- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:105.4-106.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德由处所运动得出“灵魂将等同于元素”这一荒谬推论之处(406a27),菲洛波诺斯阐明其荒谬的实质在于“所有的火都将成为灵魂”,进而考察了从物体论立场出发、基于复合物的本性运动所提出的反驳。
" Ἔτι δ’ εἰ μὲν ἄνω κινήσεται, πῦρ ἔσται, εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις αὗται." Ἕτερον δέ τι πάλιν ἄτοπον τῇ ὑποθέσει αὐτῶν ἑπόμενον δείκνυσι. εἰ γὰρ κατὰ φύσιν κινεῖται ἡ ψυχή, εἰ μὲν ἐπὶ τὸ ἄνω ἐστὶν ἡ κατὰ φύσιν κίνησις, ἢ πῦρ ἔσται ἢ ἀήρ, εἰ δὲ ἐπὶ τὸ κάτω, ἢ γῆ ἢ ὕδωρ· τούτων γὰρ αἱ τοιαῦται κινήσεις κατὰ φύσιν. οὐχ ἁπλῶς δὲ τοῦτο συνάγει ὡς ἄτοπον· καὶ γὰρ ἔλεγόν τινες αὐτῶν οἱ μὲν πῦρ, οἱ δὲ ἄλλο τι τῶν στοιχείων εἶναι τὴν ψυχήν· ἀλλ’ ὅτι, εἰ τῆς ψυχῆς ἡ κατὰ φύσιν κίνησις ἡ ἐπὶ τὸ ἄνω ἐστίν, ἔστι δὲ καὶ τῷ πυρὶ ἡ αὐτὴ κατὰ φύσιν κίνησις, ἔσται πᾶν πῦρ ψυχή, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὅπερ ἄτοπον. εἰ γὰρ καὶ τῷ πυρὶ καὶ τῇ ψυχῇ τὸ εἶναι ἑκάστῳ αὐτῶν ὅ ἐστιν ὥρισται τῇ κατὰ φύσιν ἄνω κινήσει, ὧν δὲ τὸ αὐτὸ κατὰ φύσιν ἴδιον, ταῦτα τὰ αὐτά ἐστι,1 ταὐτὸν ἄρα πῦρ καὶ ψυχή. τοῦτο δὲ τὸ ἄτοπον ἐδήλωσεν εἰπὼν τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις αὗται. πῦρ δὲ ἄντικρυς οὐδεὶς αὐτὴν ἐποίει οὐδὲ τῶν ἄλλων τι στοιχείων, ἀλλ’ ἐκ πυρὸς οἷς ἦν στοιχεῖον τὸ πῦρ, ἢ ἔκ τινος τῶν ἄλλων. οὐδὲ Δημόκριτος πῦρ αὐτὴν ἔλεγεν, ἀλλ’ ἐκ τῶν ἀτόμων ὅθεν τὸ πῦρ. τοῖς μὲν οὖν ἀσώματον λέγουσι τὴν ψυχὴν προδήλως ἕπεται τοῦτο τὸ ἄτοπον, ἕπεται δὲ πᾶσι κοινῶς τὸ αὐτὸ καὶ τοῖς σῶμα αὐτὴν λέγουσιν. οὐ γὰρ ἁπλῶς πῦρ ἔλεγον τὴν ψυχήν, ἀλλὰ πῦρ τοιῶσδε διακείμενον καὶ δυνάμεις τινὰς προσλαβόν· οὐκοῦν ἡ διάθεσίς ἐστιν ἡ ψυχή. εἰ οὖν ἡ αὐτὴ κίνησις ψυχῆς καὶ πυρός, ἔσται πᾶν πῦρ ψυχή· εἰ δὲ τοῦτο ἄτοπον, οὐχ ἡ αὐτὴ ἄρα κίνησις· ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων στοιχείων. εἰ δὲ μηδεμίαν τῶν στοιχείων κίνησιν κινεῖται, οὐκ ἔστι δὲ κίνησις παρὰ ταύτας, οὐκ ἄρα κινεῖται. δοκεῖ δὲ ὅτι ἔχει ἔνστασιν ὁ λόγος τοῖς σῶμα αὐτὴν λέγουσιν·2 οὐ γὰρ εἰ τὴν αὐτὴν κινεῖται ἑνὶ τῶν στοιχείων, ἤδη ἀνάγκη καὶ ἓν εἶναι τῶν στοιχείων. ἡ γὰρ σὰρξ καὶ τὸ ὀστοῦν καὶ τὰ μέταλλα καὶ σχεδὸν πάντα τὰ σύνθετα εἴδη κατὰ φύσιν κινούμενα κατὰ μίαν τῶν ἁπλῶν στοιχείων κίνησιν οὐκ ἤδη καὶ γῆ εἰσιν ἢ ὕδωρ ἤ τι τῶν ἄλλων, ἢ ἀνάπαλιν τὰ στοιχεῖα σάρξ εἰσιν ἢ ὀστοῦν ἤ τι τῶν ἄλλων τῶν ἐκ τῶν στοιχείων. τί οὖν ἀδύνατον καὶ τὴν ψυχὴν ἐξ ἑνὸς οὖσαν τῶν στοιχείων ὡς ἐξ ὑλικοῦ αἰτίου τὴν αὐτὴν αὐτοῖς κινεῖσθαι κίνησιν; εἰ δέ τις λέγοι ‘ἀλλ’ οὐχ ἡ ὕλη ψυχή ἐστι, λέγω δὴ τὸ στοιχεῖον, ἀλλὰ τὸ εἶδος τὸ ἐπιγινόμενον αὐτῷ’, ἴστω ὅτι ἐπὶ πάντων τοῦτο ἁρμόσει λέγειν· σὰρξ γάρ ἐστι τὸ εἶδος τῆς σαρκὸς καὶ οὐ τὰ στοιχεῖα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· ἀλλ’ ὅμως λέγεται, καὶ ἀληθῶς λέγεται κατωφερὴς εἶναι κατὰ φύσιν ἡ σάρξ, ὥσπερ καὶ ἡ γῆ. ἢ οὖν καὶ τὰ ἄλλα σώματα δεῖ λέγειν ἀκίνητα ἢ καὶ τὴν ψυχὴν κινεῖσθαι.
