← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§109.7-109.28

偶性运动与灵魂自我运动性的否定

费洛波诺斯针对406b5的引文,区分了依自身受运动与依偶性受运动,阐明受他者运动仅适用于偶性运动,因此如果灵魂可被他者运动,它便不可能是自发运动者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.103

" Τὴν δὲ κατὰ συμβεβηκὸς κίνησιν1 κἂν ὑφ’ ἑτέρου κινοῖτο." Δείξας ὅτι οὐ δυνατὸν κινεῖσθαι τὴν ψυχὴν διὰ τῶν ἀκολουθούντων ἀτόπων τῇ ὑποθέσει τῇ λεγούσῃ καθ’ αὑτὴν κινεῖσθαι αὐτήν, νῦν διὰ τούτων βούλεται πρὸς τὸ αὐτοκίνητον ἐνστῆναι. πρὶν μὲν γὰρ ἁπλῶς ἔδειξεν ὅτι οὐ κινεῖται, νῦν δὲ δείκνυσιν ἐξ ὧν ἂν μάλιστα ὑπονοηθείη κινουμένη, ἐκ τούτων αὐτῶν οὐκ αὐτοκίνητον οὖσαν.2 ἀνάγκη, φησί, τὸ καθ’ αὑτὸ κινούμενον καὶ αὐτὸ ἑαυτῷ αἴτιον ὂν τῆς κινήσεως μὴ ὑπ’ ἄλλου κινεῖσθαι. τὸ μὲν γὰρ κατὰ συμβεβηκὸς κινούμενον καὶ αὐτὸ ἑαυτῷ δύναιτο ἂν αἴτιον εἶναι τῆς τοιαύτης κινήσεως καὶ ὑπ’ ἄλλου τὴν αὐτὴν ταύτην κινεῖσθαι. λέγομεν γὰρ ἡμεῖς κατὰ ψυχικὴν ὁρμὴν κινουμένου τοῦ ζῴου κατὰ συμβεβηκὸς τὴν ψυχὴν ὑφ’ ἑαυτῆς κινεῖσθαι, καὶ τὸν ἐρέτην κινοῦντα τὸ πλοῖον κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ κινεῖσθαι· εἰ μέντοι ἕλξει τις βίᾳ τὸ ζῷον, ὑπ’ ἄλλου κατὰ συμβεβηκὸς ἡ ψυχὴ κινηθήσεται. εἴποι δ’ ἄν τις καὶ τὸ ἱστίον κινοῦν τὸ πλοῖον κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ κινεῖσθαι τὴν τοῦ πλοίου κίνησιν τῷ ἐν τῷ κινουμένῳ εἶναι.3 τὴν μέντοι καθ’ αὑτὸ κίνησιν οὐδέποτέ τι ὑπ’ ἄλλου ἂν κινηθείη· ἀναιρετικὸν γὰρ τοῦ καθ’ αὑτὸ τὸ δι’ ἄλλο, ὡς διὰ τῶν ἑξῆς δείκνυσι. καὶ ἄλλως εἰ ἡ καθ’ αὑτὸ κίνησις ἐξ αὐτῆς ἐστι τῆς φύσεως, δεήσεται δ’ ἄλλου εἰς τὸ κινεῖσθαι, ἀτελὲς ἂν εἴη ὑπὸ τῆς φύσεως γενόμενον καὶ οὐκ αὔταρκες αὐτὸ ἑαυτῷ, ἀνενέργητον δὲ καὶ μάτην· οὐδὲν δὲ μάτην ὑπὸ τῆς φύσεως γίνεται.

“但就偶性运动而言,它甚至可能受他者运动。” 在通过主张灵魂依自身受运动的假说所招致的种种荒谬,表明灵魂不可能受运动之后,他现在试图通过这些[言辞]对自发运动者这一观念提出异议。因为早先他只是单纯地表明灵魂不受运动,而现在他表明,恰恰正是根据灵魂最被认为受运动的那些依据本身,灵魂并不是自发运动者。他说,依自身受运动且自身即为其运动原因的事物,必然不受他者运动。因为依偶性受运动的事物,既能够自身作为自身此类运动的原因,亦能够被他者驱动进行这一相同的运动。事实上我们说,当动物依照灵魂的冲动受运动时,灵魂依偶性受自身运动,而驱动船只的水手亦依偶性受自身运动;然而,如果有人强行拖拽动物,灵魂将依偶性受他者运动。亦有人可以说,驱动船只的风帆,亦由于处于受运动之物中,而依偶性受自身运动而经历船只的运动。然而,就依自身的运动而言,绝不可能有任何事物受他者运动;因为正如他通过后续论述所示,因他者而生之物乃是对依自身之物的消除。此外,如果依自身的运动源于本性本身,但为了受运动却需要他者,那么它将是由本性所造就的不完全之物,对其自身并非自足,反而是无所作为且徒劳的;但本性绝不徒劳造物。

语法注3 条
  1. 1.103Τὴν δὲ κατὰ συμβεβηκὸς κίνησιν

    宾格名词短语 τὴν δὲ κατὰ συμβεβηκὸς κίνησιν 用作动词 κινοῖτο 的同源宾格(或内涵宾格),表示所受运动的样态与内涵(即“至于偶性运动,它甚至可能受他者驱动经历此种运动”)。

  2. 1.103ἐξ ὧν ἂν μάλιστα ὑπονοηθείη κινουμένη, ἐκ τούτων αὐτῶν οὐκ αὐτοκίνητον οὖσαν

    此处出现关系从句前置的倒置结构(hyperbaton),关系代词从句 ἐξ ὧν ἂν μάλιστα ὑπονοηθείη κινουμένη 置于其先行词短语 ἐκ τούτων αὐτῶν 之前。同时,分词短语 οὐκ αὐτοκίνητον οὖσαν 充当主动词 δείκνυσιν 的宾语补足分词,整体句式骨架为 δείκνυσιν [αὐτὴν] ... ἐκ τούτων αὐτῶν οὐκ αὐτοκίνητον οὖσαν(“他表明它恰恰从这些依据出发并不是自发运动者”)。

  3. 1.103κινεῖσθαι τὴν τοῦ πλοίου κίνησιν τῷ ἐν τῷ κινουμένῳ εἶναι

    宾格短语 τὴν τοῦ πλοίου κίνησιν 是不定式 κινεῖσθαι 的同源宾格,意为“被驱动经历船只的运动”。末尾的带冠词与格不定式 τῷ ἐν τῷ κινουμένῳ εἶναι 表示原因或手段(“由于处于受运动之物中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:109.7-109.28