- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:114.5-115.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞驳斥了灵魂依附带属性推动自身的观点,引证《斐德罗篇》说明对方确实把自运作为灵魂的实体定义,进而指出德谟克利特派等机械论运动说(类比于水银驱动的木偶)无法解释动物的静止,并确立灵魂乃是通过抉择与理知来推动动物。
εἰ δὲ κατά τι τούτων κινεῖ ἑαυτήν, μάλιστα μὲν τοῦτο ἀδύνατον τοῖς ἀσώματον αὐτὴν λέγουσιν, ἔπειτα οὐκ ἂν εἴη αὐτοκίνητος. οὐ γάρ ἐστι ποσὸν ἢ ποιὸν ἡ ψυχή· ὥστε κινεῖ μὲν ἡ ψυχή, κινεῖται δὲ τὸ ποσὸν αὐτῆς ἢ τὸ ποιόν. ὥσπερ γὰρ ἡ φύσις κινοῦσα κατὰ τὸ ποσὸν τὰ σώματα οὔτε αὐτὴ κινεῖται (οὐ γάρ ἐστι ποσόν) οὔτε τὸ σῶμα ᾗ σῶμα κινεῖ, ἀλλὰ μόνον τὸ ποσὸν τοῦ σώματος ἐκίνησε (μένει γὰρ καὶ τῆς φύσεως καὶ τοῦ σώματος ὁ αὐτὸς λόγος, οὐκέτι μέντοι καὶ τοῦ ποσοῦ) οὕτως ἄρα εἰ καὶ ἡ ψυχὴ κατά τι τούτων κινεῖται, οὐκ αὐτὴ ἑαυτὴν κινεῖ, ἀλλ’ ἔστιν ἐν αὐτῇ τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον· οὐκ ἄρα αὐτοκίνητος. εἰ δὲ καθ’ ὅ ἐστι ψυχὴ κατὰ τοῦτο ἔχει τὸ κινεῖσθαι, ὡς τὸ αὐτὸ εἶναι κινοῦν τε καὶ κινούμενον, ἔκστασις δέ ἐστι πᾶσα κίνησις τούτου καθ’ ὃ κινεῖται, ἐξίστασθαι ἄρα ἑαυτῆς ἀνάγκη τὴν ψυχὴν κινουμένην καὶ φθείρεσθαι. ὅτι δὲ τὸ αὐτοκίνητον αὐτῆς τῆς οὐσίας αὐτῆς κατηγοροῦσιν, ὡς κατ’ αὐτὸ τοῦτο κινουμένης τῆς ψυχῆς, καθ’ ὃ οὐσία ἐστίν, ἐναργῶς Πλάτων ἐν τῷ Φαίδρῳ δηλοῖ· εἰπὼν γὰρ ὅτι ψυχὴ πᾶσα ἀθάνατος (τὸ γὰρ αὐτοκίνητον ἀθάνατον) ἐπιφέρει μετ’ ὀλίγα “ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐκ αἰσχυνεῖται”·1 ὥστε ἐναργῶς καὶ οὐσίαν καὶ ὁρισμὸν ψυχῆς εἶναί φησι τὸ αὐτοκίνητον. καλῶς ἄρα κατεσκεύασεν ὁ Ἀριστοτέλης ὅτι εἰ κινεῖται κατ’ οὐσίαν, ἐκστήσεται ἑαυτῆς καὶ φθαρήσεται. εἴπομεν δὲ πολλάκις ὅτι πᾶσαν ἐνέργειαν κίνησιν ὁ Πλάτων καλῶν οὕτως αὐτοκίνητον τὴν ψυχὴν εἶναί φησιν οἷον αὐτενέργητον, ὅπερ τῶν φυσικῶν ἐν οὐδενὶ ὁρῶμεν· ἡ μὲν γὰρ φύσις ἢ ἡ δύναμις κινεῖ, κινεῖται δὲ τὰ ταύταις ὑποκείμενα. ἔνιοι δέ φασι καὶ κινεῖν τὸ σῶμα ἐν ᾧ ἐστιν, ὡς αὐτὴ κινεῖται. ἐπειδὴ τοῖς