← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§101.25-103.10

本性运动与强力运动及天体圆周运动

针对亚里士多德“凡依本性受运动者亦可受强力而运动”的命题,注解探讨了天体圆周运动作为反例的疑难,并提出解决方案:天体运动是由灵魂而非本性推动,或者圆周运动不同于直线运动,它没有对立面,因而不会受强力运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.97

" Ἔτι δὲ εἰ φύσει κινεῖται, κἂν βίᾳ κινηθείη, κἂν εἰ βίᾳ, καὶ φύσει· τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ ἠρεμίας." Δείξας ὅτι εἰ φύσει καὶ καθ’ αὑτὴν ἡ ψυχὴ κινεῖται, ἔσται τις οἰκεῖος αὐτῇ τόπος, προστίθησι τοῦτο τοῖς εἰρημένοις ὡς ἀκόλουθον, ὅτι εἰ φύσει κινεῖται, κινηθείη ἂν καὶ βίᾳ, ἐνδεικνύμενος διὰ τούτου ὅτι ἔσται τις αὐτῇ καὶ παρὰ φύσιν τόπος. καὶ ὅτι μὲν τὰ βίᾳ κινούμενα καὶ κατὰ φύσιν κινεῖται, πρόδηλον· τὸ γὰρ βίᾳ κινούμενον παρὰ φύσιν κινεῖται, τὸ δὲ παρὰ φύσιν ἐκτροπή ἐστι τοῦ κατὰ φύσιν, οὐδὲν δέ ἐστιν ἀεὶ ἐν τῷ παρὰ φύσιν. πῶς δὲ καὶ τὸ κατὰ φύσιν κινούμενον καὶ βίᾳ κινεῖσθαι λέγει; ἆρ’ οὖν καὶ τὰ κυκλοφορούμενα σώματα ἐπεὶ κατὰ φύσιν κινοῦνται, καὶ παρὰ φύσιν κινηθείησάν ποτε; καίτοι καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἔδειξεν ὅτι ἀδύνατον ἐκεῖνα παρὰ φύσιν κινηθῆναι· ἐξῃρῆσθαι γὰρ αὐτά φησι πάσης θνητῆς δυσχερείας. φασὶν οὖν πάνυ προσφυῶς οἱ ἀπὸ τοῦ Περιπάτου ἐξηγηταί, ὧν ἐστι καὶ ὁ Ἀλέξανδρος, ὅτι οὐχ ὑπὸ φύσεως κινεῖται τὰ οὐράνια σώματα, ἀλλ’ ὑπὸ κρείττονος δυνάμεως, τῆς ἐν αὐτοῖς λέγω ψυχῆς, εἴ γε, ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, κατὰ ὄρεξιν τοῦ πρώτου ταύτην ἔχει τὴν κίνησιν. διὰ τί γάρ, φησί, κύκλῳ κινεῖται; εἶτα ἐπήγαγεν ὅτι νοῦν μιμεῖται. ὥσπερ γὰρ τὸ θεῖον πανταχοῦ ἐστιν, οὕτω καὶ ὁ οὐρανός, φησί, μιμούμενον τὸ πρῶτον,1 ἐπεὶ ἅμα πανταχοῦ εἶναι οὐ δύναται, κατὰ μόρια πανταχοῦ γίνεται. καὶ τὰ ζῷα δὲ κινούμενα τὴν κατὰ πλάγια κίνησιν ὑπὸ ψυχῆς δῆλον ὅτι κινεῖται ταύτην καὶ οὐχ ὑπὸ φύσεως. ἀλλ’ ἐπὶ μὲν τῶν ζῴων ἑτέρα ἐστὶν ἡ κατὰ ψυχὴν κίνησις τῆς ὑπὸ φύσεως· τῶν γὰρ ἐμψύχων ὅσα σύνθετον ἔχει τὸ σῶμα ἄλλην ἔχει κίνησιν τὴν κατὰ φύσιν τῆς κατὰ ψυχήν. διὸ κινεῖται τὸ σῶμα τὴν ἔμφυτον κίνησιν κατὰ τὸ ἐπικρατοῦν τῶν ἁπλῶν, ὅταν μὴ ὡς ἔμψυχον κινῆται ἀλλ’ ὡς σῶμα ἁπλῶς. ὅταν μὲν γὰρ βαδίζῃ τὰ ζῷα ἢ ἵπταται ἢ νήχεται, κατὰ ψυχὴν κινεῖται· ὅταν δὲ φέρηται ἀπὸ ὕψους κατὰ βαρεῖαν ῥοπήν, κατὰ φύσιν