← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§131.6-132.5

理智与对象的不可分性及可分性不匹配问题

斐洛波诺斯注解了亚里士多德《论灵魂》407a18中关于理智与其对象之间可分性与不可分性不匹配时思考之不可能性的疑难,对比了前人的观点与自己的解释,并阐明了理智自身不可分性的真正含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.120

" Ἔτι δὲ πῶς νοήσει τὸ μεριστὸν ἀμερεῖ ἢ τὸ ἀμερὲς μεριστῷ;" Εἰ γὰρ μὴ οἷά τέ ἐστι τὰ μέρη τὸ ὅλον νοεῖν, ἄνευ δὲ τῆς τῶν μερῶν νοήσεως τὸ ὅλον οὐ νοεῖ (ἡ γὰρ ἄθροισις τῆς νοήσεως τῶν μερῶν ἡ τοῦ ὅλου ἐστὶ νόησις), οὐδὲν ἀμερὲς δύναιτο ἂν νοεῖν· ὥστε οὐ νοήσει τὸ νοητὸν ἀμερὲς ὂν μεριστὸς ὢν αὐτός. ἔτι εἰ ἑκάστῳ μορίῳ μέρος νοεῖ, τὸ ὅλον νόημα σύνθετον ἔσται· πῶς οὖν νοήσει τὸ ἁπλοῦν νόημα; ἅπαν γὰρ οὕτω νόημα σύνθετον ἔσται. ἀλλὰ μὴν ἁπλοῦ νοήματος μὴ ὄντος οὐδὲ σύνθετον ἔσται· πᾶν γὰρ σύνθετον ἐξ ἁπλῶν· ὥστε οὐδὲν ἔσται νόημα. οὐκοῦν οὐδὲ νοήσει· ἀναιρεθήσεται ἄρα ὁ νοῦς νοήματος οὐκ ὄντος. προσέθηκε δὲ τὸ ἢ τὸ μεριστὸν ἀμερεῖ καθάπερ διαβάλλων τὸ λέγειν θίξει τὸ νοεῖν γίνεσθαι. εἰ γὰρ ἀμερὴς ὁ νοῦς, πῶς νοήσει τὸ μεριστόν; τῷ γὰρ ἀμερεῖ τοῦ ἀμεροῦς ἐφάπτοιτο ἄν, οὐ τοῦ μεριστοῦ. ἢ τὸ μεριστὸν ἀμερεῖ πῶς νοήσει, ἵν’ ᾖ προσκείμενον τὸ κατὰ σημεῖον· πῶς γάρ, εἰ κατὰ σημεῖον ἡ ἀντίληψις, τὰ μεριστὰ νοήσει; τὸ ἔτι δὲ πῶς νοήσει τὸ μεριστὸν ἀμερεῖ ἢ τὸ ἀμερὲς μεριστῷ καὶ οὕτως ἐξηγοῦνται ὡς ἀπὸ ἄλλης ἀρχῆς. ἐπειδή, φασί, μὴ εἶναι μέγεθος τὸν νοῦν,1 ἵνα μή τις αὐτὸν ὑπολάβοι οὕτως αὐτὸν ἀμερῆ λέγειν ὡς τὸ σημεῖον, προσέθηκε ταῦτα· οὔτε γὰρ μέγεθος ὤν, φησί, νοήσει τὰ ἀμερῆ οὔτε σημεῖον ὢν τὰ μεριστά. ἄλλως δὲ ἐπὶ τοῦ νοῦ λέγει αὐτὸς τὸ ἀμέριστον· τὸ μὲν γὰρ τοῦ νοῦ ἀμέριστον οὐσία ἐστὶ αὐθυπόστατος ἐξῃρημένη παντὸς μεγέθους· τὸ δὲ σημεῖον ἐν γραμμῇ ἔχει τὸ εἶναι καὶ ἀρχή ἐστι μεγέθους. ὅπως δὲ ὁ νοῦς ἀμερὴς ὢν νοεῖ πάντα, ἐν τῷ τρίτῳ βιβλίῳ λέξει. ἄλλως ὡς ἐπὶ ἑτέρου ἐπιχειρήματος τούτου ἀκουστέον κοινῶς πάσαις ταῖς εἰρημέναις ὑποθέσεσιν ἁρμόζοντος. ἐπειδὴ γὰρ θίξει νοῶν ὁ κύκλος ἢ κατὰ σημεῖον θιγγάνει ἢ κατὰ μόριον, εἰ μὲν οὖν κατὰ σημεῖον θιγγάνων νοεῖ, πῶς νοήσει τὰ μεριστά, λέγω τὰ σώματα; οὐ γὰρ ἐφαρμόζει σημεῖον μεγέθει· πῶς οὖν νοήσει μὴ ἐφαρμόζον; οὗ γὰρ μὴ ἔθιγεν, οὐδὲ νοήσει τοῦτο. εἰ δὲ κατὰ μόρια νοεῖ, πῶς νοήσει τὰ ἀμερῆ; μεριστὸν γὰρ ἀμερεῖ οὐκ ἐφαρμόζει. τοῦτο δὲ οὐκέτι πρὸς τὸν ἀληθῆ λόγον ἐπαγαγεῖν δύναται2 ὅτι ‘πῶς οὖν ἀμερὴς ὢν ὁ νοῦς πάντα νοεῖ καὶ μεριστὰ καὶ ἀμερῆ;’ ἀμερὲς γὰρ νῦν φαμεν τὸ ἀντικείμενον τῷ μεριστῷ, τὸ σημεῖον λέγω, ἡ δὲ τοῦ νοῦ ἀμέρεια ἑτέρα τίς ἐστι καὶ οὐκ ἀντικειμένη τῇ πολυμερείᾳ τοῦ σώματος. νοεῖ δὲ ὡς ἔχων ἐν ἑαυτῷ πάντων τοὺς λόγους.

