- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:125.32-127.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者释读亚里士多德关于智性的连续性并非量度的连续性、而是依相继性类比于数之处(407a6–407a9)。菲洛波庞分析了智性、思想与思想对象的关系,并指出既然亚里士多德本人也是依类比立论,那么柏拉图的学说同样应当依象征来理解。
" Ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς ὥσπερ καὶ ἡ νόησις· ἡ δὲ νόησις τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἓν ὡς ἀριθμός, ἀλλ’ οὐχ ὡς μέγεθος." Εἰς τὸ ἐναντίον περιάγει τὴν δόξαν. ὥσπερ γὰρ ἀνωτέρω πρὸς τὸ κινεῖσθαι τὴν ψυχὴν ἁπάντων ἐδείκνυ ὅτι οὐ μόνον οὐκ ἔστιν αὐτοκίνητος, ἀλλ’ οὐδὲ κινεῖται ὅλως, οὕτω καὶ ἐνταῦθα πρὸς τὸ μέγεθος ἐνιστάμενος (δῆλον δὲ ὡς πᾶν μέγεθος συνεχές) τοσοῦτον, φησίν, ἀπέχω τοῦ συνεχὲς λέγειν τὸν νοῦν, ὥστε καὶ διωρισμένον αὐτὸν φήσαιμι ἂν εὐλογώτερον.1 εἰ δὲ ὅλως δεῖ αὐτὸν συνεχῆ λέγειν, οὕτως ἔσται συνεχής, ὥσπερ ἔχει τὸ διωρισμένον ποσὸν τὴν συνέχειαν, λέγω δὴ ὁ ἀριθμός. ἔχει δὲ οὕτω τὸ συνεχὲς τῷ ἐφεξῆς εἶναι ἀλλήλοις τοὺς ἀριθμοὺς καὶ μηδὲν ἀλλότριον μεσολαβεῖν·2 μονάδος γὰρ καὶ δυάδος καὶ τῶν λοιπῶν ἀριθμῶν ἐφεξῆς ὄντων, οὐδέν ἐστι μεταξὺ ἀλλότριον, καὶ διὰ τοῦτο συνεχεῖς ἀλλήλοις οἱ ἀριθμοὶ τῷ ἐφεξῆς ἀλλήλων τετάχθαι. εἰ τοίνυν, φησί, δεῖ τὸν νοῦν λέγειν συνεχῆ, οὕτως αὐτὸν δεῖ λέγειν ὡς τὸν ἀριθμόν, καὶ οὐχ ὡς μέγεθος, ὡς ἐκεῖνοί φασι. κατασκευάζει δὲ τοῦτο ἐκ τῶν ὑστέρων τῇ φύσει καὶ ἡμῖν σαφεστέρων· οὕτω γάρ, φησίν, ἔχει τὸ συνεχὲς ὁ νοῦς ὡς ἡ νόησις, ἡ δὲ νόησις οὕτως ἔχει τὸ συνεχὲς ὡς τὰ νοήματα, τὰ δὲ νοήματα ἔχουσι τὸ συνεχὲς ὥσπερ ὁ ἀριθμὸς τῷ ἐφεξῆς. ἐφεξῆς δέ ἐστιν, οὗ μηδέν ἐστι μεταξὺ συγγενές· οὕτω δὲ ἔχει καὶ ὁ ἀριθμός· μετὰ τὴν μονάδα ἐφεξῆς δυάς, εἶτα τριὰς καὶ τετράς, καὶ οὐδὲν μεταξύ. τοιαῦται δὲ καὶ αἱ ἄμεσοι προτάσεις· ἥδε γὰρ πρώτη καὶ ἐφεξῆς ἄλλη, καὶ οὐδὲν μεταξύ. τὸ συνεχὲς οὖν ἐν τούτοις τῷ ἐφεξῆς, καὶ οὐχ ὡς ἐν