- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:133.22-134.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯根据表达思考的言说(定义与证明)之有限性,阐明理论思考是有限的,并通过实体与偶性的存在论二分法论证了言说仅限于这二者的原因。
" Αἱ δὲ θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται. λόγος δὲ πᾶς ὁρισμὸς ἢ ἀπόδειξις." Ὅτι οὐδὲ αἱ θεωρητικαὶ νοήσεις ἄπειροι, δείκνυσιν ἐκ τῶν λόγων τῶν περὶ αὐτῶν γινομένων, ἐκ τῶν σαφεστέρων τὰ ἀσαφέστερα κατασκευάζων· ἄγγελοι γάρ εἰσι τῶν νοημάτων οἱ λόγοι, οὗτοι δὲ μᾶλλον ἐμφανέστεροι1 ἡμῖν καὶ γνωριμώτεροι ἤπερ αἱ ἕξεις, ἀφ’ ὧν προΐασιν. ἀνάγκη οὖν πᾶσα, ὡς ἔχουσιν οἱ περὶ τῶν θεωρητικῶν νοήσεων λόγοι, οὕτως ἔχειν καὶ αὐτὰς τὰς νοήσεις. ἐὰν οὖν δείξω τοὺς λόγους αὐτῶν πεπερασμένους, πᾶσα ἀνάγκη καὶ αὐτὰς πεπερασμένας εἶναι. οἱ δὲ περὶ τῶν θεωρητικῶν νοήσεων λόγοι ὁρισμός ἐστι καὶ ἀπόδειξις. ὅτι δ’ οὐδεὶς τούτων ἄπειρος, δῆλον ἐντεῦθεν· πᾶσα γὰρ ἀπόδειξις ἔχει ἀρχὴν καὶ πέρας, ἀρχὴν μὲν τὰς κοινὰς ἐννοίας, πέρας δὲ τὴν ἀπόδειξιν αὐτὴν καὶ τὸ συμπέρασμα· ὥστε οὐδεμία ἀπόδειξις ἄπειρος. ὁμοίως καὶ οἱ ὁρισμοὶ ἔχουσι καὶ ἀρχὴν καὶ πέρας, ἀρχὴν μὲν τὰ γενικώτατα γένη, τέλος δὲ τὰς εἰδικωτάτας διαφοράς· οὐδὲ οἱ ὁρισμοὶ ἄρα ἄπειροι. καὶ ἄλλως μηδεμιᾶς οὐσίας ἀπείρου οὔσης ἀλλὰ πεπερασμένης, ἀνάγκη καὶ τοὺς ὁριστικοὺς αὐτῶν λόγους πεπερασμένους εἶναι. καὶ ἄλλως εἰ τὰ κοινότατα τῶν ὄντων γένη δέκα ἐστί, ἡ δὲ ἐκ τούτων πρόοδος οὐκ ἐπ’ ἄπειρον, ἀλλὰ μέχρι τῶν ἀτόμων εἰδῶν, μεθ’ ἃ τὰ καθ’ ἕκαστον, καὶ τὸ ἐκ πάντων ἄρα [ὁρισμὸς] πεπερασμένον· ἐκ τούτων δ’ οἱ ὁρισμοί· πᾶς ἄρα ὁρισμὸς πεπέρασται. δέδεικται δὲ καὶ ἐν τῇ Ἀποδεικτικῇ ὡς ὅτι2 ἀδύνατόν ἐστι τὰς ἀποδείξεις ἐπ’ ἄπειρον προϊέναι· οὕτω γὰρ πᾶσα γνῶσις καὶ ἐπιστήμη ἀναιρεθήσεται. εἰ γὰρ δεῖ εἰς τὴν λῆψιν τῶν ὁρισμῶν ἀπείρους παραλαμβάνεσθαι διαφοράς, τὸ δὲ ἄπειρον διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ ἀδύνατον, ἀδύνατον ἄρα ὁρίσασθαί τι· τοῦ δὲ ὁρισμοῦ μὴ ἐγνωσμένου οὐδὲ τὴν φύσιν τοῦ πράγματος γνῶναι δυνατόν, ἀγνοουμένης δὲ τῆς τοῦ πράγματος φύσεως οὐδὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτῷ δυνατὸν γνῶναι, περὶ ἃ ἡ ἀπόδειξις· πᾶσα ἄρα γνῶσις ἀναιρεθήσεται. οὐκ ἄρα οἷόν τε ἐπ’ ἄπειρον προϊέναι τοὺς ὁρισμούς. ὥστε εἰ οἱ λόγοι τῶν νοήσεων τῶν θεωρητικῶν πεπερασμένοι, καὶ αὐτὰς πεπερασμένας εἶναι ἀνάγκη. συλλογισμὸν δὲ τὸ συμπέρασμά φησι·3 διὸ εἰπὼν τὸν συλλογισμὸν ἐπεξηγούμενος ἐπήγαγεν ἢ τὸ συμπέρασμα ὡς ἓν ἀνθ’ ἑνὸς λέγων. ὅτι δὲ οἱ περὶ τῶν θεωρητικῶν νοήσεων λόγοι δύο μόνοι εἰσίν, ὁ ὁρισμός φημι καὶ ἡ ἀπόδειξις, δῆλον ἐντεῦθεν· πάντα γὰρ τὰ ὄντα ἢ οὐσίαι εἰσὶν ἢ τὰ συμβεβηκότα ταῖς οὐσίαις· ἔστι γάρ τι καὶ ἡ οὐσία τῆς ψυχῆς, ἔστι τι καὶ τὸ συμβεβηκὸς περὶ αὐτήν, τὸ ἀθάνατον εἶναι τυχὸν ἢ μέσην ἔχειν ἐν τῷ παντὶ τάξιν ἢ τοιοῦτον· ἡ μὲν οὖν τῶν οὐσιῶν κατάληψις διὰ τῶν ὁρισμῶν εὑρίσκεται, ἡ δὲ τῶν συμβεβηκότων διὰ τῆς ἀποδείξεως, συμβεβηκότων δὲ τῶν καθ’ αὑτό.
“然而理论的思考同样被言说(理则)所界定。而一切言说要么是定义,要么是证明。” 理论思考也并非无限,这一点他是从关于它们的言说中展示出来的,是通过较清晰的事物来确立较不清晰的事物;因为言说是思想的使者,而相比于它们所由产生的那些状态(品质),言说对我们而言更为明显且更容易为人所知。因此完全必然的是:关于理论思考的言说如何,这些思考本身也就如何。因此,如果我证明它们的言说是有限的,那么它们本身必然也是有限的。而关于理论思考的言说即是定义与证明。其中任何一个都不是无限的,这从以下几点显而易见:因为一切证明都具有开端和极限,作为开端的是共通观念,作为极限的则是证明本身即结论;所以没有任何证明是无限的。同样,定义也既具有开端又具有极限,作为开端的是最高普遍的属,作为终点的则是最具体的种差;因此定义也不是无限的。从另一角度来看,既然没有任何实体是无限的而是有限的,那么它们的定义性言说必然也是有限的。再从另一角度来看,如果事物最共通的属是十个,而从这些属出发的进展不是朝向无限,而是直到不可再分的种,其后便是单个具体事物,那么由一切构成的[定义]也就是有限的;而定义正是由这些构成的;因此一切定义都是有限的。此外在《后分析篇》中也已经证明,证明不可能无限进展;因为这样一来一切知识和科学都将被取消。因为如果为了把握定义必须引入无限的种差,而在有限时间内遍历无限之物是不可能的,那么要界定任何事物都是不可能的;而在定义未被认识的情况下,也不可能认识事物的本性,而在事物的本性不为人知的情况下,也不可能认识本质上属于它的偶性,而证明正是围绕这些偶性展开的;因此一切知识都将被取消。所以定义不可能无限进展。因此,如果理论思考的言说都是有限的,那么这些思考本身也必然是有限的。他把结论称为推论;因此在说了“推论”之后,他通过解释补充说“或者结论”,是用一者代替另一者而言。至于关于理论思考的言说只有两种,即我说的是定义与证明,这从以下几点显而易见:因为一切存在者要么是实体,要么是实体的偶性;因为灵魂的实体确实是某种事物,而关于它的偶性也是某种事物,例如是不朽的,或在宇宙中占有中间等级,或诸如此类;而实体的把握是通过定义被发现的,偶性的把握则是通过证明被发现的,即那些本质偶性的把握。
- 1.124μᾶλλον ἐμφανέστεροι
副词 μᾶλλον 与比较级形容词 ἐμφανέστεροι 叠用(双重比较级)。这是后代希腊语中为表强调而常见的冗赘句法,意为“要明显得多”。
- 1.124ὡς ὅτι
连词 ὡς 与 ὅτι 叠用以引出依赖于 δέδεικται 的名词从句。这是通用希腊语至拜占庭散文中常见的句法惯用,功能等同于单一陈述连词(“即……”)。
- 1.124συλλογισμὸν δὲ τὸ συμπέρασμά φησι
συλλογισμὸν 充当宾语补足语(述谓成分),而 τὸ συμπέρασμα 是动词 φησι 的直接宾语(宾格)。因语序倒置,宾补被置于句首,意为“他把结论称为推论”。
