- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:103.11-103.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于本性运动与强力运动各自对应特定静止的论断,约翰·菲洛庞洛斯论证了直线运动必然在确定处所归于静止,进而推导出若灵魂受运动则必然亦会静止、从而不能是永动者的结论。
" Τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται φύσει, καὶ ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δὲ καὶ εἰς ὃ κινεῖται βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ." Ἕπεται τῷ περὶ τῶν κινήσεων λόγῳ καὶ ὁ περὶ ἠρεμιῶν. ἐπεὶ γὰρ τὰ κατ’ εὐθεῖαν κινούμενα καὶ ὅλα δι’ ὅλων τὸν τόπον ἀμείβοντα οὐκ ἐπ’ ἄπειρον φέρεται, ἔχει δηλονότι τόπον, ὃν ἐπείγεται καταλαβεῖν, ἐπειδὴ μηδὲν μάτην ποιεῖ ἡ φύσις. ὥστε ὅταν κινῶνται κατὰ φύσιν τὰ κινούμενα, καταλαβόντα τὸν τόπον ὃν ἐπείγεται, ἠρεμήσει ἐκεῖ, εἴ γε μὴ μάτην ἡ κίνησις. εἰ γὰρ μήτε ἐπ’ ἄπειρον φέρεται, ἐνεχθέντα εἰς τὸν οἰκεῖον τόπον οὐκέτι ὑπὸ φύσεως εἰς τὸν παρὰ φύσιν κινεῖται·1 παρὰ φύσιν δὲ τὸ ἐναντίον. ἠρεμήσει ἄρα κατὰ φύσιν εἰς τὸν κατὰ φύσιν τόπον, ὃν ἡ φύσις καταλαβεῖν ἠπείγετο· βίας γὰρ δεῖ εἰς τὸ κινηθῆναι ἐπὶ τὰ ἀντικείμενα. πάλιν τὰ βίᾳ κινούμενα, εἴ γε μὴ ἐπ’ ἄπειρον φέρονται, ἔχουσι καὶ τὸν παρὰ φύσιν τόπον, εἰς ὃν γενόμενα ἠρεμήσει βίᾳ. καὶ ἄλλως δείκνυται ὅτι πᾶσα κίνησις κατὰ εὐθεῖαν γινομένη ἀπὸ ἠρεμίας ἄρχεται· εἰ γὰρ ἡ βῶλος ἐπὶ τὸ ἄνω φερομένη μὴ ἠρεμήσει ἐπὶ τῆς ἄνω φορᾶς, οὐδέποτε ἐνεχθήσεται κάτω·2 εἰ δὲ κινεῖται τὴν ἐναντίαν, δεῖ ἠρεμῆσαι πρότερον τὴν ἐπὶ τὸ ἄνω κίνησιν, εἶτα ἄρξασθαι τὴν ἐπὶ τὸ κάτω· ἅμα γὰρ τὰς ἐναντίας ἀδύνατον κινηθῆναι. εἰ δὲ ἀνάγκη τῷ περὶ κινήσεως λόγῳ εἰσάγεσθαι καὶ τὸν περὶ τῆς ἠρεμίας, ἀνάγκη ἄρα κινουμένην τὴν ψυχὴν καὶ ἠρεμεῖν· εἰ δὲ τοῦτο, οὐκέτι ἀεικίνητος ἔσται.
“关于静止亦同样如此:因为凡它依本性受运动而朝向之处,它亦依本性在其中静止;同样,凡它受强力而受运动而朝向之处,它亦受强力在其中静止。” 关于静止的论述亦紧随关于运动的论述之后。因为作直线运动且作为整体通过整体而变换处所的事物,既然并非向无限推进,它们显然就具有一个自己急于占据的处所,因为本性绝不徒劳造物。因此,当运动之物顺乎本性受运动时,一旦占据了自己急于前往的处所,如果运动确实并非徒劳,它们就会在那里静止。因为它们既非向无限推进,在被带至固有处所之后,亦不再由本性推动朝向反乎本性的处所;而反乎本性者即是对立的处所。因此,它们将顺乎本性在顺乎本性的处所中静止,此即本性先前急于占据的处所;因为要向对立面运动,就需要强力。反之,受强力运动的事物,如果确实并非向无限推进,亦拥有反乎本性的处所,一旦到达其中便将受强力而静止。此外,以另一种方式亦可表明,沿直线发生的一切运动皆始于静止;因为被向上运送的土块若不在向上的运送中静止,便绝不会被向下运送;而如果它要作相反的运动,就必须先是向上的运动静止,然后向下的运动开始;因为不可能同时作相反的运动。而如果伴随着关于运动的论述,亦必然引入关于静止的论述,那么受运动的灵魂就亦必然静止;如果这样,它便不再是永动的了。
- 1.98εἰ γὰρ μήτε ἐπ’ ἄπειρον φέρεται, ἐνεχθέντα εἰς τὸν οἰκεῖον τόπον οὐκέτι ὑπὸ φύσεως εἰς τὸν παρὰ φύσιν κινεῖται
连词 μήτε 在此没有伴随对称的第二个 μήτε,而是与后半句中的否定词 οὐκέτι 相呼应,并列了两个否定前提(既非向无限推进,且在进入固有处所后亦不再作反常运动)。分词 ἐνεχθέντα 为时间性附加分词,与前句的中性复数主语 τὰ κινούμενα 一致。
- 1.98δεῖ ἠρεμῆσαι πρότερον τὴν ἐπὶ τὸ ἄνω κίνησιν, εἶτα ἄρξασθαι τὴν ἐπὶ τὸ κάτω
非人称动词 δεῖ 所支配的两个不定式 ἠρεμῆσαι 与 ἄρξασθαι 分别以宾格短语 τὴν ἐπὶ τὸ ἄνω κίνησιν 以及省略了 κίνησιν 的 τὴν ἐπὶ τὸ κάτω 作为其逻辑主语(宾格加不定式结构)。此处将 ἠρεμέω 作不及物动词(“停止、静止”)处理,而非支配同族宾格。
