← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§124.27-125.31

宇宙灵魂的智性圆周运动与象征解释

斐洛庞努斯指出,宇宙灵魂是循圆周运动的智性,因而排除具有直线性的感觉与欲求,并论证道,既然亚里士多德自己也承认圆周运动是对智性活动的象征,那么柏拉图的学说同样应当依象征和类比来理解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.112

" Τὴν γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην εἶναι βούλονται, οἷόν ποτ’ ἐστὶν ὁ καλούμενος νοῦς." Τὸ λέγειν, φησί, καὶ τὴν τυχοῦσαν ψυχὴν μέγεθος εἶναι ἄτοπον, πολλῷ δὲ μᾶλλον καὶ τὸν νοῦν. ὅτι γὰρ ἐκεῖνοι λέγοντες τοὺς κύκλους ἐκείνους εἶναι τὴν ψυχὴν τοῦ παντὸς οὐ τὴν τυχοῦσαν ψυχὴν ἔλεγον, φέρε εἰπεῖν τὴν θρεπτικὴν ἢ τὴν θυμοειδῆ ἢ ἐπιθυμητικήν, ἀλλὰ τὴν λογικὴν καὶ νοεράν, δῆλον ἐξ ὧν κύκλῳ κινεῖσθαι αὐτὴν λέγουσι, τὸ δὲ κύκλῳ κινεῖσθαι ἐπὶ μόνης ἁρμόζει τῆς λογικῆς ψυχῆς λέγεσθαι. αὕτη γάρ ἐστιν ἡ πρὸς ἑαυτὴν ἐπιστρέφουσα καὶ μιμουμένη κύκλον, ἡ μέντοι αἰσθητικὴ ἢ ἡ θυμοειδὴς ἢ ἡ ἐπιθυμητικὴ οὐ κατὰ κύκλον ἔχουσι τὰς κινήσεις· εὐθεῖαι γάρ τινές εἰσιν. αἵ τε γὰρ ὄψεις ἀπὸ τῶν ὀφθαλμῶν κατ’ εὐθεῖαν ἐκπέμπονται καὶ πάλιν ἐν ταῖς ἀνακλάσεσι παλινδρομοῦσαι κατὰ τὴν αὐτὴν εὐθεῖαν ἐπανακάμπτουσι, θυμὸς δὲ καὶ ἐπιθυμία πρόοδοί τινές εἰσιν εὐθείας μιμούμεναι, καὶ οὐ κύκλῳ κινούμεναι οἴκοθεν προβάλλουσαι τὰς ἐνεργείας περὶ τὸ σῶμα ἀνεπιστρόφους ταύτας ἔχουσιν·1 οὔτε γὰρ ἐφιστάνουσιν ὅτι ἐνεργοῦσιν ἢ αἰσθάνονται οὔτε ὅλως αὐταὶ ἑαυτὰς γνῶναι δύνανται· ὥστε εὐθεῖά τις ἡ τούτων κίνησις. ἡ δὲ τῆς λογικῆς κύκλος τις εἶναι ἔοικεν, ὅτι τε ἐνεργεῖ ἐφιστάνει καὶ αὐτὴ ἑαυτὴν γινώσκει, αὐτὴ περὶ ἑαυτὴν ζητοῦσά τε καὶ εὑρίσκουσα· τοῦ δὲ κύκλου τοῦτο ἴδιον τὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἐπιστρέφεσθαι. καὶ ἄλλως αἴσθησις καὶ θυμὸς καὶ ἐπιθυμία εἰς σωτηρίαν τοῖς ζῴοις ἐπικουρίας δεομένοις δέδονται, τὰ δὲ θεῖα οὐδεμιᾶς ἔξωθεν δεῖται βοηθείας. ἔτι αὐτὸς προϊὼν λέγει2 τὰς δυνάμεις ταύτας ὑπὸ τῶν δευτέρων θεῶν θνητὰς οὔσας τῷ ἀθανάτῳ τῆς ψυχῆς προσυφαίνεσθαι, ἣν ὁ πρῶτος αὐτὸς θεὸς δημιουργεῖ. καὶ ἄλλως ἡ ἐπιθυμία καὶ ἁπλῶς ἡ ὄρεξις ἔφεσίς ἐστι τοῦ ἐνδέοντος καὶ μὴ παρόντος, ὁ δὲ κόσμος πάντα ἐν ἑαυτῷ ἔχων καὶ μηδενὸς ὄντος ἔξωθεν οὐκ ἂν ὀρέγοιτο, ὥστε οὐκ ἂν εἴη ἐν αὐτῷ θυμὸς καὶ ἐπιθυμία. ὥστε τὸν νοῦν λέγοντες τὴν τοῦ παντὸς ψυχήν, εἶτα ταύτην μέγεθος ὑποτιθέμενοι ἀτοπώτατα ἂν ποιοῖεν. καὶ αὐτῇ δὲ λέξει φησὶ ποιῆσαι τὸν θεὸν τὸν κόσμον ζῷον ἔμψυχόν τε καὶ ἔννουν. ἠρκέσθη μέντοι αὐτὸς καὶ τούτῳ μόνῳ τεκμηρίῳ ὅτι τὸν νοῦν λέγουσιν, ὅτι κύκλῳ αὐτὴν εἶπον κινεῖσθαι. λέγομεν οὖν πρὸς αὐτὸν3 ὅτι οἶδας ἄρα καὶ αὐτὸς ὅτι διὰ τοῦτο τὴν κύκλῳ παρείληφας κίνησιν, ὅτι τοιαύτη τίς ἐστι καὶ ἡ τοῦ νοῦ ἐνέργεια· οὐκ ἄρα μέγεθος ἔλεγον, ἀλλὰ συμβολικῶς τὸν νοῦν διὰ τῶν κύκλων ᾐνίττοντο. εἰ γὰρ ὅλως τὴν μετὰ τῶν ἀλόγων δυνάμεων [καὶ] τῆς ψυχῆς ἐνέργειαν εὐθυωρίαν λέγεις, κύκλον δὲ τὴν τοῦ νοῦ συμβολικῶς καὶ κατὰ ἀναλογίαν, δῆλον 〈ὅτι〉 καὶ ἐπὶ τοῦ Τιμαίου τοὺς κύκλους καὶ τὰ λοιπὰ κατὰ ἀναλογίαν ἐκληψόμεθα συμβολικῶς καὶ οὐχ ὡς τῆς ψυχῆς μέγεθος οὔσης. σαφῶς ἄρα καὶ αὐτὸς οἶδε κατὰ ποίαν ἔννοιαν ταῦτα ἔλεγε, καὶ οἱ ἔλεγχοι οὐ πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς τὸ φαινόμενον κακῶς ἐκλαμβάνοντας.

