← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§123.33-124.26

批判灵魂为量度之说与灵魂的无形体性

针对亚里士多德开始批判“灵魂是量度”这一观点之处(407a2),菲洛波庞论证了柏拉图在《蒂迈欧篇》中并未将灵魂视作线、面或立体身体,而是将其视为无形体者,并指出亚里士多德的反驳实质上更多是一种阐释而非字面意义上的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.111

" Πρῶτον μὲν οὖν οὐκ εὖ τὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι." Ἐντεῦθεν εἰσβάλλει ἐπὶ τοὺς ἐλέγχους τῆς Τιμαίου δόξης καὶ πάνυ καρτερικωτάτοις κέχρηται λόγοις ἀποδεικνύων μὴ εἶναι μέγεθος τὴν ψυχήν. ὅτι μὲν οὖν Πλάτων πανταχοῦ ἀσώματον καὶ ἀμεγέθη αὐτὴν λέγει, πρόδηλον· πλὴν καὶ ἐξ αὐτῶν τῶν ἐνταῦθα λεγομένων καίπερ αἰνιγμάτων ὄντων ἔστιν εὑρεῖν. εἰ γάρ, ὅπερ ἔλεγον, λέγει αὐτῆς τὴν οὐσίαν μεταξὺ εἶναι τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, πᾶσα ἀνάγκη τὸ μεταξὺ δύο ἀσωμάτων, ἤτοι ἐκ δύο ἀσωμάτων καὶ αὐτὸ ἀσώματον εἶναι. ἔπειτα εἰ σῶμα αὐτὴν ἔλεγε, πῶς ἠδύνατο τὸ αὐτὸ σῶμα ὂν ἐντός τε ἑαυτοῦ ἀπειληφέναι τὸ σῶμα τοῦ κόσμου καὶ πάλιν τὸ αὐτὸ τοῦτο ἐκ τοῦ μέσου συναρμοσθὲν διαπλακῆναι πρὸς τὸν ἔσχατον οὐρανόν; ἄλλως τε τῷ εἰπεῖν τὸ σωματοειδὲς τοῦ κόσμου κατὰ ἀντιδιαστολήν, εἴ γε κἀκείνη ἐγκόσμιός ἐστιν, ἀσώματον αὐτὴν ἀπέφηνεν. ἀλλ’ ἆρα μὴ γραμμὴν αὐτὴν ἢ ἐπιφάνειαν ἔλεγε;1 καὶ ὅτι μὲν οὐκ ἂν ἔλεγεν γραμμήν, δῆλον ἐξ ὧν φησιν ἔξωθεν πάντα τὸν οὐρανὸν περικαλύψαι. ἀλλ’ οὐδὲ ἐπιφάνειαν· πῶς γὰρ ἠδύνατο ἐπιφάνεια οὖσα συναρμοσθῆναι ἐκ τοῦ μέσου, εἶτα διαπλακῆναι μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ ἔξωθεν αὐτὸν πάντα περικαλύψαι; ὥστε οὔτε γραμμὴν ἂν λέγοι τὴν ψυχὴν οὔτε ἐπιφάνειαν. ὅτι γὰρ ἐν ἕξει ἦν ἀκροτάτῃ ὁ Τίμαιος πάσης μαθηματικῆς ἐπιστήμης, γεωμετρίας καὶ ἀριθμητικῆς μουσικῆς τε καὶ ἀστρονομίας, ἐκ τῶν αὐτῶν λόγων σαφὲς συνιδεῖν, ὥστε οὐκ ἂν ἐνόμισεν οὔτε γραμμὴν οὖσαν οὔτε ἐπιφάνειαν τοῦτο δύνασθαι ποιεῖν, ὅπερ ἔφη. ὥστε εἰ μήτε γραμμὴν μήτε ἐπιφάνειαν μήτε σῶμα λέγει τὴν ψυχήν, οὐδὲ μέγεθος ἄρα· ἐν τούτοις γὰρ τὸ μέγεθος. ὅτι καὶ ἡ Ἀριστοτέλους ἀντιλογία πρὸς αὐτοὺς μᾶλλον ἐξήγησίς ἐστιν ἤπερ ἀντιλογία, καὶ ὅτι καὶ αὐτὸς ᾔδει αὐτοὺς μὴ οὕτω ταῦτα κατὰ τὸ φαινόμενον ἐκλαμβάνοντας, δῆλον ἐξ ὧν αὐτὸς ὁ Ἀριστοτέλης φησί·2 ἐπ’ αὐτῆς δὲ τῆς λέξεως τούτοις ἐπιστήσομεν, ἵνα μὴ τὰ αὐτὰ δὶς λέγειν ἀναγκασθῶμεν.

