← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§103.32-105.3

灵魂中强力运动与静止的不可能性

菲洛波诺斯注解了亚里士多德在《论灵魂》406b26中提出的论点,即灵魂不可能具有受强力(反乎本性)的运动与静止。他考察了判断、欲求以及身体的各处所运动,论证了灵魂中不存在外在的强力运动,并借由对偶换位得出结论:灵魂亦不可能顺乎本性地受运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99

" Ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι, οὐδὲ πλάττειν βουλομένοις ῥᾴδιον ἀποδοῦναι." Ἐντεῦθεν δῆλον ὅτι ἕν ἐστι τὸ ἐπιχείρημα ἄνωθεν ἐξ οὗ φησιν “ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως”. ἰδοὺ γὰρ ὧδε συνεπέρανε· δείξας γὰρ ὅτι εἰ καθ’ αὑτὴν κινεῖται, τουτέστι κατὰ φύσιν, ἔσται αὐτῇ καὶ κατὰ φύσιν τόπος, καὶ πάλιν εἰ κατὰ φύσιν κινεῖται, κινηθήσεται καὶ βίᾳ καὶ ἔσται τις καὶ βίαιος αὐτῇ τόπος, καὶ ὅτι τὸ κινούμενον οὕτως καὶ ἠρεμεῖ, συμπεραίνει οὖν ἐνταῦθα λέγων ποῖαι οὖν βίαιοι τῆς ψυχῆς κινήσεις καὶ ἠρεμίαι. ὅτι δὲ οὐχ οἷόν τε διελεῖν καὶ ἀποδοῦναι τάσδε μὲν τὰς κινήσεις καὶ ἠρεμίας τῆς ψυχῆς κατὰ φύσιν εἶναι, τάσδε δὲ παρὰ φύσιν, ὧδε ἂν μάθοις.1 αἱ μάλιστα καὶ πρώτως εἶναι δοκοῦσαι τῆς ψυχῆς εἴτε κινήσεις εἴτε ἐνέργειαι κρίσις ἐστὶ καὶ ὄρεξις, ὧν ἑκατέρα διαιρεῖται εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον. καὶ ἔστιν ἐν μὲν τῇ κρίσει λογικὸν νοῦς καὶ ἐπιστήμη, τὸ δὲ ἄλογον αἴσθησις, ἐν δὲ ὀρέξει λογικὸν μὲν ἡ βούλησις, τὸ δὲ ἄλογον ἐπιθυμία καὶ θυμός. ὅτι μὲν οὖν τούτων τὰς μὲν λέγειν κατὰ φύσιν εἶναι, τὰς δὲ παρὰ φύσιν ἄλογον, δῆλον· πᾶσαι γὰρ ὁρῶνται κατὰ φύσιν ὑπάρχουσαι τῷ ζῴῳ. εἰ δέ τις λέγοι παρὰ φύσιν εἶναι τῇ ψυχῇ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν, ἴστω πρῶτον μέν, ἐὰν ἄρα, τῇ λογικῇ· νῦν δὲ περὶ πάσης ψυχῆς ὁ λόγος, θυμὸς δὲ καὶ ἐπιθυμία τῆς ἀλόγου ψυχῆς μόρια. ἔπειτα τῷ παρὰ φύσιν οὐδέποτε ἄν τις εἰς τὸ κατὰ φύσιν χρήσαιτο· θυμῷ δὲ καὶ ἐπιθυμίᾳ εἰς σωτηρίαν τοῦ ζῴου κεχρήμεθα, χρώμεθα δὲ αὐτοῖς πολλάκις καὶ εἰς τὸ τῆς ψυχῆς ἀγαθόν· ὥστε οὐ παρὰ φύσιν. πολλῷ δὲ πλέον αἱ κατὰ κρίσιν κινήσεις κατὰ φύσιν. ἀλλ’ οὐδὲ αὐτὰς ταύτας τὰς κινήσεις βίᾳ ἄν ποτε κινηθείη. βίᾳ μὲν οὖν τυράννων δόγμα ἀσεβὲς ὁμολογήσειε, συνθέσθαι μέντοι καθ’ ἕξιν καὶ δοξάσαι τι βίᾳ αὐτὴν ἀδύνατον. δόξειε δ’ ἂν κατὰ θυμὸν καὶ ἐπιθυμίαν βιάζεσθαι, ὅταν ἐρεθίζηται ὑπὸ τῶν ἔξωθεν· θεωρεῖται γὰρ ἐν τῇ ψυχῇ μάχη τις τῶν παθῶν καὶ τοῦ λόγου· τῇ δὲ ἀληθείᾳ οὐδὲ ἐπὶ τούτοις οὐδεμία ἔστι βίαιος κίνησις· εἰ γὰρ μὴ συγκαταθῆται ὁ λόγος τῷ πάθει, οὐδέποτε ἂν εἴς τι τούτων ἐξαχθείη. ἔστι γὰρ βία, ὡς αὐτὸς ὡρίσατο, οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου τοῦ πάσχοντος ἢ πράττοντος,2 ὥσπερ ἡ τοῦ λίθου ἐπὶ τὸ ἄνω φορά· ἡ μέντοι ψυχὴ [ἡ] αὐτὴ ἐνδίδωσι τῷ πάθει καὶ συγκατατίθεται· δηλοῦσι δὲ οἱ σπουδαῖοι οὐδενὶ τῶν ἐρεθιζόντων εἴκοντες. ἀλλὰ μὴν οὐδὲ τὴν θρεπτικὴν δύναμιν εἴποι ἄν τις παρὰ φύσιν. ταῖς δὲ κατὰ τόπον τοῦ σώματος κινήσεσι κατὰ τὴν ὁρμὴν τῆς ψυχῆς γινομέναις εἶεν ἂν ἐναντίαι αἱ παρὰ τὴν ὁρμὴν αὐτῆς γινόμεναι· φύσει δὲ αὗται οὐκ ἐναντίαι, διότι καὶ κατὰ τὴν ὁρμὴν τῆς ψυχῆς κινηθείη ἄν ἐπὶ ἐκεῖνα τὸ σῶμα, οἷον εἴ τις αὐτῆς εἰς τὸ ἔμπροσθεν κινούσης τὸ σῶμα ἄλλος εἰς τοὐπίσω ἕλκοι. εἰ γὰρ δύναται καὶ ἐπὶ τὰ αὐτὰ κινεῖν ἡ ψυχὴ τὸ σῶμα, ὁμοίως δεξιά τε καὶ ἀριστερά, ἄνω τε καὶ κάτω, οὐ παρὰ φύσιν αὗται αἱ κινήσεις, κἂν βίᾳ τις ἕλκῃ. ἡ γὰρ κατὰ φύσιν κίνησις οὐδέποτε ἂν γένοιτο παρὰ φύσιν· οὐδέποτε γὰρ παρὰ φύσιν τῷ πυρὶ ἡ ἐπὶ τὸ ἄνω φορά. ὥστε εἰ τῇ μὲν κατὰ φύσιν κινήσει ἕπεται πάντως καὶ ἡ παρὰ φύσιν, οὐ κινεῖται δὲ ἡ ψυχὴ παρὰ φύσιν, οὐδὲ κατὰ φύσιν ἂν κινηθείη. δῆλον δ’ ὡς ὑγιῶς ἐποιησάμεθα τὴν σὺν ἀντιθέσει ἀντιστροφήν.3