“此外,若它向上运动,它将是火,若向下,则是土;因为这些物体的运动就是这些运动。” 他又指出了遵循于他们假说的另一个荒谬后果。因为如果灵魂顺乎本性受运动,那么如果顺乎本性的运动是朝向上方的,它就将或者是火或者是气;如果朝向下方,就将或者是土或者是水;因为这类运动顺乎本性地属于这些物体。但他并不是仅仅把这作为荒谬之事来推论——因为他们当中确实有些人说灵魂是火,另一些人则说是元素中的某种其他东西——而是因为,如果灵魂顺乎本性的运动是朝向上方的运动,而这同一顺乎本性的运动亦属于火,那么所有的火都将是灵魂,在其他元素上亦同样如此,而这正是荒谬的。因为如果对火和灵魂而言,它们各自作为其所是的存在都是由顺乎本性的向上运动所限定的,而那些具有相同本性固有属性之物乃是同一的,那么火与灵魂就将是同一的。他通过说“因为这些物体的运动就是这些运动”表明了这一荒谬之处。然而没有人径直将它等同于火或任何其他元素,而是对于以火为元素的人而言是由火构成的,或是由其他某种元素构成的。就连德谟克利特也没有称它为火,而是说它由产生火的那些原子构成。因此,对于称灵魂为非物体的人而言,显然遵循着这一荒谬,但对于称它为物体的人而言,同样普遍遵循着这一荒谬。因为他们并不是径直称灵魂为火,而是称其为处于某种特定状态并获得了某些能力的火;因此,这种状态便是灵魂。所以,如果灵魂与火的运动是同一的,所有的火都将是灵魂;而如果这是荒谬的,那么运动就不是同一的;在其他元素上亦同样如此。而如果它不按元素的任何一种运动来运动,而在这些运动之外又不存在运动,那么它就不受运动。 但是,对于称灵魂为物体的人而言,该论证似乎面临着反驳;因为并不是如果它与元素之一进行相同的运动,就必定已经成为诸元素之一。因为肌肉、骨骼、矿物以及几乎所有复合实相,即使顺乎本性地依照简单元素的某一种运动受运动,也并非已经是土或水或任何其他元素,反过来诸元素亦非肌肉或骨骼或由诸元素构成的任何其他东西。那么,灵魂即使作为以诸元素之一为质料因之物而与它们进行同一运动,又何以是不可能的呢?如果有人说,“但并非质料——我指元素——是灵魂,而是附加于其上的形式是灵魂”,让他知道,在一切事物上这样说都将是贴切的;因为肌肉是肌肉的形式而非诸元素,在其他事物上亦同样如此;但即便如此,肌肉仍被说成、且真实地被说成在顺乎本性上是趋向于下的,正如土一样。因此,要么必须说其他物体也是不动的,要么必须说灵魂也是受运动的。
- 1.100ὧν δὲ τὸ αὐτὸ κατὰ φύσιν ἴδιον, ταῦτα τὰ αὐτά ἐστι
关系代词 ὧν 是从属所有格(属格),修饰名词化形容词 ἴδιον(固有属性)。该分句表述了一个同一性原理:“凡顺乎本性的固有属性相同的事物,它们本身就是同一的”。
- 1.100δοκεῖ δὲ ὅτι ἔχει ἔνστασιν ὁ λόγος τοῖς σῶμα αὐτὴν λέγουσιν
与格分词短语 τοῖς σῶμα αὐτὴν λέγουσιν 作关系与格(或视界与格),修饰 ἔχει ἔνστασιν(具有反驳/面临反驳),意为“对于称其为物体的人而言,该论证似乎面临反驳”。ὅτι 引导的名词性从句充当非人称动词 δοκεῖ 的主语。
