← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§132.6-133.21

对思考为圆周运动的批判与实践思考的有限性

斐洛波诺斯注解了亚里士多德对《蒂迈欧篇》灵魂说的批判:若思考是圆周运动,则理智必是可感觉的圆,且永恒的旋转会导致关于思考的谬论。接着他解释了实践思考因一切行动皆有目的而必是有限的论证,并对比了行动与考量之间相反的次序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.121

" Ἀναγκαῖον δὲ τὸν νοῦν εἶναι τὸν κύκλον τοῦτον. νοῦ μὲν γὰρ κίνησις νόησις, κύκλου δὲ περιφορά. εἰ οὖν ἡ νόησις περιφορά, καὶ νοῦς ἂν εἴη ὁ κύκλος, οὗ ἡ τοιαύτη περιφορὰ νόησις." Ἵνα μή τις εἴποι ὅτι οὐκ ἔλεγε κύκλον αἰσθητὸν ὁ Τίμαιος τὴν ψυχήν, ἀλλὰ τὸν καθόλου κύκλον καὶ τὸν τοῦ κύκλου λόγον, ὃς ἀμεγέθης ἐστὶ καὶ ἀσώματος, παντὶ γοῦν ἐφαρμόζει κύκλῳ ὁμοίως μικρῷ τε καὶ μεγάλῳ, καὶ τοῦτο διὰ τούτων κατασκευάζει. πᾶσα γὰρ ἀνάγκη, φησίν, ἐκ τῶν εἰρημένων αἰσθητὸν κύκλον τὸν νοῦν ὑπολαμβάνειν λέγειν τὸν Τίμαιον. τὸ γὰρ τοῦτον δεικτικὸν τὸ αἰσθητὸν αὐτῷ σημαίνει· τοῦτο γάρ ἐστι τὸ δεικνύμενον. πόθεν οὖν ὅτι τοῦτο ἔλεγεν; ὁ καθόλου κύκλος οὐ κινεῖται· λόγος γάρ ἐστιν. ὃν δὲ λόγον ἔχει ὁ νοῦς πρὸς τὴν νόησιν, τοῦτον ἔχει καὶ ὁ κύκλος πρὸς τὴν περιφοράν· κίνησις γὰρ ἑκάτερον, τὸ μὲν τοῦ νοῦ, τὸ δὲ τοῦ κύκλου. οὐκοῦν καὶ ἐναλλὰξ ὃν λόγον ἔχει ἡ νόησις πρὸς τὴν περιφοράν, τοῦτον καὶ ὁ νοῦς πρὸς τὸν κύκλον.1 εἰ τοίνυν ἡ νόησις περιφορά, καὶ ὁ νοῦς ἄρα κύκλος. εἰ δὲ ἡ περιφορὰ αἰσθητοῦ ἐστι κύκλου (ὁ γὰρ καθόλου κύκλος οὐ περιάγεται) καὶ ὁ νοῦς ἄρα αἰσθητός ἐστι κύκλος.

“而理智必然就是这个圆;因为理智的运动是思考,而圆的运动是旋转。因此,如果思考就是旋转,那么理智也就是那个其此类旋转即是思考的圆。” [这是]为了不让有人说蒂迈欧并不是把灵魂称为可感觉的圆,而是称为普遍的圆即圆的定义(理则),它是没有量度且无形体的,因而同样适合于无论大小的每一个圆;而[亚里士多德]正是通过这些话来确立这一点的。因为他说,根据所说的话,完全必然要认为蒂迈欧说理智是一个可感觉的圆。因为对他而言,指示词“这个”意味着可感觉者;因为被指示出来的正是这一者。那么凭什么说他是这样说的呢?普遍的圆是不运动的;因为它是定义。而理智对于思考具有怎样的比例,圆对于旋转也具有怎样的比例;因为两者都是运动,前者是理智的运动,后者是圆的运动。因此通过更替比例,思考对于旋转具有怎样的比例,理智对于圆也就具有怎样的比例。那么如果思考是旋转,那么理智也就是圆。而如果旋转属于可感觉的圆(因为普遍的圆是不旋转的),那么理智也就是可感觉的圆。

