- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:112.9-112.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐洛庞诺斯确立了关于动力因和目的因的四种规定(依自身、因他物、因自身、为了别的物)之间非对称的蕴涵关系,解释了附带情形(如地基的抽去与医术的治愈),并总结指出如果灵魂被感觉对象推动,就绝不能是依自身运动的(即自运的),正如亚里士多德所论证的那样。
καθ’ αὑτὸ γὰρ τῇ ψυχῇ τὸ ὁρᾶν, οὐ μὴν δι’ αὑτό, ἀλλὰ διὰ τὴν ἀρετὴν ἢ τὸ σώζεσθαι. ὁμοίως εἴ τι μὲν δι’ ἄλλο, τοῦτο πάντως καὶ ἑτέρου ἕνεκεν, οὐκ εἴ τι δ’ ἑτέρου ἕνεκεν, πάντως δι’ ἄλλο. δι’ ἄλλο γὰρ ὁ πλοῦτος τὴν ἐμπορίαν ἤ τι τοιοῦτο· διὰ τοῦτο καὶ ἑτέρου ἕνεκεν τῆς ἀρετῆς. τὸ μέντοι ὁρᾶν ἢ τὸ ὑγιαίνειν ἑτέρου μὲν ἕνεκεν, οὐκέτι δὲ καὶ δι’ ἄλλο, ἀλλὰ καθ’ αὑτό. ἀντικειμένων οὖν τοῦ μὲν καθ’ αὑτὸ τῷ δι’ ἄλλο, τῷ δὲ δι’ αὑτὸ τοῦ ἑτέρου ἕνεκεν,1 ἐνδέχεται τὸ καθ’ αὑτὸ δι’ ἄλλο εἶναι κατὰ συμβεβηκός. τῷ γὰρ λίθῳ καθ’ αὑτὸ τὸ κάτω φέρεσθαι, καὶ ἐνεχθείη ἂν κατὰ συμβεβηκὸς δι’ ἄλλο κάτω· ὑποσπασθέντος γὰρ θεμελίου φέρεται κάτω τὰ ὑπ’ αὐτοῦ ἀνεχόμενα δι’ ἄλλο τὸν ὑποσπάσαντα.2 ἀλλὰ κατὰ συμβεβηκὸς δι’ ἄλλο ἠνέχθη· ἐκείνου γὰρ ὑποσπάσαντος τοῦτο χώραν εὑρὸν ἠνέχθη κατὰ φύσιν, λέγοιτο δ’ ἂν κατὰ συμβεβηκὸς δι’ ἄλλο ἐνεχθῆναι τὸν ὑποσπάσαντα. ὁμοίως καὶ τὸ ὑγιαίνειν καθ’ αὑτὸ ὑπάρχει τοῖς σώμασιν, ἀλλὰ γένοιτ’ ἂν κατὰ συμβεβηκὸς δι’ ἄλλο τὸν ἰατρὸν τὸν κενώσαντα τὸ λυποῦν ἢ ἁπλῶς τὸ λυμαινόμενον ὑφελόμενον. ἐκεῖνος μὲν γὰρ τὰ βλάπτοντα κωλύει, ἡ δὲ φύσις τοῦ ὀχλοῦντος ἀπαλλαγεῖσα τὴν κατὰ φύσιν ὑγείαν ἐργάζεται· “φύσιες γὰρ νούσων ἰητροί”. [ὡς γὰρ τῷ σώματι τὸ ὑγιαίνειν δι’ αὑτὸ αἱρετόν, κἂν μηδὲν ἄλλο προσγένηται ἐκ τῆς ὑγείας.] καὶ τὸ δι’ αὐτὸ δ’ ὅπερ εἶπον γένοιτ’ ἂν κατὰ συμβεβηκὸς ἑτέρου ἕνεκεν. ἡ γὰρ ἀρετὴ δι’ αὑτὸ αἱρετὸν οὖσα γένοιτ’ ἂν κατὰ συμβεβηκὸς τῆς εὐκλείας ἕνεκεν· ἕπεται γὰρ αὐτῇ ἡ εὔκλεια, καὶ εἴποι ἄν τις διὰ τὴν εὔκλειαν τὴν ἀρετὴν εἶναι, ἀλλ’ οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. ὁμοίως καὶ τὴν ὑγίειαν δι’ αὑτὴν οὖσαν τῷ σώματι αἱρετὸν εἴποι τις ἂν ἑτέρου ἕνεκεν κατὰ συμβεβηκὸς εἶναι, τοῦ πράττειν τάδε ἢ τάδε. οὐδὲ γὰρ διὰ τοῦτο αἱρετὸν τὸ ὑγιαίνειν, ἐπειδὴ πρακτικὸν ποιεῖ τὸ σῶμα, ἀλλ’ ἕπεται τοῦτο τῷ ὑγιαίνοντι· κατὰ συμβεβηκὸς οὖν ἑτέρου ἕνεκεν τοῦ πράττειν τι ἡ ὑγεία. τούτων οὖν οὕτως ἐχόντων καὶ ἡ ψυχὴ ἄρα εἰ καθ’ αὑτὸ κινεῖται, οὐκ ἄν ποτε κινηθείη δι’ ἄλλο, εἰ μὴ κατὰ συμβεβηκός· εἰ δὲ δι’ ἄλλο κινεῖται, διὰ τὰ αἰσθητά φημι, οὐκ ἂν εἴη αὐτῇ ἡ κίνησις καθ’ αὑτό, ὅπερ βούλονται οἱ αὐτοκίνητον αὐτὴν ὑποτιθέμενοι.