“至于灵魂的何种运动与静止将是受强力的,即便对于想要虚构捏造的人而言,亦不易加以说明。” 由此可见,从他在上面说“首先必须考察关于运动”起,这一论证是单一贯通的。因为请看,他在此处是如此得出结论的:在表明了如果它依自身受运动,即顺乎本性受运动,它便亦会有顺乎本性的处所;又若它顺乎本性受运动,它亦将受强力受运动,并且对于它亦将有某个受强力的处所;以及如此受运动之物亦会静止之后,他遂在此处得出结论说,那么灵魂的何种运动与静止是受强力的。至于说不可能区分并说明灵魂的这些运动与静止是顺乎本性的,而那些则是反乎本性的,你可以通过以下方式获知。最显著且首要地似乎是灵魂之运动或现实活动者乃是判断与欲求,二者各自分为理性的与非理性的。在判断中,理性的是理智与知识,非理性的则是感觉;在欲求中,理性的是意愿,非理性的则是欲望与激气。因此,若说其中有些是顺乎本性的,另一些是反乎本性的,这显然是荒谬的;因为显而易见,所有这些都顺乎本性地存在于动物之中。如果有人说激气或欲望对灵魂而言是反乎本性的,首先让他知道,即便果真如此,那亦是对理性灵魂而言;然而现在的论述是关于一切灵魂的,而激气与欲望乃是非理性灵魂的部分。其次,人们绝不可能把反乎本性之物用于顺乎本性的目的;然而我们把激气与欲望用于动物的保全,并且我们常常亦把它们用于灵魂的善;因而它们并非反乎本性。而依判断的运动顺乎本性的程度则远甚于此。然而,即便这些运动本身,它亦绝不可能受强力而运动。因僭主的强力,它固然口头上会承认一个不虔敬的信条,然而凭习性予以认可并受强力产生某种信念,对它而言是不可能的。而在依激气与欲望方面,当受外部事物激惹时,它似乎可能受强迫;因为在灵魂中确实可以观察到诸情状与理性之间的某种争斗;但事实上,在这些事情上亦没有任何受强力的运动;因为如果理性不赞同这种情状,它绝不会被引向这些事情中的任何一项。因为正如他自己所定义的,强力乃是其始原在外部而承受者或行动者不作任何协助之事,正如石头向上的运送;然而灵魂自身向情状屈服并予以赞同;而有德之士因绝不屈从于任何激惹之事便表明了这一点。再者,人们亦绝不可能说营养能力是反乎本性的。而相对于顺应灵魂的冲动所发生的身体处所运动,那些反乎其冲动而发生的运动固然会是对立的;但按本性而言,它们并不是对立的,因为身体顺应灵魂的冲动亦能向那些方向运动,例如在灵魂向前运动身体时,另一个人将其向后拉扯。因为如果灵魂亦能将身体向同样的诸方向运动,同样地向右与向左、向上与向下,那么这些运动便并非反乎本性,纵使有人凭强力进行拉扯。因为顺乎本性的运动绝不可能变成反乎本性的;因为向上的运送对于火而言绝非反乎本性。因此,如果顺乎本性的运动必然始终伴随着反乎本性的运动,而灵魂并不反乎本性受运动,那么它亦不可能顺乎本性受运动。显然,我们所作的对偶换位是健全成立的。

