← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§127.11-128.21

依点思考之不可能与知性为量度说批判

斐洛庞努斯注解了亚里士多德对《蒂迈欧篇》中灵魂作圆周运动学说的批判(407a10),通过划分考察智性若为量度究竟是依点触及还是依部分触及,并指出依点思考的不可能后果(如无限次思考、无法遍历无限的点、以及前提无法被统一判断等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115#1

" Πῶς γὰρ δὴ καὶ νοήσει μέγεθος ὢν ὁτῳοῦν τῶν μορίων τῶν αὐτοῦ." Ἐπειδὴ κύκλῳ κινεῖ ὁ Τίμαιος τὴν ψυχήν, ἵνα τῇ περιαγωγῇ θιγγάνων ἀντιλαμβάνηται τῶν νοητῶν (λέγει γοῦν, πῶς μὲν ἔχων ὁ κύκλος ἐφαπτόμενος ἢ αἰσθητῶν ἢ δοξαστῶν ἢ νοητῶν ἀντιλαμβάνεται αὐτῶν, ἔτι γε μὴν καὶ ψευδῶν δοξῶν καὶ ἀληθῶν ἀποδίδωσι συμβολικὰς αἰτίας, ἐπειδὴ ὡς εἴπομεν καὶ περὶ πάσης ψυχῆς αὐτῷ ὁ λόγος) ταύτην οὖν τὴν δόξαν πρόκειται νῦν τῷ Ἀριστοτέλει ἐλέγξαι. τί γὰρ λέγω, φησίν, ὅτι οὐχ οἷόν τε τὸν νοῦν καὶ κύκλον εἶναι; ὅλως γὰρ μέγεθος αὐτὸν εἶναι τῶν ἀδυνάτων ἐστί· μέγεθος γὰρ ὄντα νοῆσαί τι τῶν ἀδυνάτων ἐστί. πρόεισι δ’ ὁ ἔλεγχος ἐκ διαιρέσεως τὸν τρόπον τοῦτον. εἰ ὁ νοῦς, φησί, κύκλος ὢν τῷ κινεῖσθαι ἐφάπτεταί τε τοῦ νοητοῦ καὶ ταύτῃ νοεῖ (μέγεθος γὰρ ὢν οὐκ ἄλλως γνώσεται ἢ τῷ ἐφάπτεσθαι τοῦ νοητοῦ), ἀνάγκη πᾶσα ἢ κατὰ σημεῖον ἐφαπτόμενος νοεῖ ἢ κατὰ μόριον. καὶ εἰ κατὰ σημεῖον, ἤτοι καθ’ ἓν σημεῖον νοεῖ ἢ οὐ καθ’ ἕν. εἰ μὲν οὖν καθ’ ἓν μόνον σημεῖον νοοίη, περιττὰ τὰ ἄλλα· τίς οὖν χρεία τῆς κύκλῳ κινήσεως ἢ ὅλως μεγέθους; εἰ γὰρ ἓν σημεῖον ἀρκεῖ εἰς νόησιν, περιττὴ ἡ τοῦ μεγέθους ὑπόθεσις εἰς μηδὲν τῷ νῷ συντελοῦντος· εἰ γὰρ ὁ νοῦς τῷ νοεῖν νοῦς εἶναι λέγεται, τὸ δὲ ἓν σημεῖον μόνον νοεῖ, τοῦτο ἂν εἴη νοῦς. εἰ δὲ μὴ καθ’ ἓν μόνον σημεῖον νοεῖ, ἤτοι κατὰ πλείονα ἢ κατὰ πάντα νοήσει. τὸ μὲν οὖν κατὰ πλείονα νοεῖν ἀποκληρωτικόν· κατὰ πόσα γάρ; καὶ διὰ τί τοσαῦτα καὶ μὴ πλείονα ἢ ἐλάττονα; καὶ πάλιν τὰ λοιπὰ περιττὰ ἔσται. εἰ δὲ κατὰ πάντα τὰ σημεῖα νοεῖ, ἤτοι ἕκαστον αὐτῶν πάντα τὰ νοητὰ νοήσει, καὶ δεῖ πρὸς ἕκαστον νοητὸν τῆς πάντων συμπνοίας, καὶ οὐκ ἄλλως νοήσει τι, εἰ μὴ πάντα τὰ σημεῖα ἐφάψηται τοῦ νοητοῦ, ἢ τῷδε μὲν τόδε νοεῖ, ἄλλῳ δὲ ἄλλο, καὶ ἑξῆς ὁμοίως, ὥσπερ τυχὸν ὄψις μὲν ὁρατῶν, ἀκοὴ δὲ ἀκουστῶν, καὶ ἄλλη τῶν αἰσθήσεων ἄλλου τινὸς τῶν αἰσθητῶν ἀντιλαμβάνεται. εἰ μὲν οὖν ἕκαστον πάντα νοεῖ, ἄπειρα δὲ τὰ σημεῖα, πολλάκις, φησίν, ἢ ἀπειράκις νοήσει τὸ αὐτό· νῦν δὲ φαίνεται καὶ ἅπαξ ἐνδεχόμενον· δυνατὸν γάρ τι προσάπαξ νοήσαντα μηκέτι νοῆσαι ἢ ἐπιλαθόμενον ἢ μηκέτι τῇ διανοίᾳ προχειρισάμενον. εἰ τοίνυν ἐνδέχεται μὲν ἅπαξ τι νοῆσαι, ἑκάστου δὲ τῶν σημείων πάντα νοοῦντος καὶ τοῦ κύκλου τῇ περιφορᾷ ἀεὶ τῶν νοητῶν ἐφαπτομένου ἀνάγκη τὸ αὐτὸ ἀπειράκις νοεῖν, ψευδὴς ἄρα ἡ τοιαύτη ὑπόθεσις. ἄλλως τε εἰ ἄπειρα τὰ σημεῖα, τὰ δὲ ἄπειρα ἐκπεριελθεῖν τῶν ἀδυνάτων ἐστίν, οὐδέποτε καθ’ ὅλον ἑαυτὸν ὁ νοῦς νοήσει, ἀλλὰ τὸ αὐτὸ νοητὸν τὸ μέν τι τοῦ νοῦ νοήσει, τὸ δὲ οὐ νοήσει. εἰ δὲ δεῖ καθ’ ἕκαστον νοητὸν τῆς πάντων θίξεως καὶ οὐκ ἄλλως νοεῖ τι μὴ πάντων θιγόντων, τί, φησίν, ἕκαστον ἐποίησε; θιγὸν γὰρ δῆλον ὡς ἕκαστον ἔδρασέ τι·1 εἰπὲ οὖν τίς ἡ καθ’ ἕκαστον ἀντίληψις; εἰ δέ τις εἴποι ὅτι ὡς ἐπὶ συλλογισμῶν τὸ μὲν τῆσδε ἐφάπτεται τῆς προτάσεως, ἄλλο δὲ ἄλλης, ἡ δὲ πάντων περίοδος τὸ συμπέρασμά ἐστι καὶ οἷον τὸ ὅλον νοητόν, τουτέστιν ἡ τελεία νόησις, λέξομεν πρὸς τοῦτον ὃ ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης φησὶ περὶ τῆς ὄψεως δεικνὺς ὡς εἴη ἀσώματος, ὅτι2 εἰ τὸ μὲν τήνδε νοεῖ τὴν πρότασιν, ἄλλο δὲ ἄλλην, τί τὸ κρῖνον καὶ λέγον ὅτι ἥδε τῆσδε ἑτέρα ἐστίν;

