- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:118.22-119.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐述了《蒂迈欧篇》中灵魂数按比例划分兼适于宇宙灵魂与人类灵魂的理由,并解释了“同一者”与“相异者”两个圆圈如何对应于灵魂向上与生成的双重潜能以及天体赤道与黄道的运行。
ὧν κατὰ μὲν πρώτην διαίρεσιν λαμβάνει οὓς ἐξεθέμην ἀριθμούς,1 οἵτινες συγκείμενοι ἐφεξῆς μὲν οἱ ἄρτιοι β δ η, ἐφεξῆς δὲ οἱ περιττοὶ α γ θ κζ ποιοῦσι τὴν γεωμετρικὴν ἀναλογίαν· ὡς γὰρ ἔχει ὁ πρῶτος πρὸς τὸν δεύτερον, καὶ οὗτος πρὸς τὸν τρίτον. κατὰ δὲ ἑτέραν διαίρεσιν λαμβάνει ἄλλους ἀριθμοὺς δυναμένους μουσικήν τε καὶ ἀριθμητικὴν ἀναλογίαν ποιῆσαι. καὶ ὅτῳ φίλον περὶ τούτων ἀκριβέστερον μαθεῖν ἐντυγχανέτω τοῖς Ἀλεξάνδρου ὑπομνήμασι. τίνος οὖν ἕνεκα εἰς τούτους κατατέμνει τὴν εὐθεῖαν; δυνατὸν μὲν οὖν ἐκλαβεῖν τοῦτο καὶ ὡς πρὸς τὴν τοῦ παντὸς ψυχὴν καὶ ὡς πρὸς τὴν ἡμετέραν, ἐπειδὴ ὁ μὲν λόγος ὡς περὶ τῆς τοῦ παντὸς ψυχῆς ἐστιν, ἁρμόζει δὲ καὶ ἐπὶ τῆς ἡμετέρας. ἐπὶ μὲν οὖν τῆς τοῦ παντός, ἵνα ἁρμονίως κινῆται καὶ τὸ πᾶν ὡσαύτως κινῇ,2 ἐπὶ δὲ τῆς ἡμετέρας, ὅτι τε αὐτὴ ἐναρμόνιον ἔχει φύσιν (ἔχει γάρ τινα ἁρμονίαν πρός τε θυμὸν καὶ ἐπιθυμίαν), καὶ ἵνα γνωστικὴν δύναμιν ἔχῃ τῆς ἐναρμονίου τῶν οὐρανίων κινήσεως καὶ συμφωνίας, ἔτι μέντοι καὶ τῆς μαθηματικῆς ταύτης ἁρμονίας, μουσικῆς φημι καὶ τῶν λοιπῶν. ὥστε ἐκεῖ μὲν ποιητικὴν τὴν δύναμιν τῆς ἁρμονίας λαμβάνομεν, ἅμα δὲ καὶ γνωστικήν, ἐνταῦθα δὲ γνωστικὴν μόνως. σχίζει δὲ τὴν εὐθεῖαν εἰς δύο καὶ χιοειδῶς συζεύξας κάμπτει ἐς δύο κύκλους καὶ ποιεῖ τὸν μὲν ἔξω μείζονα, τὸν δὲ ἔσω ἐλάττονα “δισσαχῇ συνημμένους”. καὶ κινεῖ τὸν μὲν μείζονα ἐπὶ δεξιὰ ἐπονομάσας αὐτὸν ταὐτοῦ, τὸν δὲ ἕτερον ἐπὶ τὰ ἀριστερὰ κινεῖ ἐπονομάσας θατέρου. τί μὲν οὖν βούλεται αὐτῷ τὸ τὴν μίαν εὐθεῖαν εἰς δύο σχίσαι, φθάσαντες εἴπομεν. ταύτας δὲ χιοειδῶς ἀλλήλαις ἁρμόζει· οἱ γὰρ ἄξονες, ὅ τε τῆς ἀπλανοῦς καὶ ὁ τῆς πλανωμένης, οὕτως εἰσὶν ἡρμοσμένοι. ἡ μὲν γὰρ ἀπλανὴς περὶ τοὺς πόλους τοὺς τοῦ ἰσημερινοῦ κινεῖται, αἱ δὲ πλανώμεναι περὶ τοὺς πόλους τοῦ ζῳδιακοῦ· χιοειδῶς δὲ οὗτοι τέμνουσιν ἀλλήλους, ὥστε καὶ οἱ τούτων ἄξονες χιοειδῶς ἀλλήλοις ἐπίκεινται. ὅτι γὰρ οὐ περὶ τοὺς αὐτοὺς πόλους κινοῦνται αἵ τε πλανώμεναι καὶ ἡ ἀπλανής, δῆλον ἐξ ὧν οἱ πλανώμενοι ὁρῶνται κατὰ πλάτος κινούμενοι, βορειότεροί τε γιγνόμενοι καὶ νοτιώτεροι, ἔνθεν χειμών τε καὶ θέρος τῇ ἐπὶ τὰ βόρεια καὶ νότια τοῦ ἡλίου μεταβάσει.3 εἰ γὰρ περὶ τοὺς αὐτοὺς πόλους τῇ ἀπλανεῖ ἐκινοῦντο αἱ πλανώμεναι, οὐκ ἂν κατὰ πλάτος ἐποιοῦντο διάστασιν. ταύτας οὖν τὰς δύο εὐθείας εἰς κύκλους ἀνέκλασε. σημαίνουσι δ’ αὐτῷ οἱ δύο κύκλοι τὴν αὐτὴν ταῖς δύο εὐθείαις διάνοιαν. διτταὶ γάρ εἰσιν αἱ τῆς ψυχῆς δυνάμεις, αἱ μὲν ἀναγωγοὶ καθ’ ἃς ἀνατείνεται πρὸς τὸ θεῖον, αἱ δὲ γενεσιουργοὶ καθ’ ἃς ἐπιστρέφεται πρὸς τὰ τῇδε. ταύτας αἰνίττονται οἱ δύο κύκλοι, ὥσπερ ἀλλαχοῦ καλλίονα ἵππον καὶ χείρονα ἐκάλεσε. καὶ ὁ μὲν ἔξω κύκλος σημαίνει τὴν ἀναγωγὸν δύναμιν, ὁ δὲ ἔσω τὴν γενεσιουργόν· ἐπωνόμασε δὲ τὴν μὲν κρείττονα ταὐτοῦ, θατέρου δὲ τὴν χείρονα, διότι τὰ μὲν θεῖα πρὸς τῇ ἑνώσει εἰσὶ καὶ ταυτότητι, ἅτε ἐγγὺς ὄντα τοῦ ἑνός, τὰ δὲ ἐν τῇ γενέσει πρὸς τῇ διακρίσει ὡς πορρωτέρω ὄντα τοῦ πρώτου. ἔτι δὲ προσεχέστερον δηλοῦσιν αὐτῷ οἱ κύκλοι οὗτοι καὶ τὰς κινήσεις τῆς ψυχῆς ἃς κινεῖται τὰ οὐράνια, καὶ ὁ μὲν ταὐτοῦ κύκλος τὴν ἀπλανῆ, ὁ δὲ θατέρου τὰς πλανωμένας· οὓς καὶ συνάπτει διχῇ σημαίνων τόν τε ζῳδιακὸν καὶ τὸν ἰσημερινόν· συνάπτονται γὰρ οὗτοι κριῷ καὶ ζυγῷ. ἐπὶ δεξιὰ δέ φησι κεκινηκέναι τὴν ἀπλανῆ, διότι τὰ δεξιὰ ἀρχὴ κινήσεως, ἡ δὲ ἀρχὴ τῆς ἀπὸ ἀνατολῶν κινήσεως ταῖς πλανωμέναις ἐκεῖθεν. διὸ καὶ τὰ βάρη ἐπὶ τοὺς ἀριστεροὺς ἐπιτίθεμεν ὤμους, ἵνα εὔλυτα ᾖ τὰ δεξιὰ τὰ ἡγούμενα τῆς κινήσεως. ἡγεῖται δὲ ὡς τὸ δραστήριον μᾶλλον ἔχοντα·4 τὸ δραστήριον δὲ μᾶλλον ἔχει ὡς θερμότερα· θερμότερα δέ, ἐπειδὴ τὸ τοῦ αἵματος ἐργαστήριον τὸ ἧπαρ ἐν τοῖς δεξιοῖς ἵδρυται· πρῶτον οὖν δῆλον ὅτι τῆς θερμότητος τῆς φυσικῆς ἀπολαύει.
