῦ ἐνέργειαν. καὶ ἄλλως ἐπεὶ τὸ θεῖον ἅμα πανταχοῦ, τῷ πανταχοῦ γίνεσθαι τῇ κύκλῳ κινήσει μιμεῖται τὸ πανταχοῦ ὄν. καὶ Πλάτων δὲ τὴν αἰτίαν τοῦ σφαιρικοῦ σχήματος ἀποδέδωκε· ‘σχῆμα γὰρ ἔδωκεν αὐτῷ’, φησί, ‘τὸ πρέπον καὶ ξυγγενές’· τῷ γὰρ πάντα δεξομένῳ τὸ πολυχωρητότατον τῶν σχημάτων ἔδωκε, πολυχωρητότατον δὲ τῶν ἰσοπεριμέτρων ἐν μὲν τοῖς ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαῖρα.
“然而,人们甚至也没有说明这样是更好的。” 他说,从《蒂迈欧篇》中所说的来看,我们不仅不知道天作圆周运动的动力因,而且也不知道其目的因;因为他完全没有确立对于天而言运动比静止更好,以及作圆周运动比作其他运动更好。尽管一切依自然生成的事物都朝向目的,而目的乃是关于它们可能生成的事物中最美好的。因为亚里士多德本人为运动和圆周运动都指明了目的因:圆周运动没有起点也没有终点,因而对于永恒之物而言是相宜的运动;而且运动比停滞对它更好,因为现实活动优于无活动。普罗提诺也指明了圆周运动的目的因,他说:“因为究竟是为了什么,”他说,“它作圆周运动呢?因为它模仿理智”;因为正如我们先前提到过的,理智的现实活动类似于圆环。既然较劣的事物朝向较优的事物转化,因此天自身也通过作圆周运动来模仿理智的现实活动。此外从另一角度看,既然神性之物同时存在于一切地方,它通过圆周运动而处于一切地方,便模仿了处于一切地方的存在者。柏拉图也指明了球状形态的原因:“因为他赋予了它,”他说,“相宜且同类的形状”;因为他给将要接纳一切事物者赋予了诸形状中容积最大者,而在等周长的图形中,容积最大者在平面中是圆,在立体中则是球。
"Ἐπεὶ δ’ ἐστὶν ἡ τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα, ταύτην μὲν ἀφῶμεν." Τὸ γὰρ ζητεῖν τίνος ἕνεκεν οὕτω κινεῖται ὁ οὐρανός, καὶ διὰ τί κάλλιον οὕτως, οὐ τοῦ προκειμένου σκοποῦ, ἀλλὰ τοῖς περὶ οὐρανοῦ λόγοις καὶ περὶ κινήσεως οἰκεία ἡ τοιαύτη σκέψις· νῦν δὲ τὸ προκείμενον περὶ ψυχῆς. τοσοῦτον οὖν μόνον εἰπὼν ὅτι παραλέλειπται ταῦτα τῷ Τιμαίῳ ἐπανάγει ἐπὶ τὸ προκείμενον τὸν λόγον.
“但既然这样的考察更属于其他讨论,我们姑且将之放下。” 因为探究天是为了什么而如此运动、以及为何如此运动更为美好,并不属于当下的目的,而是属于论天的学说和论运动的学说所固有的考察;但现在当下的主题是论灵魂。因此,在仅仅指出了这些内容在《蒂迈欧篇》中被遗漏之后,他便将讨论引回当下的主题。
- 1.131Ἐξ αὐτῶν τῶν εἰωθότων λέγεσθαι παρὰ Πλάτωνος, δοκούντων δὲ καὶ τοῖς πολλοῖς τὸ ἄτοπον κατασκευάζει.
句首介词短语 Ἐξ αὐτῶν τῶν εἰωθότων... 表示构建荒谬结论的依据或起点,修饰主动词 κατασκευάζει。中性分词 τῶν εἰωθότων 与 δοκούντων 为并列关系,短语 παρὰ Πλάτωνος 直接依附于不定式 λέγεσθαι。
- 1.132αὐτῷ τῷ εἶναι κινοῦσαν οὕτως
带冠词不定式与格 αὐτῷ τῷ εἶναι 表示方式或原因,与修饰 τὴν ἐκ τῆς ψυχῆς κίνησιν 的阴性分词 κινοῦσαν 搭配,意为“仅凭其存在本身便作如此推动”。
- 1.133ἐπεὶ τὸ ἐνεργεῖν τῆς ἀνενεργησίας
在由 ἐπεὶ 引导的原因从句中,省略了充当谓语的比较级形容词(如 κρεῖττον “更好”),属格 τῆς ἀνενεργησίας 充当比较属格。
