- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:117.8-118.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯指出,《蒂迈欧篇》中关于宇宙灵魂的几何学描述(如直线变为圆圈、圆圈包裹球体等)若依字面理解在几何学上是荒谬的,从而论证其必为象征寓意。随后他解释道,直线与圆圈分别象征灵魂的生命与理智活动,而线条的剖分与数则象征着灵魂对“一”与“二”的双重参与(其超越性与对身体顾护的二重性)。
καὶ αὐτὰ δὲ τὰ συμβολικῶς εἰρημένα διὰ τῆς κατὰ τὸ φαινόμενον ἀτοπίας ἐνάγει ἡμᾶς εἰς τὸ ζητεῖν ἐν αὐτοῖς τὴν κεκρυμμένην ἀλήθειαν. οὔτε γὰρ οὕτω μυθολογεῖν ᾤοντο δεῖν ὡς οἱ ποιηταὶ διὰ τὴν τῶν νέων λώβην συνιδεῖν μὴ δυναμένων εἰς τὸ νοούμενον οὔτε ἀπερικαλύπτως τὰ δόγματα παραδιδόναι. διὸ συμβολικὴν τὴν διδασκαλίαν ἐποιήσαντο δι’ αὐτοῦ τοῦ παραλόγου εἰς ζήτησιν τῆς κεκρυμμένης ἀληθείας ἐνάγοντες. πρῶτον γὰρ πῶς ἡ εὐθεῖα σχίζεται ἀπλατὲς οὖσα μῆκος; πῶς δὲ ὅλως κατατμηθεῖσα εἰς τοὺς ἁρμονικοὺς ἀριθμοὺς ὡς μία οὖσα κατὰ μῆκος ἢ σχίζεται ἢ εἰς κύκλους περιάγεται; πῶς δὲ ἡ εὐθεῖα κύκλος γίνεται; οὔτε γὰρ ὁ κύκλος γένοιτο ἂν εὐθεῖα οὔτε ἡ εὐθεῖα κύκλος· ἀνομοιογενῆ γὰρ τὰ μεγέθη. ἔπειτα πῶς τῶν κύκλων ὁ εἷς μείζων γέγονεν ὁ ἔξω, τῆς εὐθείας μήτε προσθήκην μήτε ὑφαίρεσιν λαβούσης; πῶς δὲ ὅλως, εἰ οἱ κύκλοι οὗτοι ἡ ψυχή, ὧν ἐντὸς ἀπεκλείσθη τὸ σωματοειδὲς πᾶν, συναρμοσθέντες ἐκ τοῦ μέσου τοῦ παντὸς συνεπλάκησαν μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ ἔξωθεν αὐτὸν πάντα περιεκάλυψαν; οὐ γὰρ δύναται τοῦτο ποιεῖν ὁ κύκλος, σφαῖραν ἔξωθεν περικαλύπτειν. διὰ τούτων μὲν οὖν καὶ διὰ πλειόνων ἑτέρων δῆλον ὅτι ἄλλα τινὰ ᾐνίττοντο ἐκεῖνοι. εἰ γὰρ μάλιστα πάντων τῆς τῶν μαθημάτων γνώσεως ἐπεμελοῦντο οἱ Πυθαγόρειοι (Πυθαγόρειος δὲ ὁ Πλάτων, οὗ καὶ πρὸ τῆς διατριβῆς ἐπεγέγραπτο ‘ἀγεωμέτρητος μὴ εἰσίτω’) οὐδεὶς δ’ οὐδ’ ἄκρῳ δακτύλῳ γεωμετρήσας τοιοῦτό τι λέγειν1 ἀνέξεται, τίς οὕτως ἠλίθιος ὡς οἴεσθαι τὸν Πλάτωνα ταῦτα οὕτω κατὰ τὸ φαινόμενον λέγειν; ἴσως δὲ οὐκ ἄκομψον ἐπὶ ὀλίγων συντόμως τῶν συμβόλων τὴν διάνοιαν δηλῶσαι. // ἡ ψυχὴ τοίνυν ἡ τοῦ παντός ἐστι ζωή, καὶ ζωὴ νοερά. ὅτι γὰρ ζωή ἐστιν ἁπλῶς πᾶσα ψυχή, δῆλον ἐξ ὧν οἷς ἂν ἐγγένηται, αὐτῷ τῷ εἶναι ζωὴν παρέχει·2 