- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:111.17-112.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者阐释了亚里士多德《论灵魂》406b8中的类比,通过视觉、财富、德性与健康等具体事例,区分了“依自身”与“因他物”(涉及动力因)以及“因自身”与“为了别的物”(涉及目的因)。
" Ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἀγαθὸν ἢ δι’ αὑτὸ τὸ μὲν δι’ ἄλλο εἶναι, τὸ δ’ ἑτέρου ἕνεκεν.1" Παράδειγμα τοῦτο τῶν εἰρημένων. ὥσπερ, φησί, τὸ καθ’ αὑτὸ ἀγαθὸν οὐκ ἂν εἴη δι’ ἄλλο ἀγαθὸν οὐδὲ τὸ δι’ αὑτὸ ἀγαθὸν οὐκ ἂν εἴη ἑτέρου ἕνεκεν, οὕτως οὐδὲ τὸ καθ’ αὑτὸ κινούμενον κινηθείη ἂν ὑπ’ ἄλλου. ἀλλὰ μὴν εἴ γε κινεῖται ἡ ψυχὴ ὑπὸ τῶν αἰσθητῶν, ὥσπερ οὖν κινεῖται, οὐ καθ’ αὑτὴν ἄρα κινεῖται· οὐδὲ ἄρα αὐτοκίνητος. ἀντιτίθησι δὲ τῷ μὲν καθ’ αὑτὸ τὸ δι’ ἄλλο, τῷ δὲ δι’ αὑτὸ τὸ ἑτέρου ἕνεκεν. εἴληπται δὲ αὐτῷ ἡ μὲν πρώτη ἀντίθεσις2 ἐκ τῆς διαφορᾶς τῶν ποιητικῶν αἰτίων, ἡ δὲ δευτέρα ἐκ τῆς διαφορᾶς τῶν τελικῶν. οἷον καθ’ αὑτὸ μὲν λεγόμεθα ἔχειν τὸ ὁρᾶν· τοῦτο οὖν οὐκ ἄν ἡμῖν ποτε δι’ ἄλλο τι γένοιτο· ἐξ αὐτῆς γὰρ τῆς φύσεως τὸ ποιητικὸν αἴτιόν ἐστι τοῦ ὁρᾶν. τὸν μέντοι πλοῦτον οὐκ αὐτοὶ ἔχομεν ἀλλὰ δι’ ἄλλο, δι’ ἐμπορίαν ἢ γεωργίαν ἤ τι τοιοῦτο. πάλιν τὸ ἐν κεράμῳ ὕδωρ ἢ ὁ κρύσταλλος καθ’ αὑτὸ μὲν ἔχει τὸ ψυχρόν, τὸ μέντοι τοιόνδε σχῆμα δι’ ἄλλο· διὰ τὸν κέραμον γάρ. ὁμοίως καὶ ἐπὶ τοῦ δι’ αὑτὸ καὶ ἑτέρου ἕνεκεν. τὴν γὰρ ἀρετὴν δι’ αὑτὸ ἐπιτηδεύομεν καὶ οὐκ ἄλλου ἕνεκεν· κἂν γὰρ μὴ ᾖ ἄμειψις ἀρετῆς, ἐπιτηδευτέα ἐστὶν αὐτὴ καθ’ αὑτήν· τὴν μέντοι ἰσχὺν οὐ δι’ αὑτὴν ἔχομεν, ἀλλὰ διὰ τὸ σῶμα· τελειότης γάρ ἐστιν αὐτοῦ. καὶ τῇ ψυχῇ δὲ δι’ αὑτὸ αἱρετὸν ἡ ἀρετή· τελειότης γάρ ἐστιν αὐτῆς. τί μὲν οὖν ἐστι τὸ καθ’ αὑτὸ καὶ δι’ ἄλλο, καὶ τί τὸ δι’ αὑτὸ καὶ ἑτέρου ἕνεκεν, εἴρηται. εἴ τι δὲ δι’ αὑτό, τοῦτο πάντως καὶ καθ’ αὑτό, οὐκέτι δὲ εἴ τι καθ’ αὑτό, τοῦτο πάντως καὶ δι’ αὑτό. οἷον δι’ αὑτὸ τῇ ψυχῇ ἡ ἀρετή· διὰ τοῦτο καὶ καθ’ αὑτό· τὸ γὰρ ποιητικὸν αἴτιον τῆς ἀρετῆς ἐν αὐτῇ ἐστι τῇ ψυχῇ· οὐ δεῖται γὰρ ἑτέρου ἔξωθεν εἰς κατόρθωσιν τῆς ἀρετῆς, ἀλλ’ ἐν αὐτῇ τὴν ποιητικὴν αὐτῆς αἰτίαν ἔχει. ὁμοίως καὶ τῷ σώματι δι’ αὑτό ἐστιν ἡ ὑγίεια ἀγαθόν· διὰ τοῦτο οὖν καὶ καθ’ αὑτὸ αὐτῷ ἐστιν ἡ ὑγίεια· οἴκοθεν γὰρ ἔχει τὸ ποιητικὸν τῆς ὑγιείας αἴτιον· κατὰ φύσιν γὰρ τὸ ὑγιαίνειν. οὐ μὴν τὸ καθ’ αὑτὸ πάντως καὶ δι’ αὑτό.
