← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§107.24-109.6

死者复活的归结与受动者的合宜性

亚里士多德论证说若灵魂通过推搡运动身体则死者应当能够复活,若望·斐罗庞奴审查了早期注释家围绕支柱与墙体的例子所作的“受动者合宜性”辩护,并指出即便受动体需要合宜状态,亦不能真正反驳灵魂通过自身受运动来推动身体的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102

" Εἰ δὲ τοῦτο ἐνδέχεται, καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν· τούτῳ δ’ ἕποιτο ἂν τὸ ἀνίστασθαι τὰ τεθνεῶτα τῶν ζῴων." Εἰ γὰρ κατὰ μοχλείαν τινὰ κινεῖ τὸ σῶμα καὶ τῷ ὠθεῖν, ὡς ἤδη εἴπομεν, ὡς ἐν ζώγρῳ θηρίον, δυνατόν, φησίν, ἐξελθοῦσαν ἀπὸ τοῦ σώματος πάλιν εἰσελθεῖν εἰς αὐτὸ καὶ πάλιν κινῆσαι αὐτό, καὶ οὕτως ἀνασταίη ἂν τὰ νεκρὰ ζῷα. τί γὰρ τὸ κωλῦον, εἴ γε μόνῃ ὠθήσει καὶ μοχλείᾳ κινεῖ αὐτό; ἐνίστανται δὲ πάλιν πρὸς τοῦτο λέγοντες ὅτι οὐ καλῶς εἶπεν ὅτι εἰ κινοῦσα κινεῖται, ἐξελθοῦσα εἰσέλθοι ἂν πάλιν καὶ οὕτως ἀναστήσονται τὰ τεθνεῶτα τῶν ζῴων. ἰδοὺ γάρ, φασίν, ὁ κίων μοχλείᾳ τινὶ καὶ ὤσει ἀνέχει τὸν τοῖχον ἢ ἄλλο τι τοιοῦτον, καὶ ἐὰν ὑποσπασθῇ, διαλυθείσης τῆς ἁρμονίας καὶ πίπτει ὁ τοῖχος, καὶ ὅμως οὐκέτι δύναται ὑποτεθεὶς ἀνέχειν τὸν τοῖχον ἢ ἄλλο τι τοιοῦτον. καὶ ἄλλα τοιαῦτα εὕροις ἂν παραδείγματα. // πρὸς δὲ τοῦτο ἀπολογούμενοί φασιν ὅτι ἐνταῦθα οὐ μόνον μοχλείας καὶ ὤσεως δεῖ, ἀλλὰ καὶ ἐπιτηδειότητος τοῦ ἀνεχομένου· διόπερ διαλυθείσης ταύτης οὐκέτι δύναται ὁ κίων ἅπαξ ὑπεξελθὼν ὑποδὺς πάλιν ἀνέχειν ὅπερ καὶ πρότερον ἀνεῖχεν· ἐκεῖνοι δέ, φασί, κατὰ μόνην μοχλείαν γίνεσθαι ἔλεγον τὴν κίνησιν, οὐκέτι μέντοι καὶ ἐπιτηδειότητα παρέχοντες τῷ σώματι οὐδὲ ἐκ φύσεως εἰς τὸ κινεῖσθαι δύναμίν τινα. ἡμεῖς μὲν γὰρ δύναμίν τινα ζωτικὴν τῇ παρουσίᾳ τῆς ψυχῆς ἐνίεσθαι λέγομεν τῷ σώματι, εἶτα τῇ ταύτης ἀπουσίᾳ ἀφανιζομένης ταύτης συμπίπτειν τὸ σῶμα, καὶ διὰ τοῦτο εὔλογον τὸ μηκέτι δύνασθαι αὐτὴν εἰσιέναι, τῆς ἐξ αὐτῆς ἐνιεμένης ἐξ ἀρχῆς τῷ σώματι ἐπιτηδειότητος ἀφανισθείσης. ἐκεῖνοι δὲ μόνῃ ὤσει κινεῖν τὴν ψυχὴν ἔλεγον τὸ σῶμα, καὶ διὰ τοῦτο εὔλογον ἐξελθοῦσαν αὐτὴν δύνασθαι πάλιν εἰσελθεῖν ὥσπερ θηρίον τι εἰς ζῶγρον εἰσιόν τε καὶ ἐξιόν· ᾧ ἕπεται τὸ δύνασθαι ἀναστήσεσθαι τὰ τεθνεῶτα τῶν ζῴων. // αὕτη