← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§106.3-107.23

灵魂驱动身体与通过换位推导的空间位移

针对亚里士多德在《论灵魂》406a30中提出的论证——若灵魂运动身体,则经换位灵魂自身亦必如身体般进行空间位移,约翰·斐洛庞诺考察了推动者与被推动者并不总是进行相同运动的异议(如拉动车轮的牲畜和天体的例子),并通过阐明亚里士多德的主张是就属上的空间运动而非种上的具体路径而言来化解此难点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.101

" Ἐπεὶ δὲ φαίνεται κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν τὰς κινήσεις ἃς καὶ αὐτὴ κινεῖται. εἰ δὲ τοῦτο, καὶ ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι1 ἣν τὸ σῶμα κινεῖται, ταύτην καὶ αὐτή· τὸ δὲ σῶμα φορὰν κινεῖται· ὥστε καὶ ἡ ψυχὴ μεταβάλλοι ἂν κατὰ τὸ σῶμα ἢ ὅλη ἢ κατὰ μόρια μεθισταμένη." Ἄλλο ἐπιχείρημα ὅτι ἡ ψυχὴ οὐ κινεῖται. ἐπειδὴ γὰρ μοχλείᾳ τινὶ κινεῖν αὐτὴν λέγουσιν τὸ σῶμα, οἱονεὶ τῷ αὐτὴν κινεῖσθαι ὠθοῦσαν αὐτό, ὥσπερ εἰώθασιν ἐν ταῖς παιδιαῖς ποιεῖν ὑμενώδεις ἀπὸ κηρῶν σφαίρας μικρὰς διακένους καὶ ἐναποκλείειν ἔσω μυίας ἢ κανθαρίδας, εἶτα κινουμένων ἐκείνων συγκινεῖται καὶ ὁ κηρός, καὶ ὥσπερ ἐν ζώγρῳ ἀποκεκλεισμένον θηρίον εἶτα ὠθοῦν συγκινεῖ ἑαυτῷ τὸν ζῶγρον, ἐπεὶ οὖν οὕτως ἔλεγον τὴν ψυχὴν κινουμένην συγκινεῖν τὸ σῶμα, τὰ ἀκόλουθα τῇ δόξῃ ταύτῃ διὰ τούτων πάλιν ἐπισκέπτεται. εἰ γὰρ οὕτως, φησί, κινεῖ ἡ ψυχὴ τὸ σῶμα, ἀκόλουθόν ἐστιν ἐκείνην κινεῖσθαι τὸ σῶμα τὴν κίνησιν ἣν ἂν καὶ ἡ ψυχὴ κινῆται, καὶ ἔμπαλιν ἣν ἂν κινῆται τὸ σῶμα, ταύτην κινεῖσθαι καὶ τὴν ψυχήν. τίς οὖν ἡ κίνησις τούτων, ἐκ τῶν σαφεστέρων ποιεῖται τὴν διδασκαλίαν καὶ ἡμῖν γνωριμωτέρων, λέγω δὴ τοῦ σώματος. ἐπειδὴ γὰρ τὸ σῶμα, φησί, φορὰν κινεῖται, καὶ τὴν ψυχὴν ἀνάγκη φορὰν κινεῖσθαι. ἦν μὲν οὖν ἀκολουθότερον ἐκ τῆς ψυχικῆς κινήσεως συλλογίζεσθαι 〈τὴν〉 τοῦ σώματος 〈ὡς〉 ἐκ τοῦ αἰτίου τὸ αἰτιατόν· ἐπειδὴ δὲ ἀσαφὴς ἡ τῆς ψυχῆς κίνησις καὶ ἄγνωστος, διὰ τοῦτο ἐκ τοῦ σώματος συλλογίζεται τὴν τῆς ψυχῆς ὡς ἐκ τεκμηρίου τὴν κατάληψιν τῆς αἰτίας ποιούμενος· γνώριμος γὰρ ἡ τοῦ σώματος. ἀπορήσειε δ’ ἄν τις, πῶς λέγει ὅτι τὸ κινοῦν τῷ αὐτὸ κινεῖσθαι τὴν αὐτὴν τῷ κινουμένῳ κινηθήσεται κίνησιν. ἰδοὺ γὰρ ἡ ἡμίονος ἕλκει τὸν τροχόν, καὶ ὁ μὲν τροχὸς κύκλῳ κινεῖται, ἡ δὲ ἡμίονος κατ’ εὐθεῖαν. ὁμοίως ἐν τῇ χαλκῇ σφαίρᾳ ὁ μὲν ἄξων μίαν κινεῖται κίνησιν, αἱ δὲ ὑπ’ αὐτοῦ κινούμεναι ἐπὶ τὰ ἀντικείμενα ἀλλήλαις κινοῦνται, ὧν ἡ μὲν τὴν αὐτὴν τῷ ἄξονι συγκινεῖται, ἡ δὲ ἐπὶ τὰ ἀντικείμενα. καὶ τὰ οὐράνια δὲ κινούμενα κύκλῳ κινεῖ τὰ ἐνταῦθα οὐ τὴν αὐτὴν ἑαυτοῖς. τὰ μὲν οὖν οὐράνια οὐδὲ ἁπλῶς τῷ κινεῖσθαι κινεῖ τὰ ἐνταῦθα, ἀλλ’ οὕτω κινεῖ ὡς εἰ μὴ καὶ ἐκινεῖτο· θερμαίνοντα γὰρ καὶ ψύχοντα συγκρίσει καὶ διακρίσει οὕτω δρᾷ περὶ ἡμᾶς, οὐ μέντοι τῷ κινεῖσθαι· τοσοῦτον γὰρ μόνον ἡ κίνησις συμβάλλεται, τῷ ποιεῖν ἐγγυτέρω ἢ πορρωτέρω ἡμῶν τὸν ἥλιον ἢ τὴν σελήνην ἤ τινα τῶν ἄλλων ἀστέρων. περὶ δὲ τῶν λοιπῶν ἄλλος μὲν ἄν εἴποι ὅτι καὶ ὁ τροχὸς τῆς ἁμάξης κατ’ εὐθυωρίαν ἕλκεται, τὸ δὲ σχῆμα αἴτιον τῆς κύκλῳ κινήσεως· ὅλος μὲν γὰρ ὡς ὅλος κατ’ εὐθεῖαν κινεῖται ὁ τροχὸς τόπον ἐκ τόπου ἀμείβων κατ’ εὐθὺ κείμενον, τὰ μόρια μέντοι ἐστὶ τὰ κύκλῳ ἀντιπαραχωροῦντα ἀλλήλοις τῶν τόπων. ἐπὶ δὲ τοῦ ἄξονος διὰ τὸ εἶναι ἔξωθεν τὸ ὀδοντωτὸν καλούμενον, ὅπερ προσεχῶς κινοῦν τὴν εἰς τὰ ἀντικείμενα κινουμένην σφαῖραν τὴν αὐτὴν αὐτῇ κινεῖται. οὐχ ἱκανὸς δὲ οὗτος ὁ λόγος· τὸ γὰρ πρώτως κινοῦν ὁ ἄξων ἐστί· μάλιστα δὲ νῦν περὶ τοῦ πρώτως κινοῦντος ὁ λόγος, περὶ ψυχῆς. οὐχ ἱκανὸν δὲ εἰς ἀπολογίαν οὐδὲ τὸ τοῦ τροχοῦ σχῆμα. ἡ μέντοι τούτων λύσις αὕτη ἐστίν· οὐκ εἶπεν ὅτι ἣν ἂν κινῆται τὸ κινοῦν κατ’ εἶδος, οἷον εὐθεῖαν ἢ κύκλον, ταύτην κινηθήσεται καὶ τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ γένος·2 εἰ τὴν κατὰ τόπον τὸ κινοῦν, καὶ τὸ κινούμενον κατὰ τόπον κινεῖται· διὸ φορὰν εἶπε. ζητητέον δὲ μήποτε ἐπὶ μόνης τῆς κατὰ τόπον τοῦτο ἀληθές ἐστιν· οὐδὲ γὰρ ὁ κινῶν κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ ποιὸν τὴν αὐτὴν κινηθήσεται, εἴ γε μὴ ὁ μελαίνων μελαίνεται ἢ ὁ αὔξων αὔξεται ἢ ὁ διδάσκων διδάσκεται. ἐπὶ μόνης οὖν ἀληθεύει τῆς κατὰ τόπον κινήσεως. ὥστε καὶ αὐτὴ κινηθήσεται κατὰ τόπον ἢ ὅλη ἢ κατὰ μόρια μεθισταμένη ἴσως, ὅλη μὲν ὅλον κινοῦσα τὸ σῶμα, κατὰ μόρια δὲ μέρος αὐτοῦ κινοῦσα. τί δὲ τὸ τούτῳ ἑπόμενον ἄτοπον ἐπήγαγε.