“因为显然,他们意图使全宇宙的[灵魂]成为类似所谓的智性那样的东西。” 他说,说哪怕是随意的灵魂是量度也是荒谬的,而说智性是量度则远为荒谬得多。因为他们在说那些圆圈是全宇宙的灵魂时,所说的并不是随意的灵魂——比如说营养的、意气的或欲望的灵魂——而是理性的和智性的灵魂,这一点从他们说它依圆周运动便显而易见;而依圆周运动唯独适合于理性的灵魂。因为正是这[理性灵魂]归向自身并模仿圆圈,然而感觉的、意气的或欲望的[灵魂]并不依圆周进行运动;因为它们是某种直线性的。因为视线从眼睛依直线射出,又在反射中折返时依相同的直线弯回;而意气和欲望则是模仿直线的某种前进,它们并不依圆周运动,而是从内部向身体周围投射其活动,并使这些活动保持为不返回的;因为它们既不省察自己正在活动或感觉,也根本无法认识自身;所以它们的运动是某种直线。但理性[灵魂]的运动似乎是某种圆圈,因为它既省察自己正在活动,又认识自身,就自身进行探求和发现;而由同一者归向同一者,正是圆圈的固有属性。从另一角度说,感觉、意气和欲望是赋予需要扶助的动物以求保全的,而神圣之物并不需要任何来自外部的帮助。此外,他[柏拉图]自己在下文中也说,这些能力作为可灭之物,是由次等神明编织到灵魂的不死部分之上的,而这[灵魂]是由第一神亲自制造的。再从另一角度说,欲望以及单纯的渴求是对欠缺且不现前之物的向往,但宇宙在自身内拥有一切,且外部别无他物,因而它绝不会渴求,所以其内不会有意气和欲望。因此,他们若称全宇宙的灵魂为智性,继而又假定它是量度,便是在行最荒谬之事。而且在字面原句中,他也说神将宇宙造为“有灵魂且有理智的活物”。然而,他[亚里士多德]自己仅满足于这一项关于他们所指为智性的证据——即他们说它依圆周运动。因此我们对他说:那么你自己也知道,你采纳依圆周的运动正是因为智性的活动也是如此;因此他们并没有称之为量度,而是通过圆圈象征性地隐喻智性。因为如果你把灵魂连同非理性能力的活动统称为直线,而象征性地且依类比将智性的活动称为圆圈,那么显然,在蒂迈欧那里我们也当依类比象征性地理解这些圆圈及其他事物,而非把灵魂当成量度。因此显而易见,他自己也知道他是根据何种用意说这些话的,而这些反驳并非针对他们,乃是针对那些错误理解字面表象的人。

语法注3 条
  1. 1.112ἀνεπιστρόφους ταύτας ἔχουσιν

    形容词 ἀνεπιστρόφους 作为宾语补足语(述语性宾格),修饰指代前文 τὰς ἐνεργείας 的宾语代词 ταύτας,构成双宾格结构,意为“使这些[活动]保持为不(向自身)返回的”。

  2. 1.112αὐτὸς προϊὼν λέγει

    代词主语 αὐτός 根据上下文指柏拉图(《蒂迈欧篇》的作者)。紧接着提到的“第一神亲自制造(ὁ πρῶτος αὐτὸς θεὸς δημιουργεῖ)”这一对照性表述,确证了此处的主语是柏拉图而非亚里士多德。

  3. 1.112λέγομεν οὖν πρὸς αὐτὸν

    与前文指代柏拉图的 αὐτός 不同,πρὸς αὐτόν 中的代词转而指亚里士多德,将其设定为虚拟的对话对手。此后出现的第二人称动词(οἶδας, παρείληφας, λέγεις)皆是向亚里士多德所发出的说辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:124.27-125.31