← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§128.21-129.27

依点或部分思考之不可能与三段论的统一性

斐洛波诺斯继续驳斥智性依点或依部分进行思考的假设,论证了三段论前提的分散把握之不可能、遍历无限点以思考之不可能、不同点把握不同对象之荒谬,并表明依部分(无论是有限分割还是无限分割)进行思考同样会像依点思考一样陷入瓦解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115#2

ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο. τί δὲ τὸ συνάγον τὸ ἐκ πασῶν συναγόμενον συμπέρασμα; δεῖ γὰρ τὸ αὐτὸ πάσας ἐγνωκέναι, ἵν’ οὕτως εἴπῃ ἐκ τῶνδε τόδε συνάγεσθαι· τὸ γὰρ ἐφαψάμενον τῆσδε τῆς προτάσεως οὐ γνώσεται πρότασιν ἑτέραν, ἧς ἕτερον σημεῖον ἐφήψατο, ἐπεὶ ἡ ἑτέρα ὑπόθεσις γενήσεται καὶ πάντα πάντων ἀντιλήψεται. καὶ ἄλλως ἐπειδὴ ἑκάστη τῶν προτάσεών ἐστι καὶ ἀπόφανσίς τις, δῆλον ἄρα ὅτι ὅτε τὴν πρότασιν ὡς ἀπόφανσιν νοεῖ, ὡς ὅλον τι νοήσει μηδὲν δεόμενον τῆς τῶν ἄλλων σημείων θίξεως. ἄλλως τε εἰ τὰ μὲν σημεῖα ἄπειρα, δεῖ δὲ εἰς τὸ νοῆσαί τι τῆς τῶν ἀπείρων θίξεως, τὰ δ’ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν τῶν ἀδυνάτων ἐστίν, οὐδέποτε νοήσει· νοεῖν μὲν γὰρ οὐκ ἔστιν, εἰ μὴ πάντα θίγοι τοῦ νοητοῦ· πάντα δὲ θιγεῖν ἄπειρα ὄντα τῶν ἀδυνάτων ἐστίν· οὐδέποτε ἄρα νοήσει ὁ νοῦς. λείπεται ζητῆσαι, μήποτε ὡς ἡ αἴσθησις οὕτω καὶ ὁ νοῦς ἄλλῳ σημείῳ ἄλλων νοητῶν ἀντιλαμβάνεται. ἀλλ’ εἰ τοῦτο, πάλιν μὲν οὐ καθ’ ὅλον ἑαυτὸν πάντα νοήσει. οὐ τοῦτο δ’ ἡ ἐνάργεια ὑπαγορεύει· οὐ γὰρ δὴ ψυχὴν μὲν τυχὸν θελήσαντες νοῆσαι τόδε τὸ μόριον τοῦ νοῦ κινοῦμεν, ἄγγελον δ’ ἄλλο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. πῶς δ’ ἐπὶ αἰσθήσεως ἐφιστάνων ὁ νοῦς ὅτι ὁ ὀφθαλμὸς μὲν χρωμάτων ἀντιλαμβάνεται, ἀκοὴ δὲ ψόφων καὶ ἄλλη αἴσθησις ἄλλων αἰσθητῶν, καὶ ὅτι οὐδέποτε τῶν τῆς ἄλλης αἰσθητῶν ἄλλη αἴσθησις, οὐκ ἐφιστάνει καὶ τοῖς τῶν διαφόρων νοητῶν ἀντιλαμβανομένοις;1 ἄλλως τε τὰ διαφόρων ἀντιλαμβανόμενα καὶ αὐτὰ κατ’ οὐσίαν διάφορα εἶναι ἀνάγκη· διάφορα ἄρα κατ’ οὐσίαν τὰ σημεῖα ἔσονται. τίς δὲ διαφορὰ οὐσιώδης σημείου πρὸς σημεῖον οὐδὲ πλάττειν βουλομένοις ῥᾴδιον.2 οὕτω μὲν οὖν κατὰ σημεῖον νοεῖν τὸν νοῦν τῶν ἀδυνάτων ἐστίν. εἰ δὲ κατὰ μόρια γίνοιτο ἡ νόησις, ἢ ἀρκεῖ πάλιν ἓν τῶν μορίων εἰς νόησιν ἢ οὐκ ἀρκεῖ. εἰ μὲν οὖν ἓν μόνον εἴη μόριον τὸ νοοῦν, περιττὴ ἡ τῶν ἄλλων ὑπόθεσις· τοῦτο γὰρ ἔσται νοῦς. ἄλλως τε αὐτὸ τοῦτο τὸ μόριον ζητήσομεν, πότερον κατὰ σημεῖον ἐφαπτόμενον τοῦ νοητοῦ νοεῖ ἢ κατὰ μόριον, καὶ ἥξουσιν οἱ πρότεροι λόγοι. ἀλλ’ ὑποκείσθω καθ’ ὅλον νοεῖν· τίς οὖν τῶν λοιπῶν χρεία; εἰ δὲ μὴ καθ’ ἓν μόριον ἡ νόησις γίνεται, ἐπεὶ ἐνδέχεται καὶ εἰς πεπερασμένα διελεῖν πᾶν μέγεθος καὶ εἰς ἄπειρα (εἰς πεπερασμένα μὲν γὰρ διαιρεῖται τὰ μεγέθη, εἰ εἰς τὰ αὐτὰ ἤτοι ἴσα κατὰ ποσὸν διαιρεθείη, οἷον εἰς δακτυλιαῖα ἢ πηχυαῖα· πᾶν γὰρ πεπερασμένον καταμετρεῖται ὑπὸ παντὸς πεπερασμένου· εἰς ἄπειρα δὲ διαιρεῖται, εἰ εἰς τὰ αὐτὰ κατὰ τὸν λόγον διαιρεθείη, τουτέστιν εἰ διχοτομοῖτο·3 ἡ γὰρ διχοτομία ἐπ’ ἄπειρον πρόεισι διὰ τὸ ἀεὶ μὲν εἰς μεγέθη γίνεσθαι τὴν τομήν, πᾶν δὲ μέγεθος συνεχὲς εἶναι, πᾶν δὲ συνεχὲς διαιρετόν), εἰ μὲν οὖν εἰς πεπερασμένα γένοιτο ἡ τομή, ἤτοι ἕκαστον πάντα νοήσει καὶ οὐκ ἄλλως νοεῖ, εἰ μὴ πάντα θίγοι, ἢ τινὰ τινῶν, καὶ τὰ αὐτὰ πάλιν ἐροῦμεν ἅπερ καὶ πρότερον. ὁμοίως δὲ καὶ εἰ ἄπειρα ὑποκέοιτο τὰ μόρια, τοῖς αὐτοῖς λόγοις χρησόμεθα, οἷσπερ καὶ ἐπὶ τῆς κατὰ τὰ σημεῖα ὑποθέσεως. τοὺς γὰρ ἐλέγχους ὁμοίως ἐπὶ πᾶσιν ἁρμόζοντας ὁ μὲν Ἀριστοτέλης ἐμέρισεν, ἡμεῖς δὲ πάντας ἐπὶ πάντων ἡρμόσαμεν.