τοῖς μεγέθεσιν. οὕτω γοῦν καὶ ἐν τῷ νῷ τὸ συνεχές. λαμβάνει δὲ τὸν κατ’ ἐνέργειαν τὸν τέλειον νοῦν τὸν ἐν τοῖς θείοις, οὐ τὸν δυνάμει νοῦν. ἐνέργεια δὲ τοῦ νοῦ ἡ νόησις, ἡ δὲ νόησις οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ νοήματα, ὥσπερ καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὰ αἰσθήματα. ἐν γὰρ τοῖς νοήμασι τῇ νοήσει τὸ εἶναι· οὐδὲ γὰρ ἐπινοῆσαι νόησιν ἔστι χωρὶς νοημάτων. ὡς οὖν τὰ νοήματα τὸ συνεχὲς ἔχουσι (ἔχουσι δὲ τῷ ἐφεξῆς· διαφέροντα γὰρ ἀλλήλων τῇ φύσει τῷ ἐφεξῆς νοεῖσθαι ἔχουσι τὸ συνεχές· οὐ γὰρ δὴ πάντα ἅμα νοεῖ, ὥσπερ ὁ πρώτιστος καὶ ἐξῃρημένος τοῦ παντὸς νοῦς, ἀλλ’ ἀχρόνως μέν, ἐπειδὴ μηδ’ ἐν χρόνῳ αὐτοῦ τὸ εἶναι, ἐφεξῆς δὲ ὡς ὁ ἀριθμός) οὕτως ἄρα καὶ ὁ νοῦς ἔχει τὸ συνεχές. ἐπειδὴ γὰρ οὐ πρὸς τὸ ἔξω ἀποτείνεται αὐτοῦ ἡ ἐνέργεια, ἀλλ’ ἐν ἑαυτῷ ὁρῶν πάντα ὁρᾷ τῷ πάντων εἶναι ἐν αὐτῷ τοὺς λόγους τῶν μὲν πρὸ αὐτοῦ εἰκονικῶς, τῶν δὲ μετὰ αὐτὸν παραδειγματικῶς, ἐπεὶ οὖν ἑαυτὸν ὁρῶν πάντα ὁρᾷ (πλήρωμα γάρ ἐστιν εἰδῶν) τῷ μὲν ὅλως πλείονα εἶναι τὰ νοήματα3 εἴη ἂν οἷον ἀριθμός, τῷ δὲ ταῦτα ἐφεξῆς εἶναι εἴη ἂν ταύτῃ συνεχὴς ὡς καὶ τὰ νοήματα. δυνατὸν δὲ τὰ νοήματα ἀκούειν ἀντὶ τοῦ αὐτὰ τὰ νοητά· ὡς γὰρ τὰ νοητὰ συνεχῆ ἐστι πρὸς ἄλληλα (διὰ γὰρ τὴν τῶν ὄντων τάξιν καὶ πρόοδον ἔχουσαν τὸ ἐφεξῆς), οὕτω καὶ ἡ περὶ αὐτῶν νόησις ἔχει τὸ συνεχές. ὡς γὰρ ἔχει τὰ νοητά, οὕτως ἔχει καὶ ἡ νόησις, καὶ ὡς ἔχει ἡ νόησις, οὕτως ἔχει καὶ ὁ νοῦς τὸ συνεχές, τῷ ἐφεξῆς τόδε μετὰ τόδε νοεῖν. οἶδας ἄρα καὶ αὐτός, ὦ Ἀριστότελες, καὶ συνεχῆ καλεῖν τὸν νοῦν καὶ ἀριθμὸν κατὰ τὴν ἀναλογίαν, καὶ οὐχ ὡς μέγεθος ὄντα. ἀλλ’ εἴποι ἂν ὅτι ἀλλ’ ἐγὼ οὐκ εἶπον ἀριθμὸν αὐτὸν εἶναι, ἀλλ’ ὡς ἀριθμόν, οὐδὲ συνεχῆ ἁπλῶς ἀλλ’ οἷον συνεχῆ· ἐκεῖνοι δ’ αὐτόθεν ἀριθμὸν καὶ συνεχῆ. ἀλλὰ πρόδηλον ὡς αἰνιγματώδης ἦν καθόλου ἡ ἐκείνων διδασκαλία.