“此外,它又如何以无部分者思考可分者,或以可分者思考无部分者?” 因为如果诸部分不可能思考全体,且若无诸部分的思考全体便无法思考(因为诸部分之思考的集合便是全体的思考),它就无法思考任何无部分之物;从而,当它自身是可分的时候,就无法思考作为无部分之物的可思知对象。此外,如果它以每个部分思考[对象之]一部分,整个思想就将是复合的;那么它又如何思考单一的思想?因为这样一来,一切思想都将是复合的。然而,若不存在单一思想,也就不会存在复合思想;因为凡复合者皆由单纯者构成;从而将没有任何思想。因此它甚至不会思考;所以由于不存在思想,理智将被取消。至于他补充说“或者以无部分者思考可分者”,就如同在反驳认为思考是通过接触而产生的说法一样。因为如果理智是无部分的,它又如何思考可分者?因为以无部分者,它或许能触及无部分者,却不能触及可分者。或者说,为了将依点[之接触]补充进来,[他才问]它如何以无部分者思考可分者;因为若把握是依点的,它又如何思考可分的事物呢?人们也把“此外,它又如何以无部分者思考可分者,或以可分者思考无部分者”这样解释,仿佛它是来自另一个出发点。他们说,既然理智不是量度,为了不让人以为他是像点那样称其为无部分的,他才补充了这些话;因为他说,若作为量度,它既不会思考无部分者,若作为点,也不会思考可分者。但他自己对于理智是在另一种意义上说“不可分”的;因为理智的不可分性是超越一切量度、自立存在的实体;而点则是在线中拥有其存在,且是量度的本原。至于理智作为无部分者如何思考一切事物,他将在第三卷中论述。或者,应当把这理解为关于共同适合于所有前述假设的另一论证。因为既然通过接触进行思考的圆要么依点接触要么依部分接触:如果它依点接触来思考,它将如何思考可分之物,我指的是诸物体?因为点并不与量度重合;那么在不重合的情况下它又如何思考?因为凡是它未曾触及的,它也就不会思考。而如果它是依诸部分来思考,它又如何思考无部分之物?因为可分者并不与无部分者重合。但是,人们再也不能将这〔一困难〕引向真正的理论,追问“那么理智作为无部分者,如何思考一切事物,既包括可分者又包括无部分者?”因为我们现在所说的无部分者,是指与可分者相对立的东西,我指的是点,而理智的无部分性则是另一种,并不与物体的多部分性相对立。它是作为在自身中拥有万物的理则而进行思考的。

语法注2 条
  1. 1.120ἐπειδή, φασί, μὴ εἶναι μέγεθος τὸν νοῦν

    这是由表示原因的连词 ἐπειδή(既然)引导的从句中,置入了受插入语 φασί(他们说)支配的“宾格加不定词结构”(μὴ εἶναι τὸν νοῦν)的间接引语结构。此处未用直陈式动词而使用不定词,是因为在转述前代注解家们的解释。

  2. 1.120τοῦτο δὲ οὐκέτι πρὸς τὸν ἀληθῆ λόγον ἐπαγαγεῖν δύναται

    动词 δύναται 在句法上既可按无人称形式理解(“人无法……”),也可视为省略了泛指的论辩者主语,以 τοῦτο 作为及物不定词 ἐπαγαγεῖν(提出、适用于)的宾语。此处根据主动语态不定词 ἐπαγαγεῖν 的用法,将其解为“人们不能再将此疑难加诸真正的学说之上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:131.6-132.5