← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§109.29-111.16

灵魂的自身运动与可感事物引起的运动

斐洛庞努斯就406b7阐明为何在本性上由自身运动之物不可由他者运动,并给出关于偶性运动的两种解释。随后他针对灵魂受可感事物运动的难题,从灵魂内在原理之唤醒的角度捍卫了柏拉图的灵魂自发运动说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Οὐ δεῖ δὲ ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι1 ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι, πλὴν εἰ μὴ κατὰ συμβεβηκός." Τὸ ὑφ’ ἑαυτοῦ, φησί, κινούμενον καὶ ἐν τῇ οὐσίᾳ ἔχον τὴν κίνησιν οὐδέποτε ἂν ταύτην τὴν κίνησιν ὑπ’ ἄλλου κινηθείη. εἰ γὰρ ὑπ’ ἄλλου κινηθείη ταύτην, οὐκέτι ἔσται ἀεὶ καθ’ αὑτὸ κινούμενον· τὰ γὰρ συνουσιωμένα ἀεὶ σύνεστιν. ἡ δὲ ψυχὴ φαίνεται, ὡς ἐφεξῆς ἐπάξει, ὑπὸ τῶν αἰσθητῶν κινουμένη· οὐκ ἄρ’ ἐστὶν αὐτοκίνητος. τὸ δὲ πλὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἢ οὕτως ἐκληπτέον ὅτι εἰ μή τις καθ’ αὑτὴν μὴ λέγοι κινεῖσθαι τὴν ψυχήν,2 ἀλλὰ κατὰ συμβεβηκὸς (οὕτω γὰρ καὶ ὑπ’ ἄλλου κινηθήσεται· δέδεικται γὰρ ὅτι τὸ κινοῦν ἑαυτὸ κατὰ συμβεβηκὸς δύναται τὴν αὐτὴν ταύτην κίνησιν καὶ ὑπ’ ἄλλου κινηθῆναι), ἢ πάλιν οὕτω τὸ πλὴν εἰ μὴ κατὰ συμβεβηκὸς ὅτι ἣν μὲν κινεῖται3 καθ’ αὑτὸ κίνησιν, οὐκ ἂν κινηθείη ὑπ’ ἄλλου, ἣν δὲ κινεῖται ὑπ’ ἄλλου, ταύτην κατὰ συμβεβηκὸς κινεῖται, ὥσπερ αἱ πλανώμεναι σφαῖραι κινοῦνται τὴν ἐξ ἀνατολῶν κατὰ συμβεβηκὸς ὑπὸ τῆς ἀπλανοῦς. ἀπορήσειε δ’ ἄν τις, πῶς φησι τὴν καθ’ αὑτὸ κίνησιν οὐκ ἐνδέχεσθαι ὑπ’ ἄλλου γίνεσθαι. οὐχὶ κινεῖται καθ’ αὑτὸ τὸ ζῷον κατὰ τόπον καὶ κινηθείη ἂν καὶ ὑπ’ ἄλλου κατὰ τόπον; καὶ ὁ λίθος ἐπὶ τὸ κάτω φέρεται καθ’ αὑτὸν καὶ ἐνεχθείη ἂν καὶ ὑπ’ ἄλλου κατὰ τόπον ἐπὶ τὸ κάτω βαστάζοντος. λέγω οὖν ὅτι οὐ τὴν αὐτὴν τὸ ζῷον καὶ ὁ λίθος ὑπ’ ἄλλου τε κινεῖται καὶ καθ’ αὑτά. τῷ μὲν γὰρ ζῴῳ καθ’ αὑτό ἐστι κίνησις ἡ καθ’ ὁρμὴν διὰ τῶν οἰκείων ὀργάνων γινομένη, ἣν οὐδέποτε ἂν ὑπ’ ἄλλου οὐδὲ ὅλως κατὰ συμβεβηκὸς κινηθείη· τῷ δὲ λίθῳ ὁμοίως καθ’ αὑτό ἐστι κίνησις ἡ κατὰ τὴν οἰκείαν ῥοπὴν γινομένη· ταύτην δὲ οὐδέποτε ἂν οὗτος κατὰ συμβεβηκὸς ἐνεχθείη. εἰ τοίνυν τὸ καθ’ αὑτὸ κινούμενον οὐ κινεῖται ὑπ’ ἄλλου, φαίνεται δὲ ἡ ψυχὴ ὑπὸ τῶν αἰσθητῶν κινουμένη (κατανοήσασα γὰρ τὸν κόσμον ἔρχεται εἰς ἔννοιαν τοῦ θείου, καὶ ἐκ τῶν καθ’ ἕκαστον καὶ αἰσθητῶν κινεῖται εἰς τὴν τῶν καθόλου γνῶσιν, καὶ τὸ ὀρεκτὸν ἰδοῦσα κινεῖται εἰς ἔφεσιν αὐτοῦ καὶ τὸν λυπήσαντα εἰς ὀργήν· ἀμέλει εἴ τις ἐλλίποι αἴσθησις ἐκ γενετῆς, ἐκλείπει καὶ ἡ κατ’ αὐτὴν κίνησις· εἰ γὰρ μὴ ἔχει ὄψιν, οὐδέποτε ἂν ἣν κινεῖται ἐκ τῶν ὁρατῶν κίνησιν κινηθείη· ὁμοίως εἰ στερηθείη ἐκ γενέσεως ἀκοῆς, οὐδέποτε ἂν ὑπὸ τῶν ἀκουστῶν κινηθείη, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως) εἰ τοίνυν ἐκ τῶν αἰσθητῶν κινεῖται, οὐκ ἄρα καθ’ ἑαυτὴν κινεῖται· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη αὐτοκίνητος. ἀλλὰ λέγομεν πρὸς τοῦτο ὅτι εἰ καὶ κινεῖται ἡ ψυχὴ ὑπὸ τῶν αἰσθητῶν, ἀλλ’ οὖν οὕτω κινεῖται, ὥσπερ ὁ καθεύδων γεωμέτρης ὑπὸ τοῦ ἐξυπνίσαντος. ὥσπερ οὖν ὁ ἐκεῖνον ἐξυπνίσας τοσοῦτον μόνον τὸ ἐμποδίζον ἐξεῖλε, τὰ μέντοι θεωρήματα τὰ γεωμετρικὰ οὐκ ἐνέβαλε τῷ γεωμέτρῃ, οὕτω καὶ ἡ ψυχὴ ἔχουσα τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτῇ καὶ ὥσπερ ὑπὸ τοῦ ὕπνου τῆς γενέσεως ἀνενέργητος οὖσα ὑπὸ τῶν αἰσθητῶν ἐρεθιζομένη ἢ τῶν διδασκάλων προχειρίζεται τοὺς ἐν αὑτῇ λόγους· ἐπεὶ εἰ τὰ αἰσθητὰ αἴτια αὐτῇ τῆς γνώσεως ἐγίνοντο, διὰ τί μὴ καὶ τὰ ἄλογα γινώσκει; καὶ γὰρ τὰ πλεῖστα ὀξυτέραις κέχρηται αἰσθήσεσιν. ἔπειτα ἄλλως οἶδε τὰ αἰσθητὰ καὶ οὐχ ὡς τῇ αἰσθήσει δοκεῖ· τῆς αἰσθήσεως γὰρ ποδιαῖον ὁρώσης τὸν ἥλιον ἡ ψυχὴ λέγει ὅτι ἅμα πάσης τῆς γῆς πολλαπλασίων ἐστίν. ὥστε οὐχ ὑπὸ τῶν αἰσθητῶν ἴσχει τὴν γνῶσιν· ἐπεὶ εἰ τοῦτο ἄν ἐδόξασεν ὅπερ ἡ αἴσθησις ὑπαγορεύει, πόθεν καὶ κρίνει καὶ λόγους καὶ πράγματα καὶ ἀποφαίνεται ἢ καλῶς ἔχειν ἢ κακῶς, εἰ μὴ πρὸς τοὺς ἐν ἑαυτῇ λόγους παραβάλλουσα; διὰ πάντων ἄρα δῆλον ὅτι οὐ τὰ αἰσθητὰ κινεῖ τὴν ψυχὴν εἰς τὴν γνῶσιν, εἰ μὴ ἄρα, ὡς εἴπομεν, κατὰ τὸ δεύτερον δυνάμει, ὅπερ ἐνεργείᾳ ἐστίν· ἔχει γὰρ τοῦτο τὴν ἕξιν, εἰ καὶ μὴ τὴν ἐνέργειαν προχειρίζεται. ἄλλως τε εἴπομεν ἤδη ὅτι αἱ τοιαῦται κινήσεις τοῦ ζῴου εἰσίν, ἐπεὶ αὐτὴ καθ’ αὑτὴν ἐνεργοῦσα ἡ ψυχὴ νοερῶς ἐνεργήσει οὐδὲν προσδεομένη τῶν αἰσθήσεων. ταῦτα δὲ ἁρμόζει λέγειν ἡμῖν πρὸς Ἀριστοτέλη, εἰ περὶ τῆς λογικῆς λέγοι ψυχῆς ὅτι εἰ κινεῖται, οὐχ ὑφ’ ἑαυτῆς κινεῖται, ἀλλ’ ὑπὸ τῶν αἰσθήσεων. ἐπειδὴ δὲ περὶ πάσης ψυχῆς αὐτῷ ὁ λόγος καὶ τῆς ἀλόγου, ἔχουσι χώραν αἱ ὑπ’ αὐτοῦ λεγόμεναι κατασκευαί· οὐδὲν γὰρ οἶδεν ἡ ἄλογος χωρὶς τῶν αἰσθητῶν. ἀλλ’ οὐδὲν τοῦτο πρὸς Πλάτωνα τὴν λογικὴν λέγοντα ψυχὴν αὐτοκίνητον.

“但在其本性中包含由自身运动的事物,不应由他者运动,除非依偶性。” 他说,由自身运动并在其本性中拥有该运动的事物,绝不可能由他者驱动进行这一运动。因为若它由他者驱动进行这一运动,它将不再始终是依自身运动的;因为与本质共存之物乃是始终共存的。然而正如他接下来所阐发的那样,灵魂显然受到可感事物的运动;因此它不是自发运动者。“除非依偶性”这一短语,要么应当这样理解:除非有人主张灵魂并非依自身受运动,而是依偶性受运动(因为这样它确实亦将由他者运动;因为早先已表明,依偶性运动自身之物亦能够由他者驱动进行这一相同的运动);要么再次这样理解“除非依偶性”:即对于它依自身受运动的那个运动,它不可能由他者运动,但对于它由他者运动的那个运动,它是依偶性受其运动的,正如行星天球由定星天球驱动依偶性进行来自东方的运动那样。然而有人可能会产生疑问:他为何说依自身的运动不可能由他者产生?难道动物不是依自身就位置而言受运动,同时亦能够由他者驱动就位置而言受运动吗?难道石头不是依自身向下运动,同时亦能够由搬运它的他者驱动就位置而言向下运动吗?因此我回答说,动物与石头由他者受运动和依自身受运动,并非经历同一运动。因为对动物而言,依自身的运动乃是依凭冲动通过固有器官而产生的运动,它绝不可能由他者驱动经历此种运动,甚至完全不可能依偶性经历;对石头而言亦同样,依自身的运动乃是依照固有的倾向而产生的运动,它绝不可能依偶性被携带着进行这种运动。因此,若依自身运动之物不受他者运动,而灵魂显然受到可感事物的运动(因为灵魂在观察世界之后达成了对神圣之物的概念,并由个别和可感事物被运动至对普遍者的认识,看到可欲求之物便被运动至对它的企求,看到致苦之人便被运动至愤怒;固然,如果生来缺乏某种感觉,依照该感觉的运动亦随之缺失;因为若没有视觉,便绝不可能经历从可见之物所受的运动;同样,若生来被剥夺了听觉,便绝不可能受到可听之物的运动,其余感觉亦复如是)——因此,若灵魂从可感事物受运动,它便不是依自身受运动;若如此,它便不是自发运动者。但对此我们回答说,即便灵魂受到可感事物的运动,它也是以沉睡的几何学家受到唤醒他的人运动的那种方式受运动的。正如唤醒他的人仅仅消除了阻碍,却并未将几何学定理植入几何学家心中一样,灵魂自身内部拥有事物的原理,因生成的沉睡而宛如处于无作为状态,在受到可感事物或教师们的激发后,才提取出其自身的原理。因为若可感事物成了灵魂认识的原因,为什么无理性的动物不也认识呢?实际上它们大多数拥有更为敏锐的感觉。其次,灵魂对可感事物的认识具有不同的方式,并非如感觉所认为的那样;因为感觉看到太阳只有一英尺宽,灵魂却说它比整个地球同时大许多倍。因此,灵魂并非从可感事物中获得认识;因为若灵魂形成了与感觉所指示的相同的意见,如果不是通过与自身之中的原理相比较,它究竟又从何处评判言论与事物并判定它们处于优良还是低劣的状态呢?因此,通过这一切显而易见,可感事物并非运动灵魂以使其达于认识,除非正如我们所说,是依照第二潜能,亦即处于现实活动中的状态;因为即使它尚未将现实活动调动出来,它亦拥有这种品质。此外,我们此前已经说过,此类运动乃是属于动物的,因为当灵魂依自身活动时,它将无需感觉而理智地活动。如果亚里士多德谈论的是理性灵魂,称它若受运动,并非由自身运动而是由感觉运动,那么我们向他提出这些论辩是恰当的。然而,既然他的论说关涉包含无理性灵魂在内的所有灵魂,他所陈述的论证便有其合理地位;因为无理性灵魂脱离了可感事物便一无所知。但这绝不构成对主张理性灵魂是自发运动者的柏拉图的反驳。