“因为,[智性]若是量度,究竟将通过其自身的哪一个部分来进行思考呢?” 由于蒂迈欧使灵魂作圆周运动,以便通过在旋转中触及而把握诸可思知对象(无论如何,他阐明了圆在何种状态下触及感觉对象、意见对象或可思知对象时便把握它们,进而甚至给出了关于假意见和真意见的象征性原因,因为正如我们所说,他的论述也是关于一切灵魂的),所以亚里士多德现在的任务便是驳斥这一意见。他说:“我为何要说智性甚至不可能是一个圆呢?因为单是它是一个量度,就属于不可能之事;因为作为一个量度,能够思考任何事物本就属于不可能之事。”而反驳以如下方式从划分出发推进。他说,如果智性作为一个圆,通过运动而触及可思知对象并以此进行思考(因为既然是量度,它除了通过触及可思知对象之外便无法认识),那么它必然要么因依点触及而思考,要么因依部分[触及而思考]。如果依点,那么要么依一个点思考,要么不依一个点思考。如果仅依一个点思考,其余的部分就是多余的;那么圆周运动或者根本说来量度究竟何用?因为如果一个点就足以进行思考,那么假设量度就是多余的,因为它对智性毫无助益;因为如果智性是因思考而被称作智性,而仅仅那一个点在思考,那么这个点就应当是智性。但若不是仅依一个点思考,它要么依多个点思考,要么依所有的点思考。依多个点思考是武断的;因为依多少个呢?又为何是这么多而不是更多或更少呢?而且其余的部分又将是多余的。但若是依所有的点思考,那么要么它们中的每一个都思考所有的可思知对象,且对于每一个可思知对象都需要全体[点]的共鸣,若非所有的点都触及该可思知对象它就什么也思不到;要么依这个[点]思考这个[对象],依另一个[点]思考另一个,以下依此类推,正如视力把握可见之物,听力把握可听之物,而其余各感觉把握其余某种感觉对象一样。如果每一个[点]都思考全部对象,而点是无限的,他说,那么它就会将同一事物思考多次或无数次;但实际上看来思考一次也是可能的;因为有可能在仅思考了某物一次之后便不再思考,要么是因为遗忘了,要么是在思想中不再调取它。因此,如果思考某物一次是可能的,但在每个点都思考一切且圆在旋转中总是触及诸可思知对象的情况下,必然要将同一事物思考无数次,那么这样的假设便是假的。此外,如果点是无限的,而遍历无限之物属于不可能之事,那么智性便永远无法依其全体进行思考,而是智性的某一部分思考同一可思知对象,而另一部分则不思考。但如果对于每一个可思知对象都需要全体的触及,若非全体触及就什么也不思,他说,那么每一个点究竟做了什么?因为既然触及了,显然每一个点都产生了某种作用;那么请说出,属于每一个点的把握究竟是什么?但如果有人说,正如在三段论中那样,某一部分触及这一前提,另一部分触及另一前提,而全体的旋转周转便是结论,且可以说就是整个可思知对象,即完全的思考;那么我们将对这人说出亚里士多德在下文中关于视力为了证明它是非形体而说的话:如果某一部分思考这一前提,而另一部分思考另一前提,那么判断并说出“这一前提与那一前提有别”的究竟是什么?

语法注2 条
  1. 1.115θιγὸν γὰρ δῆλον ὡς ἕκαστον ἔδρασέ τι

    中性单数分词 θιγόν 与后文的主语 ἕκαστον 一致,充当表示原因或条件的副词性分词(“既然/一旦触及”)。δῆλον ὡς 起插入性副词作用,意为“显然……”,引出主谓结构 ἔδρασε。

  2. 1.115λέξομεν πρὸς τοῦτον ὃ ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης φησὶ περὶ τῆς ὄψεως δεικνὺς ὡς εἴη ἀσώματος, ὅτι

    主句动词 λέξομεν 的直接宾语是关系代词 ὃ(“亚里士多德所说的……那件事”),随后的 ὅτι 则引出与 ὃ 同格的从句以说明其具体内容。关系从句中嵌套了分词短语 δεικνὺς ὡς εἴη ἀσώματος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:127.11-128.21