因为视觉依自身属于灵魂,但并非因自身,而是为了德性或自我保全。同样,如果某物是因他物的,这必然在每种情况下也是为了别的物;但并非如果某物是为了别的物,就必然在每种情况下都是因他物的。因为财富是因他物的,即因商业或诸如此类的东西;因此之故它也是为了别的物,即为了德性。然而视觉或处于健康状态,虽然是为了别的物,却不再也是因他物的,而是依自身的。因此,尽管“依自身”与“因他物”相对立,“因自身”与“为了别的物”相对立,依自身者却可能附带地因他物而存在。因为向下运动依自身属于石头,但它也可能附带地因他物而向下运动;因为在地基被抽去时,被它支撑的物体便因他物,即因抽去地基的人而向下运动。但它是附带地因他物运动的;因为在那人抽去地基后,这块石头找到了空间,便依自然本性向下运动,但它可以被说成是附带地因他物,即因抽去地基的人而运动的。同样,处于健康状态也依自身属于身体,但它也可能附带地因他物而产生,即因排除了引起痛苦之物或干脆清除了造成损害之物的医生而产生。因为那个医生阻止了有害之物,而自然本性在摆脱了困扰之物后,便造就了合乎自然的健康;因为“自然本性即是疾病的医者”。[因为正如对身体而言处于健康状态是因自身值得选择的,即使没有别的任何东西从健康中额外产生。]而且正如我所说,因自身者也可能附带地为了别的物。因为德性虽是因自身值得选择的,却可能附带地为了美名而产生;因为美名伴随着它,有人可能会说德性是为了美名而存在,但这并非依自身,而是附带地的。同样,关于对身体而言因自身值得选择的健康,有人可能会说它是附带地为了别的物,即为了做这些或那些事情。因为处于健康状态并非因其使身体具有行动能力而是值得选择的,相反,这是伴随着健康之人的;因此健康附带地是为了别的物,即为了做某事。那么,既然这些情况如此,灵魂如果也是依自身运动的,就绝不可能因他物而被推动,除非是附带地;但如果它是因他物,我指的是因感觉对象而被推动,那么运动就不是依自身属于它的,而这〔运动依自身属于它〕正是那些假定灵魂是自运者的人所主张的。
- 1.105ἀντικειμένων οὖν τοῦ μὲν καθ’ αὑτὸ τῷ δι’ ἄλλο, τῷ δὲ δι’ αὑτὸ τοῦ ἑτέρου ἕνεκεν
在这一属格绝对结构中,包含介词短语的名词化定冠词短语之间出现了格的交错结构:前半句中主语属格 τοῦ μὲν καθ' αὑτό 与与格补足语 τῷ δι' ἄλλο 相对,而后半句则是与格 τῷ δὲ δι' αὑτό 在先,后置的主语属格 τοῦ ἑτέρου ἕνεκεν 在后。结构意为“当‘依自身’与‘因他物’相对立,而‘为了别的物’与‘因自身’相对立时”。
- 1.105δι’ ἄλλο τὸν ὑποσπάσαντα
分词短语 τὸν ὑποσπάσαντα 以宾格同位语的形式依附于由介词 διά 所统辖的 δι' ἄλλο(因他物)。句意为“因他物,即因抽去地基的人”。后文的 δι' ἄλλο τὸν ἰατρὸν... 亦属同类结构。
