- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:121.13-122.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺考察了柏拉图《蒂迈欧篇》中灵魂运动身体的学说与德谟克利特理论的相似之处,基于认识论原理阐释了灵魂为何由不可分与可分的实质以及“同一者”与“相异者”构成,并论证了关于灵魂具有广延大小的说法应作象征性而非字面意义的理解。
ὥσπερ γὰρ ἐκεῖνος κινουμένων τῶν σφαιρικῶν ἀτόμων ἐξ ὧν ἡ ψυχὴ συγκινεῖσθαι αὐταῖς τὸ σῶμα ἔφασκεν, οὕτω καὶ ὁ Τίμαιος συμπλέξας τὴν ψυχὴν τοῦ παντὸς τῷ σώματι οὕτως συνεφέλκειν ἑαυτῇ τὸ πᾶν· οἷόν φησι καὶ ὁ μῦθος τὸν Ἰξίονα πάσχειν, ἐνδεδεμένον ἐν τροχῷ συγκινεῖσθαι τὴν τοῦ τροχοῦ κίνησιν.1 Τίμαιον δὲ καλεῖ τὸν παρὰ Πλάτωνι Τίμαιον· οὕτω γὰρ εἴωθε τοῦ Πλάτωνος καλεῖν τὰ συγγράμματα. συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων,2 οὐσίας ταὐτότητος ἑτερότητος· ταῦτα γὰρ στοιχεῖα τῶν ὄντων παρὰ τῷ Πλάτωνι, ὡς καὶ ἀνωτέρω εἴρηται. οὐσίαν δὲ λαμβάνει ἐν τῇ γενέσει τῆς ψυχῆς μέσην ἐκ τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης, καὶ τῆς περὶ τὰ σώματα μεριστῆς. ἔχει γὰρ ὧδε ἐπὶ λέξεως τὰ τοῦ Τιμαίου ῥήματα· “ἐκ τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γινομένης μεριστῆς τρίτον ἀπ’ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς θατέρου”.3 ἀμέριστον μὲν οὖν λέγει καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν νοητὴν οὐσίαν, περὶ δὲ τὰ σώματα μεριστὴν τὸ ἔνυλον εἶδος, διότι τῷ οἰκείῳ λόγῳ ἀμέριστον ὂν ἐν τῇ ὕλῃ γενόμενον μερίζεται καὶ συνδιίσταται· εἷς γὰρ ὢν ὁ τοῦ ἀνθρωπείου εἴδους λόγος ἐν ὕλῃ γενόμενος διίσταται κατὰ τὰς διαφορὰς τῶν μορίων. ἐπεὶ οὖν γνωστικὴ πάντων ἡ ψυχή, δεῖ δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ γνωρίζεσθαι, συνιστᾶσιν αὐτὴν ἐκ τῶν ἀρχῶν τῶν ὄντων, ἵνα τῷ ἐξ ἀμφοῖν κραθῆναι τῇ μὲν τῶν νοητῶν τῇ δὲ τῶν αἰσθητῶν ἀντιλαμβάνηται, ἐπεὶ καὶ ἡ τῶν αἰσθητῶν γνῶσις οὐ κατὰ τὸ ὑλικὸν καὶ σωματοειδὲς τῶν πραγμάτων γίνεται, ἀλλὰ κατὰ τὸ ἑκάστου εἶδος. καὶ οὕτω μὲν τῶν οὐσιῶν γίνεται ἀντιληπτική· ἐπεὶ δέ εἰσι καὶ τὰ παρὰ τὴν οὐσίαν