“正如自身为善或因自身为善者,不可能一者归因于他物,另一者为了别的物。” 这是对所言之事的一个例证。他说,正如自身为善者不可能因他物为善,因自身为善者也不可能为了别的物,同样,自身运动者也不可能被他物所推动。但如果灵魂确实被感觉对象所推动(事实上的确如此被推动),那么它就不是依自身运动的;因此也不是自运的。他将“依自身”与“因他物”相对立,而将“因自身”与“为了别的物”相对立。对他而言,第一组对立取自动力因的差异,第二组对立则取自目的因的差异。例如,我们被说成依自身拥有视觉;因此,这绝不可能因别的某种事物而产生在我们之中;因为视觉的动力因来自自然本性自身。然而财富并非我们由自身所拥有,而是因他物,即通过商业、农业或诸如此类的东西而拥有。又如,陶器中的水或坚冰依自身拥有冷性,但此种形状却是因他物,即因陶器而拥有的。在“因自身”与“为了别的物”上情况亦然。因为我们因自身践行德性,而不是为了别的;因为即使德性没有回报,它自身也是应当践行的;然而力量我们并非因自身而拥有,而是因身体而拥有,因为它是身体的完善。对灵魂而言,德性因其自身是值得选择的,因为它是灵魂的完善。那么,“依自身”与“因他物”是什么,以及“因自身”与“为了别的物”是什么,便已经阐明了。如果某物是因自身的,这必然在每种情况下也是依自身的;但如果某物是依自身的,这却未必在每种情况下都是因自身的。例如,对灵魂而言德性是因自身的,因此也是依自身的;因为德性的动力因就在灵魂自身之中;为了成就德性,它并不需要外在的他物,而是自身就具有其动力因。同样,对身体而言,健康是因自身的善;因此之故,健康依自身属于身体;因为它由内里便具有健康的动力因;因为处于健康状态是合乎自然的。然而,依自身者未必在每种情况下都是因自身的。
- 1.105τὸ μὲν δι’ ἄλλο εἶναι, τὸ δ’ ἑτέρου ἕνεκεν
引文(lemma)中的呼应对比结构。τὸ μὲν 指向前文提及的两项中的前一项(“自身为善者”,τὸ καθ’ αὑτὸ ἀγαθόν),而 τὸ δέ 指向后一项(“因自身为善者”,[τὸ] δι’ αὑτό),分别对应谓词“因他物”(δι’ ἄλλο)与“为了别的物”(ἑτέρου ἕνεκεν)。不定式 εἶναι 构成了宾格加不定式结构,承前省略了表示可能性的无人称动词(如 ἐνδέχεται 等)。
- 1.105εἴληπται δὲ αὐτῷ ἡ μὲν πρώτη ἀντίθεσις
与格 αὐτῷ 与完成时被动态动词 εἴληπται 连用,充当施事与格(dative of agent),意为“由他(即亚里士多德)所采取”。主语为后接的 ἡ μὲν πρώτη ἀντίθεσις。