因为这就好比若是由我来感知这一个[前提],而由你来感知那一个[前提]。又是什么在得出从所有[前提]中得出的结论呢?因为同一个东西必须认识所有的[前提],以便如此说出“这个结论是从这些前提中得出的”;因为触及了这一前提的东西,不会认识由另一个点所触及的另一前提,否则就会产生另一种假设,即万物把握万物。此外,既然每一个前提也是某种陈述,那么显而易见,当它将前提作为陈述来思考时,它就会将其作为某个整体来思考,而丝不需要其他诸点的触及。另外,如果点是无限的,且为了思考某物需要触及无限的[点],而在有限时间内遍历无限之物属于不可能之事,那么它就永远不会思考;因为如果不是全部〔点〕都触及可思知对象,就不可能思考;而作为无限者的全部都去触及,属于不可能之事;因此智性永远不会思考。剩下的就是要探究:是否正如感觉那样,智性也是通过不同的点把握不同的可思知对象。但如果是这样,它同样无法依其自身全体来思考一切。而明晰的事实并未指示这一点;因为我们显然不会在比如想要思考灵魂时运动智性的这一部分,在[想要思考]天使时运动另一部分,其余以此类推。又怎能说智性在感觉的情况下注意到了眼睛把握颜色,听觉把握声音,另一种感觉把握其他感觉对象,并且绝没有一种感觉会把握另一种感觉的感觉对象,却不把注意力放在那些把握不同可思知对象的事物上呢?此外,把握不同对象的事物,其自身在本质上也必然是不同的;因此这些点在本质上也将是不同的。但是点与点之间究竟有什么本质差异,对于即便想要虚构一种的人来说也绝非易事。因此,智性依点进行思考属于不可能之事。但如果思考是通过部分进行的,那么同样要么这些部分中的一个是足以进行思考的,要么是不足够的。如果仅仅只有一个进行思考的部分,那么假设其余的部分就是多余的;因为这一个部分就将是智性。此外,关于这同一个部分本身,我们还将探究它是依点触及可思知对象而思考,还是依部分进行思考,而先前的论证又将卷土重来。但且假设它是依全体进行思考;那么其余的部分究竟有何必要?但如果思考并非依一个部分产生,既然可以将任何量度既分割为有限的部分又分割为无限的部分(因为诸量度如果被分割为在数量上相同即相等的部分,例如分割为一指长或一肘长的部分,就是被分割为有限的部分;因为每一个有限之物都被每一个有限之物所度量;但如果它们被分割为在比例上相同的部分,也就是说如果被二分,就是被分割为无限的部分;因为二分法走向无限,乃是因为分割总是产生量度,而每一个量度都是连续的,每一个连续之物都是可分的),那么,如果分割是成为有限的部分,要么每一个部分都将思考全部对象,且若非全体触及便不进行思考,要么某些部分思考某些对象,而我们将再次说出与先前相同的话。同样,即使假设这些部分是无限的,我们也将使用与关于点的假设中完全相同的论证。因为亚里士多德将同样适用于所有情况的论驳进行了划分,而我们则将所有的论驳应用到了所有的情况之中。