ἃ τῇ οὐσίᾳ συμβέβηκεν, ταῦτα δέ ἐστι τὰ παρὰ τὴν οὐσίαν γένη, συνιστᾶσιν αὐτὴν ἐκ τοῦ ταὐτοῦ καὶ θατέρου. ἐν γὰρ τούτοις ἅπασιν ἔστι τις ἀντίθεσις, ἡ μὲν βελτίων, ἡ δὲ χείρων, οἷον ἐπὶ τοῦ ποσοῦ σύμμετρον καὶ ἀσύμμετρον, ὧν κρεῖττον τὸ σύμμετρον, ἐπὶ τοῦ ποιοῦ ἀγαθὸν καὶ κακόν, ἐπὶ τοῦ πρός τι δεξιὸν ἀριστερόν, ἐπὶ τοῦ ποῦ ἄνω κάτω, ἐπὶ τοῦ ποτὲ πρότερον καὶ ὕστερον, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. καὶ οἱ Πυθαγόρειοι δὲ λαμβάνοντες ἐπὶ πάντων τῶν ὄντων δύο στοιχεῖα καὶ ἀρχὰς τὴν μὲν ἑτέραν μοῖραν βελτίονα καὶ πεπερασμένην ποιοῦσι, τὴν δὲ ἑτέραν χείρονα καὶ στερητικὴν καὶ ἄπειρον, καὶ ἐπεὶ ἐν πᾶσι τὸ μὲν βέλτιον ἁπλοῦν τε καὶ αὐτὸ ἑαυτῷ ὁμόλογον, τὸ δὲ χεῖρον ποικίλον καὶ ἑαυτῷ ἀσύμφωνον, τὸ μὲν βέλτιον ὑπὸ τοῦ ταὐτοῦ ἀνάγουσι, τὸ δὲ χεῖρον ὑπὸ τοῦ θατέρου, οἷον ἀγαθὸν καὶ κακὸν τὸ μὲν ἁπλοῦν τε καὶ ἑαυτῷ σύμφωνον, τὸ δὲ ποικίλον καὶ ἀσύμφωνον ἑαυτῷ· ὁμοίως ἔχει τὸ εὐθὺ καὶ καμπύλον, τὸ τραχὺ καὶ λεῖον, ὁμαλὸν καὶ ἀνώμαλον, ἴσον καὶ ἄνισον, ὑγίεια καὶ νόσος, καὶ ἐπὶ πάντων ὡσαύτως. διὰ τοῦτο οὖν ἐπεὶ καὶ τούτων ἔχει γνῶσιν, παρέλαβεν ὁ δημιουργὸς εἰς τὸ κρᾶμα αὐτῆς τὴν ταὐτοῦ φύσιν καὶ τὴν θατέρου. ἰστέον μέντοι ὅτι εἰ μεταξὺ τῆς τε ἀμερίστου οὐσίας καὶ τῆς οὐ μεριστῆς μὲν καθ’ αὑτήν, περὶ τὰ σώματα δὲ μεριστῆς λέγει [γὰρ] τὴν οὐσίαν τῆς ψυχῆς εἶναι, δύο ἀσωμάτων μεταξύ φησιν αὐτὴν εἶναι· τὸ δὲ μεταξὺ δύο ἀσωμάτων καὶ ἀμερίστων καὶ αὐτὸ ἀσώματον καὶ ἀμέριστον. ὅσα ἄρα ὡς περὶ μεγέθους λέγεται τῆς ψυχῆς συμβολικῶς λέγεται. εἰ γὰρ ἡ περὶ τὰ σώματα μεριστὴ οὐ σῶμα (οὐ γὰρ εἶπεν σῶμα εἶναι, ἀλλὰ περὶ τὰ σώματα μεριστήν) δῆλον ὡς οὐδ’ 〈ἡ〉 ὑπὲρ ταύτην σῶμα· εἰ δὲ μὴ σῶμα, οὐδ’ ὅλως μέγεθος· οὔτε γὰρ ἐπιφάνεια οὔτε γραμμή· ταῦτα γὰρ ὑπόστασιν ἰδίαν οὐκ ἔχει, ἀλλ’ ἐν σώματι τὸ εἶναι ἔχει. δῆλος τοίνυν ἐστὶν ὅτι πάντα συμβολικῶς ἐπὶ ψυχῆς λαμβάνει καὶ ὁ Ἀριστοτέλης πρὸς τοὺς οὕτω τὸ φαινόμενον λέγοντας ἀποτείνεται.
