- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:129.28-131.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》407a11–17,探讨智性依量度或依点思考的假设,以及通过任意部分或通过整个圆触及而思考的主张所导致的种种荒谬。
" Μορίων δὲ ἤτοι κατὰ μέγεθος ἢ κατὰ στιγμήν, εἰ δεῖ καὶ τοῦτο μόριον καλεῖν." Ἐπεὶ τὰ μεγέθη ὁμοιομερῆ ἐστιν (ἐκ μεγεθῶν γὰρ τὸ μέγεθος, καὶ οὐκ ἐκ σημείων· ἡ γὰρ στιγμὴ μέγεθος μὲν οὐκ ἔστιν, μεγέθους δὲ ἀρχή), διὰ τοῦτο εἰπὼν μορίων δὲ ἢ κατὰ μέγεθος ἢ κατὰ στιγμὴν ἐπεσημήνατο τῇ καταχρήσει1 εἰπὼν εἰ δεῖ τὴν στιγμὴν μόριον καλεῖν.
“而若是通过部分,要么依量度,要么依点,如果应当把这也称为部分的话。” 既然诸量度是同质部分的(因为量度由量度构成,而非由点构成;因为点不是量度,而是量度的本原),因此他在说了“若是通过部分,要么依量度,要么依点”之后,通过说“如果应当把点称为部分的话”而指出了这种借用用法。
"Εἰ δὲ κατὰ μέγεθος, πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό." Πολλάκις μὲν εἰ εἰς ὡρισμένα διαιρεθείη μόρια, ἀπειράκις δ’ εἰ εἰς ἄπειρα.
“而如果是依量度,它将多次或无限次地思考同一事物。” 多次,是指若它被分割为确定的部分;无限次,是指若[被分割]为无限的部分。
"Εἰ δὲ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι ἢ ὅλως μέγεθος ἔχειν;" Τουτέστιν εἰ ὁποῖον δή ποτε μόριον τοῦ κύκλου δύναται θιγὸν ἀντιλαμβάνεσθαι τοῦ νοητοῦ, τίς χρεία τῆς κύκλῳ κινήσεως; καὶ ἱστάμενον γὰρ ἀντιλήψεται. τί γὰρ αὐτῷ πρὸς ἀντίληψιν τὸ κύκλῳ κινεῖσθαι συμβάλλεται; οὐδὲν δὲ αὐτῷ οὐδὲ τὸ μέγεθος εἰς νόησιν συντελεῖ, εἰ ὁτῳοῦν τῶν μορίων νοεῖ. εἰ γάρ τι διαιρούμενον μένει μηδὲν ἔλαττον ἀπαθὲς εἶναι ἐκ τῆς διαιρέσεως διαμένον,2 ἕτερον τοῦτό ἐστι παρὰ τὸ διαιρούμενον καὶ καθ’ αὑτὸ ἀδιάστατόν τέ ἐστι καὶ ἀμερές· οἷον διαιρουμένης ἀεὶ τῆς ἐπιφανείας ἡ λευκότης ἐν ἑκάστῳ τῶν μορίων ἡ αὐτὴ φυλάττεται, καὶ τὸ μὲν ποσὸν ὑπὸ τῆς διαιρέσεως πάσχει καὶ μειοῦται (ἀντὶ τοῦ δίπηχυ εἶναι φέρε εἰπεῖν γίνεται πηχυαῖον), τὸ μέντοι λευκὸν ὡσαύτως ἔχει· ἄλλο ἄρα ἐστὶ τὸ λευκὸν παρὰ τὸ διαιρούμενον. οὕτως ἄρα εἰ ᾡτινιοῦν τῶν μορίων τοῦ κύκλου ὁμοία ἡ νόησις γίνεται, καὶ ἐν τῷ μεγίστῳ μορίῳ καὶ τῷ ἐλαχίστῳ, ἄλλο ἄρα ἐστὶ τὸ νοοῦν παρὰ τὸ μέγεθος. οὐδὲν ἄρα συμβάλλεται εἰς νόησιν τὸ μέγεθος, εἴ γε καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον μόριον ὡσαύτως νοεῖ.