语法注3 条
  1. 1.115πῶς δ’ ἐπὶ αἰσθήσεως ἐφιστάνων ὁ νοῦς ὅτι... οὐκ ἐφιστάνει καὶ τοῖς τῶν διαφόρων νοητῶν ἀντιλαμβανομένοις;

    分词 ἐφιστάνων 与主动词 οὐκ ἐφιστάνει 均用作不及物用法,意为“注意”、“省察”或“意识到”。前者带有 ὅτι 从句,表示智性省察到感觉与感觉对象之间的对应关系;后者则支配与格短语 τοῖς... ἀντιλαμβανομένοις,构成反诘,反驳智性为何不对那些被设想用来把握不同可思知对象的各点施以同样的省察。

  2. 1.115τίς δὲ διαφορὰ οὐσιώδης σημείου πρὸς σημεῖον οὐδὲ πλάττειν βουλομένοις ῥᾴδιον.

    在句法上,包含疑问词的短语 τίς δὲ διαφορὰ οὐσιώδης... [ἐστι](点与点之间有何本质差异)作为与表语形容词 ῥᾴδιον、与格 βουλομένοις(“对于即便想要……的人而言”)以及不定词 πλάττειν(“虚构、捏造”)相关联的核心。即说明点与点之间究竟存在何种本质差异,对于即便是存心捏造的人来说也绝非易事。

  3. 1.115εἰ εἰς τὰ αὐτὰ κατὰ τὸν λόγον διαιρεθείη, τουτέστιν εἰ διχοτομοῖτο

    此句与前句的 εἰ εἰς τὰ αὐτὰ ἤτοι ἴσα κατὰ ποσὸν διαιρεθείη(分割为在数量上相同即相等的部分,导致有限分割)形成对照。κατὰ τὸν λόγον 意为“在比例上”,指无论剩余量度多大,始终按照恒定比例(此处指 1:1 的二分,διχοτομοῖτο)持续分割,由此阐释了导致无限分割的几何学原理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:128.21-129.27