语法注3 条
  1. 1.99ὅτι δὲ οὐχ οἷόν τε διελεῖν καὶ ἀποδοῦναι τάσδε μὲν τὰς κινήσεις καὶ ἠρεμίας τῆς ψυχῆς κατὰ φύσιν εἶναι, τάσδε δὲ παρὰ φύσιν, ὧδε ἂν μάθοις.

    ὅτι 引导的从句作为主动词 μάθοις 的宾语从句置于句首(前置结构)。在从句内部,不定式 διελεῖν 和 ἀποδοῦναι 依附于非人称的 οὐχ οἷόν τε,并支配带有 τάσδε μὲν... τάσδε δὲ... 作主语、κατὰ φύσιν εἶναι / παρὰ φύσιν 作谓语的“宾格加不定式”结构,形成嵌套。

  2. 1.99ἔστι γὰρ βία, ὡς αὐτὸς ὡρίσατο, οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου τοῦ πάσχοντος ἢ πράττοντος

    关系代词属格 οὗ 指向被省略的先行词(如 τοιοῦτον),意为“其始原在外部的事物”。随后的 μηδὲν συμβαλλομένου τοῦ πάσχοντος ἢ πράττοντος 为属格绝对结构,表示伴随状况或条件(“承受者或行动者不提供任何协助”)。

  3. 1.99τὴν σὺν ἀντιθέσει ἀντιστροφήν

    古希腊逻辑学术语,指“对偶换位”(contraposition,即由“若A则B”推出“若非B则非A”)。此处指通过否定后件(灵魂不反乎本性受运动/不受强力运动),从而健全地推出对前件的否定(灵魂亦不顺乎本性受运动)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:103.32-105.3