πῶς γὰρ ἂν ἔδωκεν ὃ μὴ εἶχεν; ἡ δὲ τοῦ παντὸς καὶ νοερά ἐστιν· ἐποίησε γάρ, φησί, τὸν κόσμον ζῷον ἔμψυχον καὶ ἔννουν. βουλόμενος οὖν ὁ Τίμαιος καὶ τὸ ζωτικὸν αὐτῆς σημᾶναι καὶ τὸ νοερόν, τὴν εὐθεῖαν παραλαμβάνει καὶ τὸν κύκλον, τὸν μὲν κύκλον τῆς νοερᾶς ἐνεργείας σύμβολον (πρὸς ἑαυτὸν γὰρ συννένευκεν ὁ κύκλος, καὶ ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς ἑαυτὸν λήγει, ὡς καὶ ὁ νοῦς πρὸς ἑαυτὸν ἐπιστρέφει καὶ αὐτὸς ἑαυτὸν θεᾶται), τὴν δὲ εὐθεῖαν σύμβολον τῆς ζωῆς· ἡ γὰρ ζωὴ πρόοδός τίς ἐστι καὶ οἷον ῥύσις ἔχουσα τὸ ἀπό τινος εἴς τι, ἀπὸ τῆς ζωούσης εἰς τὸ ζωούμενον· τοιαύτη δὲ καὶ ἡ εὐθεῖα· ἔχει γὰρ τὸ ποθέν ποι ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ πέρας. διὰ τοῦτο οὖν τὴν εὐθεῖάν τε εἶναι καὶ κύκλον ὑποτίθεται δηλῶν ὅτι τε ζωή ἐστιν καὶ ζωὴ νοερά. πρὸ δὲ τούτων διὰ τί εὐθεῖαν μίαν ποιήσας ταύτην εἰς δύο σχίζει; τί γὰρ ἐκώλυεν αὐτόθεν ἐξ ἀρχῆς ἐκ τοῦ κράματος ἐκείνου δύο εὐθείας ποιῆσαι; φημὶ οὖν πάλιν ὅτι τὰ μὲν νοητὰ καὶ θεῖα καὶ ὑπὲρ ψυχήν, ὡς αὐτὸς εἶπεν ὁ Πλάτων, ἀμέριστά ἐστι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει ἑστῶσαν ἔχοντα τὴν οὐσίαν, τὴν δύναμιν, τὴν ἐνέργειαν, καὶ ἄσχετα πρὸς πᾶσαν σώματος φύσιν κατὰ τὴν μονάδα χαρακτηρίζονται, αἱ δὲ φυσικαὶ ζωαί, ὡς εἶπε, σκεδάννυνται περὶ τὰ σώματα κατὰ πᾶν τρεπόμεναι, οὐσίαν δύναμιν ἐνέργειαν, κατὰ τὴν δυάδα· πρὸς τοῦ πλήθους γάρ. αἱ δὲ λογικαὶ ψυχαὶ ὡς μὲν νοεραὶ οὖσαι καὶ ἀμετάβλητοι κατ’ οὐσίαν χωριστάς τε ἔχουσαι παντὸς σώματος ἐνεργείας, ταύτῃ μὲν καὶ αὗται πρὸς τῇ μονάδι εἰσίν, ὡς δὲ σχέσιν πρὸς σῶμα ἀνειληφυῖαι καὶ ἐπιστροφὴν αὐτοῦ καὶ πρόνοιαν ποιούμεναι ταύτῃ πρὸς τοῦ πλήθους εἰσὶ καὶ τῆς δυάδος. διὰ τοῦτο μονάδα γὰρ αὐτὴν καὶ δυάδα ποιεῖ,3 τήν τε ἄσχετον αὐτῆς πρὸς σῶμα ἐνέργειαν καὶ τὰς ἐν σχέσει τοῦ σώματος θεωρουμένας ἐνδεικνύμενος. κατατέμνει δὲ ταύτην εἰς ἀριθμούς τινας, οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς δυναμένους καὶ γεωμετρικὴν καὶ ἁρμονικὴν καὶ ἀριθμητικὴν ἀναλογίαν ποιῆσαι.