“首先,说灵魂是一个量度是不对的。” 从这里开始,他着手对蒂迈欧的学说进行反驳,并运用极其强有力的论证来证明灵魂不是量度。柏拉图在各处都称灵魂是无形体的且没有量度的,这一点显而易见;然而,即便这里所说的内容带有谜一般的性质,也依然能从中发现这一点。因为正如我所说,如果他说灵魂的实体处于不可分的[实体]与在身体层面可分的[实体]之间,那么在两个无形体者之间的东西——或者说由两个无形体者所构成的东西——自身也全然必然是无形体的。其次,如果他说灵魂是身体,那么同一个东西本身作为身体,又怎能既在自身内部包容宇宙的身体,又再次从中心被调和地装配起来并一直编织贯穿至最边缘的天空呢?此外,通过以对照的方式说出宇宙的“身体性的部分”,他便宣告了灵魂是无形体的,既然那[灵魂]的确也是在宇宙之内的。然而,难道他会说灵魂是一条线或一个面吗?他绝不会说它是线,这从他说灵魂“从外部包裹住整个天空”便可明了。但它也不是面;因为作为面,它又怎能从中心被调和装配,继而被编织贯穿直至最边缘的天空,并且从外部将其完全包裹呢?因此,他绝不会说灵魂是线或面。因为蒂迈欧在一切数学科学——几何学、算术、音乐以及天文学——中都处于极高的造诣状态,这从同样的论述中就能清楚地看出,所以他绝不会认为线或面能够做到他所描述的那些事。因此,如果他既不说灵魂是线,也不说是面,亦不说是身体,那么它也就不是量度;因为量度正存在于这些之中。此外,亚里士多德对他们的反驳更多是一种阐释而非反驳,并且亚里士多德自己也知道他们并不是这样按照字面表象来理解这些事情的,这从亚里士多德自己的言论中就能看得很清楚;不过我们将在面对那段原文文句时再探讨这些,以免我们被迫把同样的事情说两遍。

语法注2 条
  1. 1.111ἀλλ’ ἆρα μὴ γραμμὴν αὐτὴν ἢ ἐπιφάνειαν ἔλεγε;

    ἆρα μή 引导一个预期得到否定回答的疑问句(“难道他竟会说……不成?”)。这里以反诘方式提出了“柏拉图绝不可能主张灵魂是线或面”的前提,并在随后的句子中逐一论证其既非线亦非面。

  2. 1.111ὅτι καὶ ἡ Ἀριστοτέλους ἀντιλογία πρὸς αὐτοὺς μᾶλλον ἐξήγησίς ἐστιν ἤπερ ἀντιλογία, καὶ ὅτι καὶ αὐτὸς ᾔδει αὐτοὺς μὴ οὕτω ταῦτα κατὰ τὸ φαινόμενον ἐκλαμβάνοντας, δῆλον ἐξ ὧν αὐτὸς ὁ Ἀριστοτέλης φησί

    这是一个倒装结构,两个并列的 ὅτι 从句被大幅提前,充当后文主句谓语 δῆλον [ἐστι] 的真正主语从句。句子的基本骨架是:“亚里士多德的反驳是……,以及他自己也知道……,这两点从亚里士多德本人的言论中是显然的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:123.33-124.26