在这些数中,按照第一种划分,他取了我所列出的那些数;这些数依次排列,偶数是2、4、8,奇数依次是1、3、9、27,构成了几何比例;因为第一项对第二项的关系,如同第二项对第三项的关系。而按照第二种划分,他取了能够构成音乐比例和算术比例的其他数。若有人乐于更精确地了解这些,可参阅亚历山大的注释书。那么,他究竟出于什么缘故将直线切分成这些数呢?既可以将此理解为关乎宇宙的灵魂,也可以理解为关乎我们自身的灵魂,因为这一论述虽是作为关于宇宙灵魂的论述而作的,却也同样适用于我们自身的灵魂。在宇宙灵魂的情形中,是为了让它以调和的方式运动并同样地运动宇宙;而在我们自身灵魂的情形中,则既是因为它自身具有合于调和的本性(因为它与血气和欲望也具有某种调和),也是为了让它拥有认识天体之调和运动与协和音的认知能力,此外还拥有认识这种数学上的调和——即音乐以及其余者——的认知能力。因此,在那里我们把调和的能力理解为创生性的同时也是认知性的,而在这里则仅仅理解为认知性的。他又将这条直线剖分为二,接合成Χ形,弯折为两个圆圈,并制成“以双重方式相连”的外侧较大的圆和内侧较小的圆。他将较大的圆命名为“同一者”并使其向右运动,而将另一个圆命名为“相异者”并使其向左运动。将一条直线剖分为二对他来说意味着什么,我们先前已经谈及。他将这两条线以Χ形相互适合地接合起来;因为恒星天与行星的轴线就是这样被结合在一起的。因为恒星天绕着赤道的两极运动,而行星则绕着黄道的两极运动;而赤道与黄道以Χ形相互相交,以致它们的轴线也以Χ形相互叠合。因为行星与恒星天并非绕着相同的两极运动,这从行星被观察到在纬度上运动、变得偏北或偏南这一事实即可明了,冬天与夏天便是由此通过太阳向北与向南的转移而产生的。因为如果行星绕着与恒星天相同的两极运动,它们就不会在纬度上产生距离。于是,他将这两条直线曲折成圆圈。这两个圆圈对他而言所指明的意涵与这两条直线相同。因为灵魂的潜能是双重的:一种是向上引导的,依此灵魂伸向神圣事物;另一种是主管生成的,依此灵魂转向此处的事物。这两个圆圈便是对这些的影射,正如他在别处称它们为较好的马和较差的马一样。外侧的圆圈指明向上引导的潜能,内侧的圆圈指明主管生成的潜能;他将较优越者命名为“同一者”,而将较劣弱者命名为“相异者”,因为神圣事物属于统合与同一性,因其靠近“一”;而生成中的事物则属于分离与分化,因其离“第一者”较远。此外,在更直接的意义上,这些圆圈对他而言也表明了天体所依以被运动的灵魂的诸运动,且“同一者”的圆表明恒星天,而“相异者”的圆表明诸行星;他还将它们在两处相连,指明黄道与赤道;因为这两者在白羊座与天秤座相连。他说他将恒星天向右运动,是因为右侧是运动的开端,而诸行星从东方开始运动的开端也是从那里来的。因此我们也将重物置于左肩,以便主导运动的右侧能够保持轻便自由。而右侧居于主导,是因为它拥有较多的活动力;它拥有较多的活动力,是因为它较温热;而它较温热,是因为血液的作坊——肝脏——位于右侧;因此显而易见,右侧最先享受到自然的温热。
- 1.109ὧν κατὰ μὲν πρώτην διαίρεσιν λαμβάνει οὓς ἐξεθέμην ἀριθμούς
部分属格关系代词 ὧν 指向前一分块末尾提到的“诸数(ἀριθμούς)”。它置于句首,充当整体,而引导出在第一种划分(κατὰ μὲν πρώτην διαίρεσιν)中所选取的子集部分(οὓς ἐξεθέμην ἀριθμούς)。
- 1.109ἐπὶ μὲν οὖν τῆς τοῦ παντός, ἵνα ἁρμονίως κινῆται καὶ τὸ πᾶν ὡσαύτως κινῇ
在介词短语 ἐπὶ μὲν οὖν τῆς τοῦ παντός 之后,承接前一句的动词含义 δυνατὸν ἐκλαβεῖν,直接引出目的从句 ἵνα ... κινῇ。动词 κινῆται(被动,‘被运动’)与 κινῇ(主动及物,‘运动[宇宙]’)构成明确的主被动态对照。
- 1.109ἔνθεν χειμών τε καὶ θέρος τῇ ἐπὶ τὰ βόρεια καὶ νότια τοῦ ἡλίου μεταβάσει
副词 ἔνθεν(‘由此’)引出结果,与格短语 τῇ ... μεταβάσει 表示原因或方式(‘因……的转移’)。修饰语 τῇ ἐπὶ τὰ βόρεια καὶ νότια 与属格 τοῦ ἡλίου 构成分离修饰(hyperbaton),共同修饰 μεταβάσει,表示‘由于太阳向北与向南的转移’。
- 1.109ἡγεῖται δὲ ὡς τὸ δραστήριον μᾶλλον ἔχοντα
单数动词 ἡγεῖται 的主语为前句的中性复数主语 τὰ δεξιά(‘右侧’),符合中性复数主语搭配单数动词的常规文法规则。分词短语 ὡς τὸ δραστήριον μᾶλλον ἔχοντα 由表原因的 ὡς 引导,与中性复数的 τὰ δεξιά 保持性数一致。
