- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:115.20-117.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将《蒂迈欧篇》中的灵魂运动论与德谟克利特的学说并列并予以驳斥,斐洛波诺斯概述了《蒂迈欧篇》宇宙灵魂创生的要旨,并辩护说亚里士多德的反驳旨在破除字面表象以防人们停留于神话与谜语的表面,随后引证了毕达哥拉斯学派的象征教学法及其戒律。
" Τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Τίμαιος φυσιολογεῖ τὴν ψυχὴν κινεῖν τὸ σῶμα." Εἰπὼν ὅτι ἔνιοι δέ φασι κινεῖν τὸ σῶμα τὴν ψυχήν, ὡς αὐτὴ κινεῖται, εἶτα παραθέμενος τὴν Δημοκρίτου δόξαν καὶ συντόμως ἐλέγξας ὡς παρὰ τὰ ἐναργῆ οὖσαν καὶ τὰ φαινόμενα, ἐφεξῆς τίθησι τὴν Πλάτωνος ἐν τῷ Τιμαίῳ δόξαν ὁμοίαν οὖσαν, ὅτι ἣν ἡ ψυχὴ ἡ τοῦ παντὸς κινεῖται κίνησιν, ταύτην καὶ τὸ σῶμα τοῦ κόσμου ἐν ᾧ ἐνέχεται κινεῖ. διὰ τοῦτο οὖν ὡς κοινωνοῦσαν ταύτην τὴν δόξαν τῇ τοῦ Δημοκρίτου εὐθὺς μετ’ ἐκείνην ἔταξεν. ᾗ γὰρ ἀμφότεροι τῇ τῆς ψυχῆς κινήσει συγκινεῖσθαι τὸ σῶμα λέγουσι, κοινωνοῦσι· διαφέρουσι δέ, καθὸ ὁ μὲν Δημόκριτος ὡς ἐν ἀγγείῳ τὴν ψυχὴν ἀποκλείει, ὁ μέντοι Τίμαιος συμπεπλέχθαι αὐτὴν λέγει τῷ σώματι ὡς ἐπὶ σειρᾶς.1 ἄξιον δὲ αὐτὴν πρῶτον τὴν τοῦ Τιμαίου δόξαν περὶ ψυχῆς ἐκθέσθαι. λέγει οὖν ἐκεῖνος ἐν τῇ ψυχογονίᾳ ὅτι λαβὼν ὁ θεὸς οὐσίαν καὶ ταυτότητα καὶ ἑτερότητα, ἅπερ ἐστὶ τῶν ὄντων πάντων στοιχεῖα, οὐσίαν δὲ οὐ τὴν τυχοῦσαν, ἀλλὰ μέσην τῆς τε ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, ταύτην οὖν τὴν οὐσίαν καὶ ταυτότητα καὶ ἑτερότητα κεράσας, φησίν, ἐξέτεινε καὶ ἐποίησεν εὐθεῖαν, εἶτα τὴν εὐθεῖαν ταύτην κατέτεμεν εἰς ἁρμονικοὺς ἀριθμούς, λέγω δὴ εἰς μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα καὶ τὸν ἐννέα καὶ η̅ καὶ κζ̅ ἀριθμόν· ταύτην δέ, φησί, τὴν εὐθεῖαν ἔσχισεν εἰς δύο εὐθείας, εἶτα συνάψας τὰς δύο ταύτας εὐθείας χιοειδῶς ἀλλήλαις, ἀνέκλασε καὶ ἐποίησε δύο κύκλους, τὸν μὲν μείζονα τὸν δὲ ἐλάττονα, τὸν μὲν ἔξωθεν τὸν δ’ ἔσωθεν, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα· καὶ ἐκίνησε τὸν μὲν ἔξω κύκλον ἐπὶ δεξιά, τὸν δὲ ἔσω ἐπ’ ἀριστερά, καὶ ἐπωνόμασε τὸν μὲν ἔξω κύκλον ταὐτοῦ, τὸν δὲ ἔσω θατέρου· καὶ τὸν μὲν ἔξω κύκλον ἕνα