而这些以象征方式表达的话语本身,也因其字面表象上的荒谬,引导我们去探求隐藏在其中的真理。因为他们既认为不应当像诗人们那样讲述神话——因为这会对无法参悟所意指之事的年轻人造成危害——又认为不应当毫无遮蔽地传授学说。因此他们采取了象征性的教学方式,通过这种不合理性本身,引导[人们]去探求隐藏的真理。因为首先,直线作为没有宽度的长度,如何能够被剖分呢?而且,在被分割为诸调和比例数之后,究竟又如何能仿佛在长度上是一个整体那样被剖分或曲卷成圆圈呢?直线又如何能变成圆圈呢?因为圆圈不能变成直线,直线也不能变成圆圈;因为这两种量度属于不同种类。其次,在直线既未受到增补也未受到缩减的情况下,两个圆圈中外侧的一个何以变得更大呢?再者,如果这些圆圈就是灵魂,且一切物体性成分都被封闭于其内部,它们又究竟如何能够从宇宙的中心相互协调,贯穿编织直至最边缘的天穹,并从外部将天体整体包裹起来呢?因为圆圈不可能做到这一点,即从外部包裹住一个球体。因此,通过这些以及更多的其他理由,显而易见那些哲人是在影射某些别的事情。因为如果毕达哥拉斯学派比所有人都更热心于数学诸学科的知识(而柏拉图也是毕达哥拉斯学派的一员,在其学园门前甚至题有“不懂几何者勿入”),而且任何哪怕仅用指尖涉足过几何学的人都绝不能容忍说出这类话,那么谁会如此愚蠢,竟认为柏拉图是如此依字面表象而言说这些的呢?或许就少数几点简要阐明这些象征的涵义并非不妥。于是,宇宙的灵魂是生命,且是理智的生命。因为一切灵魂一般而言皆为生命,这从以下事实即可明了:凡它所进驻之物,它仅凭其存在本身便赋予其生命;因为若是它自己所没有的,它又如何能给予呢?而宇宙的灵魂同时也是理智的;因为如他所说,〔神〕把宇宙创造成了一个有灵魂且有理智的动物。因此,蒂迈欧既希望表明它的生命性,又希望表明它的理智性,便采用了直线和圆圈:将圆圈作为理智活动的象征(因为圆圈向自身弯折,始于自身并终于自身,正如理智也转向自身并观照自身一样),而将直线作为生命的象征;因为生命乃是一种前进,且仿佛是一种具有“从某物到某物”的流淌,即从赋予生命者流向被赋予生命者;直线亦是如此,因为它具有从起点到终点的“从何处到何处”。因此,正是出于这一缘故,他假定它是直线也是圆圈,以表明它既是生命又是理智的生命。但在这些之前,他为何在制成了一条直线之后又将其剖分为两条呢?究竟有什么阻碍他一开始就直接从那混合物中制成两条直线呢?因此我再次说,正如柏拉图本人所说,可知的、神圣的以及超越灵魂的事物,是不可分的,始终处于相同且如是的状态,具有稳固确立的实体、潜能与现实活动,且与物体的任何本性皆无关涉,因而是依照“一”来表征的;而自然的生命,如他所言,则散布于身体周围,在实体、潜能与现实活动的一切方面皆发生转变,因而是依照“二”来表征的,因为它们属于多。然而理性的灵魂,一方面作为理智性的且在实体上不可变者,具有脱离一切身体的现实活动,在这方面它们亦处于“一”的这一边;但另一方面,由于承担了与身体的关系,并对身体进行关注和顾护,在这方面它们又属于多和“二”。正是因此,他将灵魂同时制成“一”和“二”,以此表明其与身体无关的现实活动,以及在与身体的关系中所被考察的现实活动。而他又将这条线切分成某些数,这些数并非任意的数,而是能够形成几何比例、调和比例与算术比例的数。
- 1.109εἰ γὰρ μάλιστα πάντων τῆς τῶν μαθημάτων γνώσεως ἐπεμελοῦντο οἱ Πυθαγόρειοι (...) οὐδεὶς δ’ οὐδ’ ἄκρῳ δακτύλῳ γεωμετρήσας τοιοῦτό τι λέγειν ἀνέξεται, τίς οὕτως ἠλίθιος ὡς οἴεσθαι τὸν Πλάτωνα ταῦτα οὕτω κατὰ τὸ φαινόμενον λέγειν;
由条件从句与修辞反问句结合的长句结构。条件从句(前件)包含两个由 δέ 连接的并列从句:εἰ γὰρ μάλιστα πάντων... ἐπεμελοῦντο 与 οὐδεὶς δ’ οὐδ’ ἄκρῳ δακτύλῳ γεωμετρήσας... ἀνέξεται,中间插入了解释性短语(Πυθαγόρειος δὲ ὁ Πλάτων...)。对应的后件是主句的修辞反问 τίς [ἐστιν] οὕτως ἠλίθιος ὡς οἴεσθαι...(“谁会如此愚蠢以至于认为……”)。在句法上,第二处 δέ 在插入语之后引导受最初的 εἰ 管辖的第二个条件分支。
- 1.109ἐξ ὧν οἷς ἂν ἐγγένηται, αὐτῷ τῷ εἶναι ζωὴν παρέχει
介词短语 ἐξ ὧν(先行词 τούτων 省略的关系代词属格)内部嵌套了泛指条件关系从句 οἷς ἂν ἐγγένηται(“凡是它所进驻之物”)的紧缩结构。整体在含义上等同于 ἐκ τούτου, ὅτι οἷς ἂν ἐγγένηται...(“从它对其所进驻之物……这一事实出发”)。αὐτῷ τῷ εἶναι 是手段或原因与格(定冠词+不定词),意为“凭借其自身的存在”。
- 1.109διὰ τοῦτο μονάδα γὰρ αὐτὴν καὶ δυάδα ποιεῖ
διὰ τοῦτο 与 γάρ 连用的表达。διὰ τοῦτο 指示承接前文得出的结论(理性灵魂兼具超越性与管理性的双重品格),而 γάρ 则是概括并确认该推论的解释性小词(“正是因此”)。亦可理解为 διὰ τοῦτο 预示后随的分词短语(τήν τε ἄσχετον... ἐνδεικνύμενος)的目的,而 γάρ 引导主句;无论何种情况,两词重叠皆在强调这一逻辑推论。
