← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§113.1-114.5

灵魂自运导致其脱离实体的论证

阐释亚里士多德《论灵魂》第1卷第3章(406b11)针对自运灵魂的反驳:由于一切运动都是被运动者在运动方面的离开,而非肉体的灵魂不能具有位置、数量或性质变化,其运动只能是实体的变化,从而导致灵魂离开其实体而消亡;同时分析了“除非是附带地”的两种可能解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.106#1

" Ἀλλὰ μὴν καὶ εἰ κινήσει γε αὐτὴ ἑαυτήν, καὶ αὐτὴ κινοῖτ’ ἄν· ὥστε ἐπεὶ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καὶ ἡ ψυχὴ ἐξίσταιτο ἂν ἐκ τῆς οὐσίας, εἰ μὴ κατὰ συμβεβηκὸς κινεῖται, ἀλλ’ ἔστιν ἡ κίνησις τῆς οὐσίας αὐτῆς." Εἴπομεν ἤδη ὅτι πρὸς τὸ αὐτοκίνητον ἐνίσταται διὰ τούτων· καὶ τοῦτο οὖν τὸ ἐπιχείρημα πρὸς τὸ αὐτό. ὃ δὲ λέγει, τοῦτό ἐστιν. εἰ αὐτοκίνητός ἐστιν ἡ ψυχή, ὡς αὐτὴν εἶναι τὴν κινοῦσαν, αὐτὴν τὴν κινουμένην, καὶ μὴ κατ’ ἄλλο μὲν κινεῖν κατ’ ἄλλο δὲ κινεῖσθαι, κινεῖ δὲ ὡς ψυχή, καὶ ὡς ψυχὴ ἄρα κινηθήσεται. πᾶν δὲ τὸ κινούμενον ἐξίσταται τούτου, καθ’ ὃ κινεῖται· καὶ ἡ ψυχὴ ἄρα, καθὸ ψυχή ἐστι κινουμένη, ἐξίσταται τοῦ ψυχὴ εἶναι. τὸ γὰρ κινούμενον κατὰ τόπον ἐξίσταται ἐκ τοῦ τόπου ἀφ’ οὗ ἐκινήθη, ὁμοίως καὶ τὸ κατὰ τὸ ποσὸν κινούμενον καὶ τὸ κατὰ τὸ ποιόν· ἕκαστον γάρ, καθ’ ὃ κινεῖται, ἐξίσταται τούτου. καὶ ἡ ψυχὴ οὖν εἰ καθὸ ψυχή ἐστι καὶ κατ’ οὐσίαν κινεῖται, ἐκσταίη ἂν τῆς οὐσίας ἑαυτῆς καὶ φθαρείησεται·1 καὶ γὰρ ἀνάγκη πᾶσα κατὰ τοὺς λέγοντας ἀσώματον εἶναι τὴν ψυχὴν καὶ αὐτοκίνητον τὴν κίνησιν κατ’ οὐσίαν λαμβάνειν. τεσσάρων γὰρ οὐσῶν μεταβολῶν, ὡς πολλάκις εἴρηται, κατ’ οὐσίαν, κατὰ ποσόν, κατὰ ποιόν, κατὰ τόπον, εἰ μὲν κατὰ τόπον ἢ ποσὸν μεταβάλλοι ἡ ψυχή, πρόδηλον ὡς σῶμα ἔσται· σωμάτων γὰρ καὶ τὸ ποσὸν καὶ ὁ τόπος· οὐδὲν δὲ ἧττον καὶ ἡ κατὰ τὸ ποιὸν μεταβολὴ σωμάτων ἐστίν, ὡς ἤδη εἴπομεν, εἴ γε κατὰ τὰς παθητικὰς ποιότητας ἡ μεταβολή, αὗται δὲ αἰσθηταί, τὸ δὲ κατά τι αἰσθητὸν μεταβάλλον σῶμά ἐστιν. εἰ τοίνυν ἡ μεταβολὴ τῆς ψυχῆς ἤτοι ἡ κίνησις οὔτε κατὰ ποσὸν οὔτε κατὰ ποιὸν οὔτε κατὰ τόπον ἐστί, διότι ἀσώματος, λείπεται ἄρα κατ’ οὐσίαν εἶναι, ἄλλως τε καὶ ὅτι αὐτὸ οὐσίαν φασὶν αὐτῆς εἶναι τὸ αὐτοκίνητον. τὸ δὲ κατ’ οὐσίαν κινούμενον, ταὐτὸν δὲ εἰπεῖν μεταβάλλον, φθείρεται· φθαρήσεται ἄρα καὶ ἡ ψυχὴ ἐν τῷ κινεῖσθαι. καὶ ἄλλως ἀνάγκη τὴν μεταβολὴν καὶ κίνησιν τῆς ψυχῆς κατὰ αὐτὴν τὴν οὐσίαν λέγειν αὐτούς. εἰ γὰρ κινεῖ ἡ ψυχὴ κατὰ ποιότητα ἤ τι τῶν ἄλλων, ἡ δὲ οὐσία αὐτῆς οὔτε ἐν ποιότητι οὔτε ἐν ποσότητι οὔτε ἐν τόπῳ (πᾶν γὰρ τὸ ἐν τούτοις σῶμά ἐστι) οὐκ ἄρα ἑαυτὴν κινεῖ· νῦν δ’ αὐτοκίνητόν φασι. τὸ δὲ εἰ μὴ κατὰ συμβεβηκὸς κινεῖται, τουτέστιν εἰ μὴ τῷ ἄλλο κινεῖν,2 λέγω δὴ τὸ σῶμα ἐν ᾧ ἐστιν, αὐτὴ ἑαυτὴν λέγοιτο κινεῖν· τοῦτο γὰρ καὶ αὐτὸς τίθεται. εἰ οὖν μὴ οὕτως, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ αὐτῆς θεωρεῖται ἡ κίνησις, ἐκσταίη ἂν ἑαυτῆς. δυνατὸν δὲ τὸ εἰ μὴ κατὰ συμβεβηκὸς καὶ οὕτω νοεῖν ἀντὶ τοῦ 〈εἰ〉 μὴ κατά τι τῶν συμβεβηκότων3 αὐτῇ κινεῖ ἑαυτήν, οἷον κατὰ τόπον ἢ ποσὸν ἢ ποιόν.