“但若是只要以任何一个部分触及就足够了,为何还需要作圆周运动,或者根本上为何需要具有量度?” 也就是说,如果圆的无论何种部分只要触及就能够把握可思知对象,圆周运动究竟有何必要?因为即使静止,它也能把握。作圆周运动对它的把握究竟能有何贡献呢?而且,如果它通过任何一个部分进行思考,量度对它的思考也起不到任何作用。因为如果某物在被分割时仍然不受分割的影响而存留,那么它就是异于被分割之物的东西,且其自身既无延展又无部分;正如当表面不断被分割时,白在每一个部分中都保持同一,数量因分割而受到影响并减少(比如从两肘变为一肘),然而白却仍处于同样状态;因此白是异于被分割之物的。所以,如果在圆的无论哪一个部分中,无论是在最大的部分还是在最小的部分中,思考都同样产生,那么进行思考者就是异于量度的东西。因此,只要较大的部分和较小的部分都以同样的方式思考,量度对思考就没有任何贡献。
"Εἰ δ’ ἀναγκαῖον νοῆσαι τῷ ὅλῳ κύκλῳ θιγόντα, τίς ἐστιν ἡ τοῖς μορίοις θίξις;" Τῆς διαιρέσεως ἐχούσης ὅτι ἤτοι μορίῳ ἑαυτοῦ νοεῖ ὁ κύκλος ἢ τῷ ὅλῳ, μορίῳ δὲ ἢ τῷ κατὰ μέγεθος ἢ τῷ κατὰ στιγμήν, ἐκθέμενος τὰ συμβαίνοντα ἄτοπα τῇ ὑποθέσει τῇ κατὰ μόριον νοεῖν λεγούσῃ νῦν τὸ λοιπὸν ἐκτίθεται, λέγω δὴ τὸ ὅλῳ νοεῖν τῷ κύκλῳ. εἰ γὰρ οὐ πρότερον νοήσει, πρὶν ἐκπεριέλθοι ὁ κύκλος, τί ποιεῖ ἕκαστον τῶν μορίων; εἰ γὰρ μὴ νοεῖ περιερχόμενα τὰ μόρια, ἡ δὲ τοῦ ὅλου κύκλου θίξις κατὰ μόρια γίνεται, οὐδ’ αὐτὸς ἂν νοήσει· οὐ γὰρ ἄλλῳ τινὶ ἐφάπτεται τοῦ νοητοῦ ἢ τοῖς ἑαυτοῦ μέρεσι. λείπεται λέγειν ὡς ἕκαστον μὲν τῶν μερῶν μέρος γινώσκει τοῦ νοητοῦ, ὁ δὲ ὅλος κύκλος τὸ ὅλον. τὸ δὲ ταύτῃ τῇ δόξῃ ἑπόμενον ἄτοπον αὐτὸς ἐπάγει· εἰπὼν γὰρ τίς ἐστιν ἡ τοῖς μορίοις θίξις, ὡς λαβὼν τοῦτο κατὰ τὸ σιωπώμενον ὅτι τῶν μερῶν ἐφάπτονται τοῦ νοητοῦ,3 ἐπήγαγεν·
“但若是必须以整个圆触及来进行思考,那么诸部分的触及又是什么呢?” 在这个区分包含着圆要么通过自身的一部分要么通过全体进行思考、而若是通过部分则要么依量度要么依点的前提下,他在阐明了主张依部分思考的假设所导致的荒谬之后,现在阐明剩下的那一种,我指的是通过整个圆进行思考。因为如果圆在转完一周之前不会思考,那么各个部分究竟在做什么?因为如果运转的诸部分不思考,而整个圆的触及又是依诸部分产生的,那么它本身也不会思考;因为除了自身的诸部分之外,它并不通过任何其他东西触及可思知对象。剩下的便只能是说:各部分认识可思知对象的部分,而整个圆认识全体。但他自己接着指出了伴随这一意见而来的荒谬;因为他在说了“诸部分的触及又是什么”之后,作为暗中设定了这一点即它们触及可思知对象的诸部分,而接着阐述了下去。
- 1.116ἐπεσημήνατο τῇ καταχρήσει
与格“τῇ καταχρήσει”作动词“ἐπεσημήνατο”(提示、标明)的对象。注疏者在此指出,亚里士多德将点称为“部分”并非严格意义上的用法,而是一种借用(转用),因为点并非量度而是不可分的本原。
- 1.118εἰ γάρ τι διαιρούμενον μένει μηδὲν ἔλαττον ἀπαθὲς εἶναι ἐκ τῆς διαιρέσεως διαμένον
条件句的主语是不定代词“τι”,支配限定动词“μένει”,其后接不定词补足语“ἀπαθὲς εἶναι ἐκ τῆς διαιρέσεως”(不受分割的影响),并由分词“διαμένον”(持续、保持)进一步强化。这种叠用结构强调了某种尽管在物体上被分割却在自身性质上毫无减损的存留状态。
- 1.119ὡς λαβὼν τοῦτο κατὰ τὸ σιωπώμενον ὅτι τῶν μερῶν ἐφάπτονται τοῦ νοητοῦ
“ὡς λαβών”是表示注疏者对论证根据之理解的分词结构(“当作已设定了……”)。指示词“τοῦτο”预示了紧随其后的“ὅτι”陈述从句(“即触及可思知对象的诸部分”),而“κατὰ τὸ σιωπώμενον”充当状语修饰,意为“暗中地 / 默认地”。