语法注3 条
  1. 1.104Οὐ δεῖ δὲ ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι

    前置倒装句(prolepsis),其中由所有格与格 ᾧ 引导的关系从句 ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ[ἐστί]置于主句指示代词 τοῦτο 之前。无人称动词 δεῖ 统辖宾格主语 τοῦτο 以及不定式 κινεῖσθαι。句子的骨干结构为:οὐ δεῖ τοῦτο (ᾧ ...) ὑπ’ ἄλλου κινεῖσθαι。

  2. 1.104εἰ μή τις καθ’ αὑτὴν μὴ λέγοι κινεῖσθαι τὴν ψυχήν

    否定重叠结构,在由 εἰ μή(“除非/若非”)引导的从句内部再次出现了否定词 μή。此处并非双重否定表肯定,而是强调和加固否定涵义,意为“除非有人主张灵魂并非依自身受运动(即依偶性受运动)”。

  3. 1.104ἣν μὲν κινεῖται καθ’ αὑτὸ κίνησιν, οὐκ ἂν κινηθείη ὑπ’ ἄλλου, ἣν δὲ κινεῖται ὑπ’ ἄλλου, ταύτην κατὰ συμβεβηκὸς κινεῖται

    同源宾格(同族宾格)名词 κίνησιν 被内并入关系代词 ἣν 引导的从句中的倒装结构。前半句 ἣν κίνησιν κινεῖται καθ’ αὑτό(“对于它依自身受运动的那个运动”)前置,后半句对比句中的 ταύτην 则回指前行的关系分句 ἣν δὲ κινεῖται ὑπ’ ἄλλου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:109.29-111.16