δὲ ἡ ἐπίλυσις οὐ φυλαττόντων ἐστὶ τὴν διάνοιαν τὴν Ἀριστοτελικήν·1 βούλεται γὰρ διὰ τούτων δεῖξαι ὅτι καθάπαξ ἡ ψυχὴ οὐ κινεῖται, οὐδὲ τῷ κινεῖσθαι κινεῖ τὸ σῶμα. τί οὖν διαφέρει πρὸς τὸ κινοῦσαν κινεῖσθαι, εἴτε δεῖ τῷ σώματι ἐπιτηδειότητός τινος εἴτε μὴ δεῖ; τὸ ζητούμενον γὰρ ἦν εἰ κινεῖται ἢ μὴ κινεῖται. εἰ μὲν γὰρ περὶ τοῦ πότερον ἐπιτηδειότητος δεῖ τῷ σώματι πρὸς τὸ κινεῖσθαι ἢ μὴ ἡ ζήτησις ἦν, καλῶς ἂν ἐπελύοντο τοῦτον τὸν τρόπον· εἰ δὲ περὶ τούτου μὲν οὐδεὶς λόγος, ζητεῖ δὲ περὶ τοῦ κινεῖσθαι τὴν ψυχὴν ἢ μὴ ἐν τῷ κινεῖν τὸ σῶμα, τί μᾶλλον ἔδειξεν αὐτὴν μὴ κινουμένην, ἐὰν δεῖται τὸ σῶμα ἐπιτηδειότητος πρὸς τὸ κινεῖσθαι κινουμένης τῆς ψυχῆς; οὕτω γὰρ οὐδὲ ἡ βακτηρία τῷ κινεῖσθαι κινεῖ τὴν θύραν, ἐπειδὴ δεῖ τῇ θύρᾳ πρὸς τὸ κινηθῆναι ἐπιτηδειότητός τινος, καὶ οὕτως ἔχουσα κινηθήσεται ὠθούσης τῆς βακτηρίας· οὐδὲ γὰρ πεπηγυῖα ἥλοις ἢ λελυμένης τῆς ἁρμονίας. καὶ πάντα δὲ τὰ κινούμενα ὑπό τινος δεῖται πάντως τινὸς ἐπιτηδειότητος οἰκείας· ὥστε οὐ λέλυται ἡ ἀπορία, καὶ διὰ τοῦτο οὐ δοκεῖ εὐλόγως τοῦτο συνάγειν ὁ Ἀριστοτέλης. // ἄλλως τε ἐρεῖ τις πρὸς αὐτόν· εἰσῆλθεν ἂν πάλιν ἡ ψυχὴ εἰς τὸ σῶμα καὶ ἀνίστατο τὰ τεθνηκότα τῶν ζῴων, εἰ ταύτην εἶχε φύσιν τοῦ πάλιν εἰσιέναι· νῦν δὲ οὐκέτι εἰσέρχεται, ἐπειδὴ μηδὲ πέφυκεν. τί οὖν παρὰ τοῦτο τὸ πρὶν οὖσα ἐν τῷ σώματι οὐκ ἐκινεῖτο;2 οὐδὲ γὰρ πέφυκε δὶς εἰς τὸ αὐτὸ σῶμα εἰσιέναι, ὥσπερ οὐδὲ εἰ τὸ θηρίον ἐν τῷ αὐτῷ ζώγρῳ ἐπεφύκει εἰσιέναι πάλιν. ὅτι δ’ οὐ πέφυκεν, ἐκ τῆς ἐπαγωγῆς δῆλον. εἴποι δ’ ἂν καὶ Δημόκριτος καὶ ἕκαστος τῶν ἄλλων ὅτι κινουμένην μὲν τὴν ψυχὴν κινεῖν φαμεν τὸ σῶμα, δεῖν δέ φαμεν καὶ τῷ σώματι ἐπιτηδειότητός τινος εἰς τὸ δύνασθαι ὑποδέξασθαι τὰς τῆς ψυχῆς κινήσεις, οἷον τὴν τοιάνδε τῶν ἀτόμων τῶν τοιῶνδε τάξιν καὶ θέσιν, ὁμοίως καὶ οἱ λοιποὶ τὴν τοιάνδε τῶν στοιχείων τῶν παρ’ αὐτοῖς ἁρμονίαν, ἧς διαλυθείσης οὐχ οἵα τέ ἐστιν ἔτι ὠθεῖν τὸ σῶμα, ὥσπερ εἰ διαλυθείη ἡ τοιάδε τοῦ κηροῦ πλάσις ἢ ποιότης, οἷον εἰ μαλακὸς γένοιτο ἢ ἄλλο τι πάθοι, οὐκέτι τὸ ἐντὸς ἀποκεκλεισμένον ζῷον κινῆσαι αὐτὸν δύναται.

