- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:122.27-123.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德引述《蒂迈欧篇》论灵魂对调和的把握与天体运行之处,菲洛波庞驳斥了关于感知主体的异说,阐明了动物听觉与理性辨别的区别,解释了亚里士多德颠倒几何分割次序的处理,并探讨了天体运行与灵魂运动之间的从属或同一关系。
" Ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας λάβῃ καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς." Τινές φασιν, ἐπειδὴ τὰ περὶ τῆς τοῦ παντὸς ψυχῆς λεγόμενα ἁρμόζει καὶ ἐπὶ πάσης λογικῆς ψυχῆς, τὸ μέν φασιν ἐκληπτέον ὡς ἐπὶ τῆς καθ’ ἡμᾶς ψυχῆς, τὸ ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας λάβῃ, διὰ τὸ ἐκείνην μᾶλλον ποιητικὴν εἶναι τῆς ἁρμονίας ἢ αἰσθητικήν, τὸ δὲ ἑξῆς περὶ τῆς τοῦ παντός, ‘ἵνα ποιῇ φέρεσθαι τὸ πᾶν συμφώνους φοράς.’ οὐ πάνυ δέ πως σύμφωνος τῷ σκοπῷ τῶν λεγομένων ἡ ἐξήγησις· ἐπὶ γὰρ τοῦ αὐτοῦ ἀμφότερα τάττει. ἴσως οὖν ἵνα τῆς ἁρμονίας ἧς ἐστιν αἰτία τῷ παντὶ αἴσθησιν λάβῃ, τουτέστιν ἵνα μὴ ἀλόγως ὡς ἡ φύσις ποιῇ, ἀλλὰ μετὰ λόγου καὶ συναισθήσεως. ἆρ’ οὖν οὐχὶ καὶ τὰ ἄλογα κατακούειν πέφυκεν ἁρμονίας; οὐ διὰ συρίγγων ἄγεται τὰ ποίμνια; οὐχ ὑπὸ σάλπιγγος ἵπποι γαῦρον ἐπὶ πόλεμον ἐγείρουσι φρόνημα; πῶς οὖν ὡς ἴδιον τοῦτο τῆς λογικῆς ψυχῆς ἐν τῇ ψυχογονίᾳ παρέδωκεν, εἰ καὶ μὴ τῆς τοῦ παντός, ἀλλ’ οὖν τῆς ἡμετέρας; λέγω οὖν ὅτι εἰ καὶ πεφύκασι κατακούειν, ἀλλ’ ἁπλῶς ὡς ποιᾶς φωνῆς ἀκούουσιν, οὐκέτι μέντοι κρίνουσιν, εἴτε ἐναρμόνιος εἴτε μή· τοῦτο γὰρ τῆς ἡμετέρας ψυχῆς ἴδιον· εἰ γὰρ ἀκούσει μέλους, ἐφίστησι καὶ κρίνει, εἴτ’ ἐναρμόνιον εἴτε μή. σημειωτέον δὲ ὅτι ὁ μὲν Τίμαιος τὴν εὐθεῖαν τὴν γενομένην ἐκ τοῦ κράματος ἐκείνου πρῶτον σχίζει, εἶτα κάμπτει εἰς τοὺς δύο κύκλους, ὁ δὲ Ἀριστοτέλης ἀνάπαλιν λέγει ὅτι ἔκαμψε τὴν εὐθεῖαν, εἶτα ἔσχισεν εἰς δύο κύκλους· τοῦτο δὲ οὐδὲν αὐτῷ συνεβάλλετο πρὸς τὸ προκείμενον, διὸ ἀδιαφόρως ἐχρήσατο τῇ ἱστορίᾳ τῆς τοῦ Τιμαίου δόξης. ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς ἐκ τῆς ψυχῆς κινήσεις.1 κατὰ τὸ φαινόμενον δοκεῖ λέγειν ὁ Τίμαιος ὅτι τὴν αὐτὴν τῇ κινήσει τῆς ψυχῆς φέρονται καὶ τὰ οὐράνια συμπεριαγόμενα αὐτῇ, οὐ μέντοι γε ὅτι αἱ τοῦ οὐρανοῦ κινήσεις τῆς ψυχῆς εἰσι κινήσεις, ἀλλ’ ὡς εἶπον ἐκείνη αἰτία τούτων. ἐὰν οὖν προσθῶμεν τὴν κατά πρόθεσιν, σαφὴς γίνεται ἡ λέξις ‘ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς κατὰ τὰς τῆς ψυχῆς κινήσεις’. καὶ ἄλλως ἐπὶ μὲν τῶν οὐρανίων τῶν ψυχῶν τὰ σώματα ἐξήρτηται, καὶ αὐτὰ μὲν πρὸς αὐτὰς ἐπέστραπται, αὗται δὲ οὐ κατασπῶνται πρὸς τὰ σώματα ὡς αἱ ἡμέτεραι. ἐπεὶ οὖν τὸ ψυχικὸν ἐν ἐκείνοις ἐπικρατεῖ ἢ τὸ σωματικὸν καὶ τὰ σώματα τῶν ἀρχῶν εἰσι,2 τὰς τοῦ οὐρανοῦ φοράς φησι τὰς τῆς ψυχῆς εἶναι κινήσεις. ἢ καὶ κατὰ τὸ φαινόμενον οὕτως ἐκληπτέον ὅτι αἱ τοῦ οὐρανοῦ κινήσεις τῆς ψυχῆς εἰσι κινήσεις (τῷ γὰρ κινεῖσθαι κινεῖ τὸν οὐρανόν) ὥσπερ εἴ τις ἐπὶ τοῦ ἐν τῷ κηρῷ ἐναποκεκλεισμένου ζῴου καὶ τῷ κινεῖσθαι κινοῦντος τὸν κηρὸν εἴποι ὅτι αἱ τοῦ κηροῦ κινήσεις αἱ τοῦ ἐντὸς ἐναποκεκλεισμένου ζῴου εἰσὶ κινήσεις.