“既然灵魂显现为运动着身体,合理的做法就是认为它造成它自身亦进行的那些运动。如果这样,换位而言,说凡身体进行的运动,灵魂自身亦进行之,这同样是真实的;而身体进行空间位移;因此灵魂亦将随同身体而改变,或整体地或分部分地发生转移。” 这是关于灵魂不受运动的另一条推论。因为他们说灵魂是通过某种杠杆作用来运动身体的,犹如通过自身受运动来推搡身体——正如人们在儿童游戏中所惯常做的那样,用蜡制成中空的小膜状球体,将苍蝇或甲虫关闭在其中,随后当那些昆虫受运动时,蜡球亦被带动;又如被关在兽笼中的野兽随后通过推挤而带着兽笼同自身一起运动——那么,既然他们说受运动的灵魂是以这种方式带动身体的,他便通过这些论述重新审视伴随着这一观点的后果。因为他说,如果灵魂是以这种方式运动身体的,那么遵循的后果就是,身体所进行的运动乃是灵魂亦受运动的那种运动,反之,凡身体所进行的运动,灵魂亦进行之。至于它们的运动究竟是哪一种,他是从对我们而言更清楚、更熟知的事物即从身体出发来进行教导的。因为他说,既然身体进行空间位移,灵魂亦必然进行空间位移。本来从灵魂的运动推论身体的运动更具连贯性,犹如从原因推论结果;但由于灵魂的运动是不明晰且未知的,因此他是从身体来推论灵魂的运动,犹如从证据中把握原因;因为身体的运动是熟知的。 然而有人可能会产生疑问:他怎么能说由于自身受运动而运动他物者,将与被运动者进行相同的运动呢?因为看啊,骡子拉着车轮,车轮作圆周运动,而骡子则作直线运动。同样,在青铜天球仪中,轴进行一种运动,而由其带动的诸环则彼此反向运动,其中一个与轴进行同一协同运动,另一个则沿相反方向运动。天体作圆周运动,却并不以自身相同的运动来运动此世之物。固然,天体运动此世之物并非单单通过受运动来运动的,而是如同即使不受运动也能这样运动一样进行运动的;因为它们通过组合与分离来进行加热和冷却,由此对我们周围起作用,但并非通过受运动起作用;因为运动所起的作用仅仅在于使太阳、月亮或其他星体中的某一者距我们更近或更远。至于其余的情形,另有人可能会说,大车的车轮也是沿直线被牵引的,其形状乃是圆周运动的原因;因为车轮作为一个整体是沿直线运动的,从一个位置转移到直线上所处的另一位置,但在圆周上彼此让出位置的乃是其各个部分。而在轴的情形中,乃是因为外部存在所谓的齿轮,该齿轮作为紧邻推动反向运动之球体者,与该球体进行同一运动。但这种说法并不充分;因为首要运动者是轴;而现在的讨论尤为关乎首要运动者,即关乎灵魂。车轮的形状作为辩护亦不充分。然而,对这些难题的解决乃是如此:他并不是说,运动者在种形式上(例如直线或圆周)进行何种运动,被运动者亦将进行何种运动,而是在属上如此说:如果运动者进行空间上的运动,被运动者亦在空间上受运动;因此他说了“空间位移”。但必须探究的是,这是否仅在空间运动上为真;因为按数量或按性质引起运动者并不会进行同一运动,除非使之变黑者自身变黑,使之增大者自身增大,或施教者自身受教。因此,这仅仅在空间运动上成真。是以灵魂自身亦将在空间上受运动,或许或是作为整体或是分部分地发生转移,作为整体时运动整个身体,分部分时则运动身体的一部分。而他接着引出了随之而来的荒谬之处。

语法注2 条
  1. 1.101ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι

    ἀντιστρέψασιν 是与格复数分词,意为“对于进行换位(即命题主谓转换或关系对换)的人而言”。它在此充当非人称结构 εἰπεῖν ἀληθές(“……说是真实的”)的关涉与格,表示执行逻辑转换的主体,故理解为“换位而言,说……亦是真实的”。

  2. 1.101οὐκ εἶπεν ὅτι ἣν ἂν κινῆται τὸ κινοῦν κατ’ εἶδος, οἷον εὐθεῖαν ἢ κύκλον, ταύτην κινηθήσεται καὶ τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ γένος

    该句骨架由 οὐκ εἶπεν ὅτι... ἀλλά...(“他并非说……而是……”)构成对偶结构。关系从句与主句中的动词(ἣν ἂν κινῆται... ταύτην κινηθήσεται)均暗含同源宾格 κίνησιν。这一句法层次解决了此前提出的难点(如作直线运动的骡子带动圆周运动的轮子),指出亚里士多德并非要求推动者与被推动者在种形式上(κατ' εἶδος,即直线或圆周)运动一致,而是在属的层面上(κατὰ τὸ γένος,即位移运动)一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:106.3-107.23