因为正如那位思想家声称,当构成灵魂的球形原子运动时,身体便同它们一起被运动,蒂迈欧同样在将宇宙灵魂与身体编织交织之后,[认为]以这种方式便将整个宇宙随自身一同牵引运动——正如神话所说伊克西翁所遭受的那样,他被捆绑在车轮上,同车轮的运动一起被运动。而他所称的“蒂迈欧”,是指柏拉图著作中的《蒂迈欧篇》;因为他习惯于这样称呼柏拉图的著作。“因为它由诸元素构成”——即由实质、同一性与相异性构成;因为在柏拉图看来,这些便是诸存在的元素,正如前文已经指出的那样。而在灵魂的生成中,他取了不可分的、始终处于相同且同样状态的实质,与在诸物体周围被分割的实质二者之间的中介实质。因为《蒂迈欧篇》的原文逐字如下:“从不可分的、始终处于相同状态的实质,以及在诸物体周围生成的被分割的实质这两者中,他在中间调和出第三种形式的实质,并再次就‘同一者’的本性与‘相异者’的本性[做了同样的处理]”。因此,所谓不可分且始终处于同样状态的实质,他指的是理知实质;而在诸物体周围被分割的实质,他指的是质料中的形相,因为尽管它就其固有的定义而言是不可分的,但在质料中生成后便被分割并一同展开;因为人的形相的定义虽是单一的,但进入质料后便按照各部分的差异而展开。因此,既然灵魂认知万物,而同类者必须由同类者所认识,他们便从诸存在的诸本原中构建它,以便通过由这两者调和而成,它一方面能领会理知事物,另一方面能领会感觉事物;因为对感觉事物的认识也不是依照事物的质料性与物体性发生的,而是依照各自的形相发生的。这样,它就成了实质的领会者;但既然在实质之外还存在附属于实质的事物,而这些就是实质之外的诸属[=范畴],他们便从“同一者”与“相异者”构建灵魂。因为在所有这些范畴中都存在某种对立,一方较优,另一方较劣:例如在数量中有公度与不可公度,其中公度者更为优越;在性质中有善与恶;在关系中有右与左;在处所有上与下;在时间中有先与后,其余各类亦然。毕达哥拉斯学派在为所有存在设定两个元素与本原时,也将其中一列设定为较优且有限的,将另一列设定为较劣、缺乏性且无限的;并且既然在一切事物中,较优者皆单纯且自身相符,而较劣者纷繁多样且自身不调和,他们便将较优者归于“同一者”之下,将较劣者归于“相异者”之下——例如善与恶,前者单纯且与自身调和,后者纷繁多样且与自身不调和;直与曲、粗与滑、匀与不匀、等与不等、健康与疾病同样如此,在一切事物上皆然。因此,正是由于灵魂对这些事物也拥有认识,创世者才在其调和物中引入了“同一者”的本性与“相异者”的本性。然而应当明了的是,如果他说灵魂的实质居于不可分的实质与自身不可分而在诸物体周围被分割的实质之间,那么他就是说灵魂居于两个非物体之间;而居于两个非物体且不可分者之间的东西,其自身也必然是非物体且不可分的。因此,凡是把灵魂当作具有大小而说的那些话,都是象征性地说的。因为如果说在诸物体周围被分割者不是物体(因为他没有说是物体,而是说在诸物体周围被分割),那么显而易见,在其之上的东西也不是物体;若非物体,则全然不是大小;因为它既非面亦非线;因为这些并无独立的自存,而是其存在依托于物体。由此可见,他显然在论及灵魂时是将一切都作象征性理解的,而亚里士多德所针对反驳的,是那些照字面表象作此主张的人。
- 1.109συγκινεῖσθαι τὴν τοῦ τροχοῦ κίνησιν
在不定式 συγκινεῖσθαι 之后的 τὴν τοῦ τροχοῦ κίνησιν 作同族宾格(表示内在结果或方式的宾格),意为“随着车轮的运动而一同被运动”。它配合被动态(或中动态)动词,规定了所承受之运动的具体内涵。
- 1.109συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων
宾格阴性单数分词 συνεστηκυῖαν 直接引用了亚里士多德原文(406b26–27 συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων... τὴν ψυχήν),修饰省略的主语“灵魂”(ψυχήν)。虽然在斐洛庞诺的文本中作为独立句首出现,但它完全承接了亚里士多德所归纳的理由说明框架,即灵魂因由元素构成而运动身体。
- 1.109τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς θατέρου
引自柏拉图《蒂迈欧篇》35a。介词 πέρι 为后置词,统摄其前后的两个属格短语(τῆς τε ταὐτοῦ φύσεως 与 καὶ τῆς θατέρου)。它表明正如造物主调配出第三种中介实质形式一样,在关于“同一者”的本性与“相异者”的本性方面也进行了同样的调配。