“以便它获得一种生就的调和感觉,且宇宙整体作协和的运行。” 有人说,既然关于宇宙灵魂所说的内容也适用于一切理性灵魂,那么前一句必须被理解为指称我们的灵魂——即“以便它获得一种生就的调和感觉”,因为那[宇宙]灵魂更多是调和的创造者而非调和的感觉者;而接下来的一句则是关于宇宙灵魂的,意即“以便它使宇宙整体作协和的运行”。然而这种解释与论述的主旨完全不合;因为[亚里士多德]是将这两者都归于同一对象的。因此,大概是指让它对其作为宇宙之因的那种调和获得感觉,换言之,以便它不像自然那样无理性地创造,而是伴随着理性和自我省察来创造。那么,难道非理性动物就不是天生能听从调和的吗?羊群不正是被牧笛所引导吗?战马不正是因军号声而激发起奔赴战场的骄傲斗志吗?既然如此,他为何在灵魂生成论中将此作为理性灵魂的固有特质传述下来——即使不是指宇宙灵魂,至少也是指我们的灵魂?因此我说,即便它们天生能听,也只是单纯地将其当作某种声音来听,绝不再去辨别它是否协调;因为这是我们灵魂的固有特质。事实上,若听到旋律,[人类灵魂]便会凝神并辨别其是否协调。但应当注意,蒂迈欧是先将从那混合物生成的直线劈开,然后将其弯曲成两个圆圈;而亚里士多德反过来说他是先弯曲了直线,然后将其劈成两个圆圈。然而这与他眼下的论旨毫无关系,因此他无差别地对待了关于蒂迈欧学说的记述。“认定天体的运行即是来自灵魂的运动。”按照字面表象,蒂迈欧似乎在说天体也随灵魂一同旋转,作着与灵魂相同的运动,但绝不是说天体的运动就是灵魂的运动,而是如我所说,灵魂是这些运动的原因。因此,如果我们补上介词“依照”,文句就变得明晰了:“认定天体的运行是依照灵魂的运动”。从另一方面来说,在天体那里,身体依附于诸灵魂,且身体自身朝向灵魂,而这些灵魂并不像我们的灵魂那样被拖向身体。因此,既然在它们之中灵魂性的成分压倒了身体性的成分,且诸身体隶属于诸本原,他便说天体的运行就是灵魂的运动。或者,亦可完全按照字面表象这样理解:天体的运动就是灵魂的运动(因为它是通过自身的运动来运动天空的),正如有人就一只被封在蜡中、因自身的运动而带动蜡块的动物会说,蜡块的运动就是那只被封在内部的动物的运动一样。
- 1.110ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς ἐκ τῆς ψυχῆς κινήσεις
此句引用亚里士多德的措辞(参见 407a1-2),为宾格分词结构,其中主语“天体的运行”(τὰς τοῦ οὐρανοῦ φοράς)与表语“来自灵魂的运动”(τὰς ἐκ τῆς ψυχῆς κινήσεις)均处于宾格。菲洛波诺斯在此给出了两种句法理解:一是补出介词 κατά(“依照”),即天体运行依照灵魂运动;二是照字面直接认同二者(灵魂自身的运动带动天空)。
- 1.110ἐπεὶ οὖν τὸ ψυχικὸν ἐν ἐκείνοις ἐπικρατεῖ ἢ τὸ σωματικὸν καὶ τὰ σώματα τῶν ἀρχῶν εἰσι
连词 ἤ 伴随动词 ἐπικρατεῖ(占上风、胜过)使用,起比较意义“胜过/比……更”(相当于 μᾶλλον ἤ),即“灵魂性的成分胜过身体性的成分”。后半句 καὶ τὰ σώματα τῶν ἀρχῶν εἰσι 中的 τῶν ἀρχῶν 为表语性属格,表示诸身体从属于诸本原(诸灵魂)。