§1.122

"Ἀεὶ δὲ δή τι νοήσει· δεῖ γάρ, εἴπερ ἀΐδιος ἡ περιφορά. " Ἢ τοῦτό φησιν ὅτι τὸ αὐτὸ νοήσει πολλάκις, ἢ ὅτι ἀεὶ δεῖ νοεῖν ἐπ’ ἄπειρον ἕτερα καὶ ἕτερα, εἴπερ ἡ περιφορὰ νόησις, ἀΐδιος δὲ αὕτη. τοῦτο δὲ οὐδὲν ἀναγκαῖον δόξει ἔχειν· εἴποιεν γὰρ ἄν ὅτι καὶ γὰρ ἀνάγκη ἀεί τι νοεῖν καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ πάλιν ἰέναι. ἐπεὶ γὰρ μή ἐστι μηδεμία ψυχὴ οἷος ὁ πρῶτος νοῦς, ὃς ἀθρόαν καὶ ἄχρονον ἔχει τὴν νόησιν, οὐ ποτὲ μὲν τοῦτο ποτὲ δ’ ἐκεῖνο νοῶν, ἀλλ’ ἅμα πάντα, ἀλλ’ ἐπειδὴ πᾶσα ψυχή, κἂν τὴν τοῦ παντὸς εἴπῃς, μεταβατικὴν ἔχει τὴν νόησιν ἀπὸ τούτου τοῦ νοητοῦ ἐπ’ ἄλλο μεταβαίνουσα, διὰ μὲν τὸ ἀεικίνητον ἀεί τι νοήσει, διὰ δὲ τὸ ἀίδιον ἀνάγκη διὰ τὴν ἀπειρίαν τοῦ χρόνου εἰς τὸ αὐτὸ πάλιν ἀνακάμπτειν καὶ ταύτῃ κύκλον μιμεῖσθαι· οὐκ ἄπειρα μέντοι νοήσει, ἐπειδὴ μηδὲ τὰ νοητὰ ἄπειρα. μήποτε οὖν τοῦτό φησι ὅτι τὸ αὐτὸ ἀεὶ νοήσει τῷ μηδέποτε ὅλον νενοηκέναι·2 ἡ γὰρ ὁμοία καὶ ὡσαύτως ἔχουσα περιφορὰ περὶ ταὐτοῦ τινος ἔσται. δεήσει οὖν τοιοῦτον εἶναι τὸ νοούμενον, ὃ οὐδέποτε νενοημένον ἔσται. τί οὖν τοῦτό ἐστιν; ὅτι δὲ οὐδεμία ἐστὶν ἄπειρος νόησις διὰ τῶν ἑξῆς ἐπάγει.

“然而它确实将永远在思考某物;因为若旋转是永恒的,这就必然如此。” 他或者是指这个意思:它将多次思考同一事物;或者是指:如果旋转就是思考且这一旋转是永恒的,它就必须无限地相继思考一件又一件不同的事物。但这似乎并不具有必然性;因为他们可以说,永远思考某物并且从同一者再次回到同一者,这确实是必然的。因为既然没有任何灵魂像第一理智那样——第一理智的思考是总括且无时间的,不是有时思考这个、有时思考那个,而是一并思考所有事物——相反,既然一切灵魂,即使你说的是全宇宙的灵魂,其思考都是过渡性的,从这一可思知对象过渡到另一对象,那么由于永恒运动,它固然将永远思考某物,而由于永恒存在,通过时间的无限性,它必然再次折回同一事物,并以此模仿一个圆;然而它不会思考无限之物,因为可思知对象也并非无限。难道他说的是这个意思:通过从未把整体思考完毕,它将永远思考同一事物?因为相同且处于同一状态的旋转将是围绕某个同一对象的。因此所思考的对象必须是那种永远不曾被完全思考完毕的东西。那么这究竟是什么呢?至于不存在任何无限的思考,他通过接下来的论述予以提出。