“而智性是一且连续的,正如思想也是如此;思想即是诸思想对象;而这些对象因相继而为一,如同数一样,却不是如同量度。” 他把这一意见引向了相反的方面。正如在上文关于全宇宙的灵魂运动的问题上,他指明它不仅不是自动的,而且根本全无运动;同样在这里,他在反对量度时(而显然一切量度皆是连续的),他说:“我绝不说智性是连续的,以至于我甚至更有理由说它是离散的;但若果真应当称之为连续的,那么它将如此这般地是连续的,正如离散之量具有连续性那样,也就是数。”而数之所以如此具有连续性,乃在于诸数彼此相继且无异物插入其中;因为当一、二及其余诸数相继时,中间没有任何异物,正因如此,诸数因彼此相继排列而相互连续。“因此,”他说,“若必须称智性为连续的,就应当称其如同数一样,而非如同量度那样,正如那些人所说的那样。” 而他是从本性上居后且对我们而言更为明晰者出发来确立此点的;因为他说,智性具有连续性正如思想具有连续性,思想具有连续性正如诸思想对象具有连续性,而诸思想对象具有连续性则正如数依相继而具有连续性一样。所谓相继,即中间没有同类之物;数也是如此:在一之后相继是二,接着是三和四,中间别无他物。直接前提也是如此;因为这是第一条,相继是另一条,中间别无他物。因此,在这些事物中的连续性是依相继而来的,并不像在诸量度中那样。无论如何,智性中的连续性也是如此。 而且他所取的是现实中的智性,即神圣事物中完全的智性,而非潜能中的智性。智性的现实活动是思想,而思想除诸思想对象外别无他物,正如现实中的感觉即是诸感觉对象一样。因为思想的存在即在诸思想对象之中;因为没有思想对象,甚至不可能构想出思想。因此,正如诸思想对象具有连续性(它们因相继而具有;因为它们在本性上彼此有别,由于被相继思入而具有连续性;因为它确实并不像最第一且超越全宇宙的智性那样同时思入一切,而是无时间地——既然其存在甚至不在时间之中——但又如数一般相继地[思入]),智性也是如此这般地具有连续性。因为既然其现实活动并非伸向外部,而是在自身中观看从而观看一切,乃因一切事物的理路皆在其自身之中,居其先者如像一般存在,居其后者如范型一般存在;所以,既然通过观看自身而观看一切(因为它是诸形式的丰满),那么因诸思想对象总归为多数,它便会宛如数一般;而因这些对象相继存在,它便在这方面如同诸思想对象一般是连续的。 也可以将“诸思想对象”理解为可思知的实物本身;因为正如诸可思知对象彼此连续(由于存在者的秩序和带有相继性的展开),关于它们的思想也同样具有连续性。因为诸可思知对象如何,思想便如何;思想如何,智性也如何因相继地在此之后思入彼而具有连续性。因此,亚里士多德啊,你自己也懂得依据类比称智性既是连续的又是数,而非因它是量度。但他可能会说:“但我并未说它是数,而是说如同数一样,亦未说它单单是连续的,而是说宛如连续的;但那些人却直接将其说成数与连续的。”然而显然,那些人的整体教导本就是充满隐喻的。
"Ἀλλ’ ἤτοι ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής." Μάλιστα μέν, φησίν, ἀμερής ἐστιν καὶ ἀσώματος ὁ νοῦς· εἰ δὲ ὅλως δεῖ αὐτῷ δοῦναι συνέχειαν, οὕτως ἔσται ἐπ’ αὐτῷ τὸ συνεχές, ὥσπερ εἴρηται.
“然而,它要么无部分,要么不是作为某种量度而连续。” 他说:最主要的是,智性是无部分且非形体的;但若必须给予它连续性,那么连续性便会如前所说的那样属于它。
- 1.113τοσοῦτον, φησίν, ἀπέχω τοῦ συνεχὲς λέγειν τὸν νοῦν, ὥστε καὶ διωρισμένον αὐτὸν φήσαιμι ἂν εὐλογώτερον
成语结构 τοσοῦτον ἀπέχω τοῦ + 不定词(“我绝不至于……/我离……如此之远”)后接引导结果从句的 ὥστε 搭配潜能希求法(ἄν + φήσαιμι,“以至于我甚至可以说……”)。此句型用来生动表达亚里士多德对“智性是连续量度”这一说法的彻底否定。
- 1.113ἔχει δὲ οὕτω τὸ συνεχὲς τῷ ἐφεξῆς εἶναι ἀλλήλοις τοὺς ἀριθμοὺς καὶ μηδὲν ἀλλότριον μεσολαβεῖν
与格冠词引导的不定词短语 τῷ εἶναι... καὶ [τῷ] μεσολαβεῖν 表原因或方式(“由于诸数彼此相继,且没有任何异物插在中间”)。τοὺς ἀριθμούς 和 μηδὲν ἀλλότριον 分别充当两个不定词的逻辑主语(宾格),说明本属离散量的数如何通过“相继”而获得某种连续性。
- 1.113ἐπεὶ οὖν ἑαυτὸν ὁρῶν πάντα ὁρᾷ (πλήρωμα γάρ ἐστιν εἰδῶν) τῷ μὲν ὅλως πλείονα εἶναι τὰ νοήματα εἴη ἂν οἷον ἀριθμός, τῷ δὲ ταῦτα ἐφεξῆς εἶναι εἴη ἂν ταύτῃ συνεχὴς ὡς καὶ τὰ νοήματα
由原因从句 ἐπεὶ οὖν... 引出主句,主句由两个平行的与格冠词不定词结构 τῷ μὲν... εἴη ἄν 与 τῷ δὲ... εἴη ἄν(潜能希求法)构成对称:前者表示因思想对象的复多性而具有类似数的特征,后者表示因其相继性而在连续性上如同思想对象。