εἴασε καὶ ἄσχιστον, τὸν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἐποίησεν ἑπτὰ κύκλους ἀνίσους διπλασίονι καὶ τριπλασίονι λόγῳ ὑπερέχοντας ἀλλήλων· καὶ τοὺς μὲν τρεῖς ἴσους τῷ τάχει τῆς κινήσεως ἐποίησε, τοὺς δὲ λοιποὺς τέτταρας ἀνίσους τῇ κινήσει καὶ ἀλλήλοις καὶ τοῖς τρισί· καὶ τοῦτο, φησίν, ἐστὶν ἡ ψυχὴ τοῦ παντός. εἶτα, φησί, μετὰ τοῦτο τὸ σωματοειδὲς πᾶν τοῦ κόσμου ἐντὸς ἐναπέκλεισε, καὶ συναρμόσας τὴν ψυχὴν ἐκ τοῦ μέσου διέπλεξε μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ κύκλῳ αὐτὸν ἔξωθεν πάντα περιεκάλυψεν. ἃ μὲν οὖν φησιν ὁ Τίμαιος, ταῦτά ἐστι, καὶ τούτοις ἀντιλέγειν ἐπιχειρεῖ ὁ Ἀριστοτέλης ταὐτὸν ποιῶν ὡς εἴ τις καὶ τοῖς ποιητικοῖς μύθοις ἀντιλέγει2 ὡς οὐ συνᾴδουσι τῇ φύσει τῶν πραγμάτων. ὡς γὰρ ὁ Πλάτων φησί, τοῖς κατὰ τὸ φαινόμενον ἐκλαμβάνουσι τοὺς ποιητικοὺς μύθους οὐδὲν ἂν φανείη καταγελαστότερον, ὥσπερ οὐδὲ τοῖς τὴν κεκρυμμένην ἐν αὐτοῖς διάνοιαν ζητοῦσιν οὐδὲν ἐνθουσιαστικώτερον. πλὴν ὡς εἴωθεν ἀεὶ ὁ Ἀριστοτέλης κἀνταῦθα τὸ φαινόμενον ἐλέγχει, ἵνα μή τις τὰ δηλούμενα διὰ τῶν αἰνιγμάτων τούτων συνιδεῖν μὴ δυνάμενος μένῃ μέχρι τοῦ φαινομένου. ὅτι γὰρ διὰ συμβόλων ἐδίδασκον οἱ Πυθαγόρειοι, πρόδηλον καὶ πολλάκις εἰρήκαμεν· ὅθεν καὶ τὰ ἠθικὰ αὐτῶν παραγγέλματα τοιαῦτα· ‘ἐπὶ μέτρου μὴ κάθου’, ‘ἐν ὁδῷ μὴ σχίζε ξύλα’, ‘πῦρ μαχαίρῃ μὴ σκάλευε’, ‘ζυγὸν μὴ ὑπέρβαινε’, ‘εἰς ἱερὸν ἀνυποστρεπτὶ βάδιζε’, ὅπερ σημαίνει αὐτοῖς τὸ τοὺς ἀναγομένους μὴ δεῖν ἐπὶ τὰ τῇδε ἐπιστρέφεσθαι· τὸ δὲ ζυγὸν μὴ ὑπέρβαινε μὴ τὸ ἴσον ὑπερβαίνειν, τὸ δὲ πῦρ μαχαίρῃ μὴ σκάλευε, ἀντὶ τοῦ τὸν ὀργίλον λόγῳ μὴ ἐρέθιζε, τὸ δ’ ἐν ὁδῷ μὴ σχίζε ξύλα ἀντὶ τοῦ ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ τὴν χωριστὴν ζωὴν ἐπιτηδεύων, μὴ διάλυε τὸν φυσικὸν δεσμὸν τῆς ψυχῆς καὶ τοῦ σώματος φθείρας τὸ ζῷον· τὸ δὲ ἐπὶ μέτρου μὴ κάθου ἀντὶ τοῦ μὴ σκέπε καὶ περικάλυπτε προνοίᾳ τὸ δίκαιον. τοῦτο δὲ ἐποίουν οὐ νομίζοντες δεῖν προφανῆ ποιεῖν καὶ τοῖς ἀναξίοις τὴν ἑαυτῶν σοφίαν· ὅθεν καὶ τοῖς μαθηταῖς ἐπέταττον ἐπὶ πέντε ἔτη σιγᾶν καὶ κοσμεῖν πρῶτον τὰ ἑαυτῶν ἤθη, καὶ οὐ πρότερον μετεδίδοσαν αὐτοῖς δόγματος, πρὶν ἂν διὰ τῆς πενταετίας τὰ ἤθη κατορθώσαντες ἀξίους ἑαυτοὺς ἔδειξαν.3