λέγουσι τῷ κινεῖσθαι τὴν ψυχὴν κινεῖν τὸ σῶμα ὤσει καὶ μοχλείᾳ τινὶ ἔδειξεν ἀνωτέρω ἄτοπον ἑπόμενον, ὅτι τούτου δοθέντος δύναιτο ἂν ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζῴων, ἵνα μή τις αὐτὸν ὑπολάβοι κατηγορεῖν αὐτῶν ὡς ὤσει τινὶ λεγόντων κινεῖν τὴν ψυχὴν τὸ σῶμα, μὴ τοῦτο ἐκείνων λεγόντων, παρατίθεται αὐτῶν τὰς δόξας,2 ὅτι καὶ οἱ τὰς ἀτόμους λέγοντες οὕτως ἔλεγον οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον καὶ Ἐπίκουρον, ἔτι δὲ καὶ Πλάτων, ὡς ἐφεξῆς λέξει. ἔλεγον γάρ, φησί, τὰς σφαιρικὰς ἀτόμους εὐκινήτους οὔσας συγκινεῖν ἑαυταῖς τὸ σῶμα, τὸ αὐτό, φησί, λέγοντες τῷ κωμικῷ Φιλίππῳ, ὃς ἔλεγε τὸν Δαίδαλον ποιῆσαι ξυλίνην Ἀφροδίτην κινουμένην· κοιλώματα γάρ τινα ποιήσας ἐν τῷ ξοάνῳ ὁ Δαίδαλος ἐνέχεεν ὑδράργυρον, ἵνα κινούμενος ὁ ὑδράργυρος (εὐκίνητος γὰρ καὶ συνεχῶς μετακυλιόμενος καὶ τῇ ἑαυτοῦ ὤσει κινῶν τὸ ξόανον) φαίνεσθαι ποιῇ ἐξ αὑτοῦ κινούμενον τὸ τῆς Ἀφροδίτης ξόανον. πάνυ δὲ συντόμως καὶ προσφυῶς πρὸς τοὺς περὶ Δημόκριτον ἀπαντᾷ λέγων·
但如果它依这些[附带属性]之一来推动自身,首先这对主张它是非肉体的人而言是不可能的,其次它也就不是自运的了。因为灵魂既不是数量也不是性质;以至于推动的是灵魂,而被推动的则是它的数量或它的性质。因为正如自然依数量推动物体时,既非自身被推动(因为自然不是数量),亦非推动作为物体的物体,而仅仅推动了物体的数量(因为自然和物体的定义都保持不变,而数量的定义却不再保持不变),同样,如果灵魂也依这些属性之一而被推动,它就不是推动自身,而是在它之中有推动者和被推动者;因此它并不是自运的。但如果它在作为灵魂这方面具有被推动这一属性,以至于同一者既是推动者又是被推动者,并且既然一切运动都是从被推动者赖以运动的那方面离开,那么运动着的灵魂必然离开自身并趋于消亡。而他们把自运归属于其实体本身,认为灵魂恰恰在其作为实体这方面运动,柏拉图在《斐德罗篇》中清楚地表明了这一点;因为他在说过“一切灵魂皆不朽(因为自运者不朽)”之后,不久又接着说:“既然由自身推动者已被证明是不朽的,那么任何人说这正是灵魂的实体和定义,都不会感到羞愧”;因此他清楚地表明自运既是灵魂的实体也是其定义。因此,亚里士多德极好地证明了:如果[灵魂]依实体而运动,它就会离开自身并趋于消亡。但我们曾多次说过,柏拉图称一切活动为运动,正是以此种方式说灵魂是自运的,即具有自身活动性,而这在任何自然物中都是见不到的;因为自然或潜能实施推动,而被推动的则是作为它们底层的东西[即物体]。“有些人还说,它甚至以自身被推动的方式推动它存在于其中的身体”。由于他在上面已经向那些主张灵魂通过被推动而以某种推挤或杠杆作用推动身体的人指出了伴随而来的荒谬——即若承认这一点,死去的动物便能复活——为了不让人以为他是在指责他们主张灵魂通过某种推挤推动身体(而他们实际上并没有这样说),他引述了他们的观点,指出主张原子的人也是这样说的,即德谟克利特、留基伯和伊壁鸠鲁一派,而且柏拉图也是如此,正如他接下来要说的那样。他说,因为他们主张球形原子由于易于运动而连带推动身体,他说,这与喜剧诗人菲利普斯所说的一样,后者曾说代达罗斯制作了一个会动的木制阿佛洛狄忒雕像;因为代达罗斯在雕像内部造了一些空腔并注入水银,以便水银通过运动(因为水银易于运动且不断翻滚,并通过自身的推挤推动雕像),使阿佛洛狄忒的雕像显现为由自身运动。而他极为简要且贴切地回应德谟克利特一派说:
"Ἡμεῖς δ’ ἐρωτήσομεν, εἰ καὶ ἠρέμησιν ποιεῖ τοῦτ’ αὐτό." Πάνυ προσεκτικώτατα· ἐπεὶ γὰρ φαίνεται τὰ ζῷα μὴ μόνον κινούμενα, ἀλλὰ καὶ ἠρεμοῦντα, τί, φησί, τῆς ἠρεμήσεως αἴτιον; οὐ γὰρ δὴ κἂν ἐπινοῆσαι δυνατὸν ἐκ τῆς αὐτῶν ὑποθέσεώς τι τῆς ἠρεμίας αἴτιον. εἰ γὰρ καὶ κινεῖ καὶ εἰς ἠρεμίαν ἄγει τὸ ζῷον ἡ ψυχή, ὡς ἡ ἐνάργεια δηλοῖ, τῷ δὲ κινεῖσθαι τὰς σφαιρικὰς ἀτόμους κινεῖται τὸ ζῷον, ἀεικίνητοι δ’ αὗται κατ’ αὐτόν, τί ἂν εἴη τῆς ἠρεμίας αἴτιον;
“然而我们将询问,这同一个事物是否也产生静止。” 极其敏锐;因为既然动物显现为不仅处于运动中,而且处于静止中,那么他说,静止的原因是什么?因为从他们的假说中甚至根本无法设想静止的任何原因。因为如果正如昭然的事实所表明的那样,灵魂既推动动物又引它进入静止,而动物又因球形原子的运动而被推动,并且在他看来这些原子是永恒运动的,那么静止的原因会是什么呢?
"Ὅλως δὲ οὐχ οὕτως φαίνεται κινεῖν ἡ ψυχὴ τὸ ζῷον, ἀλλὰ διὰ προαιρέσεώς τινος καὶ νοήσεως." Καρτερώτατος ἔλεγχος· παρὰ γὰρ τὴν ἐνάργειαν αὐτὴν τῶν πραγμάτων τὰ παρ’ αὐτῶν λεγόμενα. οὐ γὰρ ὁρῶμεν ὅτι βίᾳ τινὶ καὶ ὤσει κινεῖ ἡ ψυχὴ τὰ σώματα, ἀλλὰ μόνῳ τῷ θέλειν. ἅμα γὰρ τῷ θελῆσαι καὶ κινεῖ καὶ ἠρεμεῖν ποιεῖ τὰ ζῷα.
“总的来说,灵魂并不显现为以这种方式推动动物,而是通过某种抉择与思想。” 最有力的反驳;因为他们所说的完全违背了事情昭然的事实本身。因为我们并没有看到灵魂是通过某种强力或推挤来推动身体,而仅仅是通过意愿。因为在它意愿的同时,它既推动动物,也使它们静止。
- 1.106ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐκ αἰσχυνεῖται
引自柏拉图《斐德罗篇》245e。句首的 ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου 为属格绝对结构(“由自身推动者既然已被证明是不朽的”)。主句主语是不定代词 τις,限定动词为 οὐκ αἰσχυνεῖται;分词 λέγων 修饰主语(“任何人若说……”)。τοῦτον αὐτόν 与 οὐσίαν τε καὶ λόγον ψυχῆς 构成双重宾格(“断言此即是灵魂的实体与定义”)。
- 1.106ἵνα μή τις αὐτὸν ὑπολάβοι κατηγορεῖν αὐτῶν ὡς ὤσει τινὶ λεγόντων κινεῖν τὴν ψυχὴν τὸ σῶμα, μὴ τοῦτο ἐκείνων λεγόντων, παρατίθεται αὐτῶν τὰς δόξας
主句的主动词为 παρατίθεται(主语为亚里士多德)。在 ἵνα 引导的目的从句中,κατηγορεῖν αὐτῶν 作 ὑπολάβοι 的宾语;其后的分词短语 ὡς ... λεγόντων 由 ὡς 引导属格分词,表示指责的内容(“以为他们主张……”)。紧随其后的 μὴ τοῦτο ἐκείνων λεγόντων 为属格绝对结构,表示让步或与事实相反的条件(“尽管他们并没有这样说”)。