“如果这有可能,那么它在离开之后再次进入亦有可能;而随之而来的将是死去的动物复活。” 因为他说,如果灵魂是按照某种杠杆作用并通过推搡来运动身体的,正如我们已经说过的,犹如笼中的野兽一样,那么它从身体中离开之后,重新进入其中并再次运动它便是有可能的,这样死去的动物便会复活。因为如果它确实仅仅依靠推力和杠杆作用来运动身体,究竟有什么能加以阻碍呢?但人们对这一论点再次提出异议,说他认为如果灵魂在运动〔身体〕时受运动,它在离开后便会再次进入,且死去的动物便会如此复活,这种说法是不恰当的。因为他们说,看啊,柱子通过某种杠杆作用和推力支撑着墙体或其他类似之物,如果柱子从下方被抽离,在结构瓦解之后墙体便倒塌,然而一旦柱子重新被置于下方,它却不再能够支撑墙体或任何此类事物;你还可以找到其他类似的例子。// 但面对这一反驳,辩护者说,在此处需要的不仅是杠杆作用和推力,而且还需要被支撑者的合宜状态;因此,一旦这种合宜状态瓦解,柱子一旦从下方离开,即便再次钻入下方,亦不再能够支撑它先前所支撑的事物;然而他们说,那些思想家主张运动仅仅按照杠杆作用发生,绝不再赋予身体以合宜状态,亦不从自然赋予其受运动的任何能力。因为我们说,由于灵魂的临在,某种生命的能力被注入身体中,随后由于灵魂的缺席而该能力消散,身体便随之瓦解,因此灵魂不再能够进入是合理的,因为最初由灵魂注入身体的合宜状态已经消散。但那些思想家说灵魂仅仅依靠推力运动身体,因此它离开之后能够再次进入乃是合理的,正如某种野兽出入兽笼一样;随之而来的后果乃是死去的动物能够复活。// 但这种解决乃属于没有把握住亚里士多德原意的人;因为他试图通过这些来表明灵魂根本不受运动,亦非通过自身受运动来运动身体。那么,对于在运动〔身体〕时受运动而言,身体需要某种合宜状态还是不需要,究竟有何区别呢?因为探究的对象乃是灵魂受运动还是不受运动。因为如果探究是关于身体为了受运动究竟是否需要合宜状态,他们用这种方式便解决得很好;但如果对这一点并无任何讨论,而他探究的是灵魂在运动身体时是否受运动,那么如果身体在灵魂受运动时需要合宜状态才能受运动,他又凭何能更进一步表明灵魂不受运动呢?因为按照这种说法,甚至手杖亦不是通过受运动来运动门了,因为门为了受运动需要某种合宜状态,并且唯有处于这种状态下,它在手杖推搡时才会受运动;因为若被钉子固定或构架解体,它便不会受运动。而凡是被某物运动的事物,绝对都需要某种特有的合宜状态;因此难题并未得到解决,且因此亚里士多德推导出这一点似乎是不合理的。// 此外,有人会对他说道:如果灵魂具有再次进入的这种自然本性,它本来会再次进入身体,死去的动物亦会复活;但事实上它不再进入,因为它根本不具有这种自然本性。那么何以因此[就会得出]它先前在身体中时不受运动呢?因为正如野兽并不具有重新进入同一兽笼的自然本性一样,它亦不具有两次进入同一身体的自然本性。而它不具有这种自然本性,从归纳中是显而易见的。德谟克利特以及其他每个人亦可以说:我们固然主张灵魂受运动而运动身体,但我们亦主张身体需要某种合宜状态以能够接受灵魂的运动,例如此类原子的此类秩序和位置;同样,其余的人亦可以说需要他们所谓诸元素的此类调和,一旦这种调和瓦解,灵魂便不再能够推搡身体,正如蜡的此类成型或性质若被破坏(例如若变软或遭受其他状态),被关闭在内部的动物便不再能够运动它一样。

语法注2 条
  1. 1.102αὕτη δὲ ἡ ἐπίλυσις οὐ φυλαττόντων ἐστὶ τὴν διάνοιαν τὴν Ἀριστοτελικήν

    属格分词短语 οὐ φυλαττόντων ἐστί 是表语性属格(所有或特征属格),与主语 αὕτη δὲ ἡ ἐπίλυσις 构成“属于/是……之人的特征”句式。斐罗庞奴借此批评先前的注释者未能把握亚里士多德论证的真实意图。

  2. 1.102τί οὖν παρὰ τοῦτο τὸ πρὶν οὖσα ἐν τῷ σώματι οὐκ ἐκινεῖτο;

    这是一个修辞疑问句。παρὰ τοῦτο 是表示原因的介词短语(“因由这一原因”)。带冠词的名词性分句 τὸ πρὶν οὖσα ἐν τῷ σώματι οὐκ ἐκινεῖτο 表述了假定的结论(“先前在身体中时未受运动”),整句结构为省略动词的修辞反问:“那么何以因此[就会得出]它先前在身体中时并未受运动呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:107.24-109.6