“同样,蒂迈欧也以自然学的方式论述灵魂推动身体。” [亚里士多德]在指出有些人主张灵魂以自身被推动的方式推动身体之后,随即引述了德谟克利特的观点,并简要地驳斥其违背昭然的事实和现象,接着提出了柏拉图在《蒂迈欧篇》中的类似观点:即宇宙的灵魂所作的运动,它也以此运动推动它被包含于其中的宇宙身体。因此,由于这一观点与德谟克利特的观点具有共同之处,他便紧接着将其置于其后。因为就两者都主张身体因灵魂的运动而连带运动而言,他们是相通的;但区别在于,德谟克利特把灵魂如同封闭在器皿中一样加以禁闭,而蒂迈欧则说它如同绳索般与身体交织在一起。不过,首先阐明蒂迈欧关于灵魂的观点本身是恰当的。于是他在“灵魂创生”中说道:神取了实体、同一性与差异性——这些是一切存在者的元素——而且取的分明不是任意的实体,而是介于不可分且始终处于相同与如是状态的实体,与关于身体的可分实体之间的中介实体;他说,神将这实体、同一性与差异性调和之后,将其拉长并制成一条直线,随后将这条直线切分成诸调和比例数,我指的是切分为一、二、三、四以及九、八、二十七这些数;他说,他又将这条直线剖分为两条直线,接着将这两条直线彼此呈Χ形接合,折弯并制成两个圆圈,一者较大,另一者较小,一者在外部,另一者在内部,彼此在两点上相接;他使外圈向右运动,内圈向左运动,并把外圈命名为“同”〔之圈〕,把内圈命名为“异”〔之圈〕;外圈他保留为一个且不予剖分,但内圈他剖分了六处,制成了彼此以两倍和三倍比例递增的七个不等的圆圈;其中三个他在运动速度上设为相等,其余四个在运动上则彼此不同,且与那三个亦不同;他说,这就是宇宙的灵魂。接着他说,在此之后他把宇宙的一切物体性成分封闭在内,并将灵魂调和后从中心贯穿编织直到最边缘的天穹,并从外部沿圆周将天体整体包裹起来。蒂迈欧所说的便是这些,而亚里士多德试图对此进行反驳,这就像有人反驳诗歌神话不符合事物的本性一样,做着同样的事情。因为正如柏拉图所说,对于依照字面表象理解诗歌神话的人而言,没有什么显得比这更可笑了;正如对于探求隐藏在其中的思想的人而言,没有什么显得比这更令人心潮澎湃了。然而,正如亚里士多德一贯习惯的那样,在这里他也驳斥字面表象,以免那些无法参透通过这些谜语所昭示之理的人停留于字面表象。因为毕达哥拉斯学派通过象征进行教学是显而易见的,我们已多次谈及;因此他们的伦理告诫也是这般的:“勿坐于量器之上”、“勿在道路上劈柴”、“勿以刀拨火”、“勿跨越天平”、“往神殿去勿回头”;这最后一条对他们而言意味着,那些被引向崇高者不可回头顾念尘世之事;“勿跨越天平”意味着不可逾越均等;“勿以刀拨火”则是不要用言辞激怒愤怒之人;“勿在道路上劈柴”则是指在美德的道路上践行超脱的生命时,不可通过毁灭动物而拆散灵魂与身体的自然联结;“勿坐于量器之上”则是指不可用预虑掩盖和遮蔽正义。他们这样做,是因为认为不应当将自己的智慧甚至向不配之人公开;因此他们也命令弟子们保持沉默五年,首先修整自己的德性品格,在他们通过这五年端正品格并表明自己配得上之前,绝不传授他们学说。
- 1.109ὡς ἐπὶ σειρᾶς
此介词短语与前文的“如同在器皿中一样(ὡς ἐν ἀγγείῳ)”形成对比。ἐπί 搭配属格 σειρᾶς 表示一种空间上的连续排列状态,描述灵魂并非单纯容纳于身体之内,而是“如同在绳索上一般”与整个身体紧密交织在一起。
- 1.109ταὐτὸν ποιῶν ὡς εἴ τις καὶ τοῖς ποιητικοῖς μύθοις ἀντιλέγει
在此比较结构中,ταὐτὸν ποιῶν 之后省略了与格或介词短语(如 τούτῳ),直接连接比较从句 ὡς εἴ τις...(“犹如有人……一般”)。陈述语气现在时 ἀντιλέγει 将这种假设性的比喻生动地作为现实对比提出。
- 1.109πρὶν ἂν διὰ τῆς πενταετίας τὰ ἤθη κατορθώσαντες ἀξίους ἑαυτοὺς ἔδειξαν
连接词 πρὶν ἄν 与直陈语气不定过去时 ἔδειξαν 结合的句式。在古典阿提卡散文中,πρὶν ἄν 之后通常接虚拟语气,但在后古典希腊语中,直陈语气过去时有时用于表示过去已确定完成的条件。