§1.123

"Τῶν μὲν γὰρ πρακτικῶν νοήσεων ἔστι πέρατα· πᾶσαι γὰρ ἑτέρου χάριν." Ὅτι μὲν αἱ πρακτικαὶ νοήσεις πεπερασμέναι, δείκνυσιν ἐκ τῶν πράξεων. πᾶσα γὰρ πρᾶξις τέλους τινὸς ἕνεκα γίνεται· τυχοῦσαι οὖν τοῦ τέλους οὗ ἕνεκα γίνονται, παύονται τῆς ἐνεργείας. οὐδεμία γὰρ πρᾶξις ἐπ’ ἄπειρον γίνεται· πᾶν γὰρ τὸ ἐφετὸν τινὸς ἕνεκα. ἔχουσι δὲ καὶ ἀρχὰς αἱ πράξεις. οὐκοῦν ὡς ἔχουσιν αἱ πράξεις, οὕτως ἔχουσιν καὶ αἱ περὶ αὐτῶν θεωρίαι· πεπερασμέναι ἄρα αἱ πρακτικαὶ θεωρίαι. πλὴν ὡς ἐν ἄλλοις πολλάκις εἴπομεν, ἀνάπαλιν ἔχουσιν αἱ θεωρίαι ταῖς πράξεσιν.3 τὸ γὰρ τῆς πράξεως τέλος τῆς θεωρίας ἐστὶν ἀρχή, καὶ ἔμπαλιν. ἔστιν οὖν ἀρχὴ μὲν τῆς οἰκοδομικῆς, εἰ τύχοι, πράξεως τὸ ὀρύξαι θεμέλιον ἢ παρασκευάσασθαι τὰς ὕλας, τέλος δὲ ἡ ὀροφή, τοῦτο δέ ἐστι τὸ σκέπασμα τῶν ὄμβρων καὶ τῶν καυμάτων. καὶ τῆς οὖν θεωρίας καὶ τῆς πράξεως ταύτης τὰ αὐτὰ πέρατα ἀνάπαλιν.

“因为实践的思考是有极限的;因为它们全都是为了别的事物。” 实践的思考是有限的,这一点他从实践行动中予以证明。因为一切行动都是为了某种目的而产生的;因此,一旦达到了它们产生所为了的目的,它们便停止活动。因为没有任何行动是朝向无限而产生的;因为凡是所欲求之物都是为了某物。行动也具有开端。因此,诸行动如何,关于它们的理论考量也就如何;所以实践的考量是有限的。不过,正如我们在其他地方多次说过的,考量与行动具有相反的关系。因为行动的终点是考量的起点,反之亦然。因此,例如建筑行动的起点是挖掘地基或准备材料,而终点则是屋顶,即遮避雨水和炎热的覆盖物。因此,对于考量和对于这一行动而言,相同的诸极限是相反存在的。

语法注3 条
  1. 1.121ἐναλλὰξ ὃν λόγον ἔχει ἡ νόησις πρὸς τὴν περιφοράν, τοῦτον καὶ ὁ νοῦς πρὸς τὸν κύκλον

    数学比例论中“更替比”(alternando)的推导方式。从 A(理智): B(思考)= C(圆): D(旋转)的比例关系出发,更替内项得出 B(思考): D(旋转)= A(理智): C(圆)。副词 ἐναλλάξ 是欧几里得《几何原本》第5卷定义12中的标准数学术语。

  2. 1.122μήποτε οὖν τοῦτό φησι ὅτι τὸ αὐτὸ ἀεὶ νοήσει τῷ μηδέποτε ὅλον νενοηκέναι

    μήποτε + 直陈式(此处为 φησί)表示委婉的猜测或提出新的诠释(“难道他说的是……吗”)。后面的 τῷ μηδέποτε ὅλον νενοηκέναι 是带有中性单数与格定冠词的不定词短语,充当原因或方式与格(“由于从未把整体思考完毕”)。

  3. 1.123ἀνάπαλιν ἔχουσιν αἱ θεωρίαι ταῖς πράξεσιν

    ἔχω + 副词 + 与格结构,表示“对……处于[某种]关系中”。此处 ἀνάπαλιν(相反地、逆序地)与与格 ταῖς πράξεσιν(对诸行动)搭配,表明考量(思索)的进行顺序与行动的展开顺序呈现颠倒关系(行动的终点即考量的起点,反之亦然)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:132.6-133.21