“再者,如果它确实推动自身,它自身也就会被推动;从而,既然一切运动都是被推动者在其被推动方面的离开,那么灵魂如果不是附带地被推动,而是运动属于其实体本身,它也就会离开其实体。” 我们已经说过,他是通过这些论据反驳[灵魂是]自运者的;因此这个论证也是针对同一观点的。而他所说的意思是这样的:如果灵魂是自运的,以至于同一者是推动者,同一者是被推动者,而不是因一部分推动因另一部分被推动,并且它是作为灵魂而推动,那么它也将作为灵魂而被推动。但一切被推动者都会离开它赖以被推动的那方面;因此灵魂既然作为灵魂而被推动,也就会离开“作为灵魂”。因为依位置而运动者离开它从中运动出来的位置,依数量而运动者和依性质而运动者同样如此;因为每一事物都会离开它赖以被推动的那方面。因此,灵魂如果作为灵魂并且依实体而运动,它就会离开自身的实体并趋于消亡;因为对于那些主张灵魂是非肉体的且是自运者的人来说,完全必然把其运动理解为依实体的运动。因为正如多次所说的那样,变化有四种:依实体、依数量、依性质、依位置,如果灵魂依位置或依数量变化,显然它将是物体;因为数量和位置都属于物体;但依性质的变化也同样属于物体,正如我们已经说过的,只要这种变化是依于受动性性质,而这些性质是可感觉的,依某种可感觉之物变化者乃是物体。那么,如果灵魂的变化即运动既非依数量,又非依性质,亦非依位置(因为它是非肉体的),剩下的就只能是依实体的了,尤其是因为他们声称自运本身就是其实体。而依实体被推动者,换句话说即依实体变化者,会趋于消亡;因此灵魂在被推动时也将消亡。而且在另一种意义上,他们也必然说灵魂的变化和运动是依其实体本身的。因为如果灵魂依性质或依其他范畴之一而推动,而其实体既不在性质中,也不在数量中,亦不在位置中(因为在这些范畴中的一切都是物体),那么它就不是在推动自身;但如今他们却说它是自运的。至于“如果它不是附带地被推动”,意思是:如果它不是由于推动他物,即我所谓的它存在于其中的身体,而被说成推动自身;因为他自己也承认这一点。那么,如果不是这样,而是运动在其本身的实体中被考察,它就会离开自身。也可以这样理解“如果它不是附带地”这一表述,将其理解为:〈如果〉它不是依属于它的某种附带属性,例如依位置、数量或性质来推动自身。

语法注3 条
  1. 1.106ἐκσταίη ἂν τῆς οὐσίας ἑαυτῆς καὶ φθαρείησεται

    带有 ἄν 的潜能祈愿式 ἐκσταίη 与直陈式将来时(或祈愿式 φθαρείη 混杂了将来时词尾的讹变形式)φθαρείησεται 并列作主句谓语。两者共同构成条件句的主句结果,表达逻辑上的必然推论(即离开其实体并消亡)。

  2. 1.106τῷ ἄλλο κινεῖν

    带冠词不定式的与格,表示手段或方式,带宾格 ἄλλο 作其直接宾语。下文紧接同位语说明 λέγω δὴ τὸ σῶμα...(“即我所谓的……身体”),表明其意为“通过推动他物”。

  3. 1.106ἀντὶ τοῦ 〈εἰ〉 μὴ κατά τι τῶν συμβεβηκότων

    介词 ἀντί 支配带冠词属格 τοῦ,意为“代替/意指”。文本编订者添加的角括号 〈εἰ〉 补充了假定连词,使其成为对引文条件从句(εἰ μὴ κατὰ συμβεβηκός)的解释性释义(“如果不是依属于它的偶性之一……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:113.1-114.5