κινεῖται ἐπικρατοῦντος τοῦ γεώδους καὶ βαρέος σώματος. τῷ δὲ ἁπλῷ σώματι, ᾧ ὑπάρχει τὸ ἐμψύχῳ εἶναι, διὰ ἰδιότητα τούτου φύσις ἐστὶν ἡ ψυχή, καὶ ἡ κατὰ ψυχὴν κίνησις κατὰ φύσιν ἐστὶν αὐτῷ κίνησις. εἰ δὲ μὴ φύσει κινεῖται ἀλλ’ ὑπὸ ψυχῆς, οὐκέτι ὑπάγεται τῷ λόγῳ τῷ λέγοντι ὅτι τὰ φύσει κινούμενα κἂν βίᾳ κινηθείη. εἰ δὲ ὅλως δεῖ καὶ ἐν αὐτῷ φυσικὴν ἐναποτίθεσθαι κίνησιν, φαμὲν ὅτι τοιαύτην ἕξει φυσικὴν κίνησιν, οἵαν ἔχει καὶ τὴν ἀπὸ ψυχῆς, καὶ οὐκ ἐπὶ πάντων φήσομεν εἶναι τὸν λόγον τὸν Ἀριστοτελικὸν ὅτι πᾶν τὸ φύσει κινούμενον κἂν βίᾳ κινηθείη, ἀλλ’ ἐφ’ ὧν κατ’ εὐθυωρίαν ἡ κίνησις γίνεται, ἅτινα καὶ καθ’ ὅλα ἑαυτὰ κινεῖται. δέδεικται δὲ αὐτῷ τῷ φιλοσόφῳ ὅτι τῇ κατ’ εὐθεῖαν κινήσει ἐστὶν ἐναντιότης, μόνη δὲ ἡ κατὰ κύκλον κίνησις οὐδὲν ἐναντίον ἔχει. τῇ γὰρ ἐπὶ τὸ ἄνω κινήσει ἡ ἐπὶ τὸ κάτω ἀντίκειται, τῇ ἔμπροσθεν ἡ ὄπισθεν, τῇ ἐπὶ τὰ δεξιὰ ἡ ἐπὶ τὰ ἀριστερά, τῇ μέντοι κατὰ κύκλον οὐδέν. ὥστε τῶν κατὰ φύσιν κινουμένων ταῦτα κινεῖται καὶ βίᾳ, ἃ τὴν κατ’ εὐθεῖαν κινεῖται κίνησιν καὶ ὅλα τὸν τόπον ἀμείβει ἐν τῇ κινήσει τῇ κατ’ εὐθεῖαν, καὶ ἡ ἐναντιότης ὁρᾶται, τὰ μέντοι οὐράνια καὶ κύκλῳ κινεῖται καὶ ὅλα δι’ ὅλων οὐκ ἀμείβει τοὺς τόπους. δῆλον δὲ ὅτι οἱ κινεῖσθαι τοπικῶς τὴν ψυχὴν λέγοντες καὶ τῇ κινήσει τῇ ἑαυτῆς κατὰ μοχλείαν τινὰ κινεῖν τὸ σῶμα τὴν κατ’ εὐθεῖαν αὐτῇ παρέσχον κίνησιν· πάντα γὰρ τὰ τῶν ζῴων σώματα κατ’ εὐθεῖαν κινεῖται. καλῶς δὲ καὶ τοῦτο προστίθησιν ὁ Ἀλέξανδρος ὅτι ἡ δόξα ἡ περὶ τῆς τῶν οὐρανίων κινήσεως ὅτι τε οὐκ ἔστιν ἐν τόπῳ οὐδὲ κινηθείη ἄν ποτε παρὰ φύσιν οὐδενὸς ἄλλου τῶν πρὸ Ἀριστοτέλους ἐστίν, ἀλλ’ αὐτὸς αὐτὴν πρῶτος εἰσηγήσατο. ὥστε καλῶς ἐκείνοις ἑπόμενα εἰρήκαμεν ἐξ ὧν λέγουσιν.2 ἔπειτα τὸ εἰ φύσει κινεῖται, καὶ βίᾳ κινηθείη ὡς ἐνδεχόμενον ἔλαβεν, ὅτι ἐνδέχεταί τινα τῶν φύσει κινουμένων καὶ βίᾳ κινεῖσθαι. ταῦτα δὲ κινεῖται βίᾳ τῶν φύσει κινουμένων, ὅσα ἐναντίας ἔχει κινήσεις. ἔχοιεν δ’ ἄν καὶ αἱ τῆς ψυχῆς κινήσεις ἐναντίας· ἃς γὰρ κινεῖ τὸ σῶμα, εὔλογον καὶ αὐτὴν κινεῖσθαι, εἴ γε τῷ κινεῖσθαι κινεῖ τὸ σῶμα· πᾶσαι δὲ αἱ τοῦ σώματος κινήσεις κατ’ ἐναντίωσιν θεωροῦνται, ὡς ἤδη εἴπομεν.

“此外,若它依本性受运动,它亦可受强力而运动;若受强力,亦必依本性;关于静止亦同样如此。” 在表明了若灵魂依本性且依自身受运动,就会存在某种属于它的固有处所之后,他将这一点作为推论补充到上述说法中:若它依本性受运动,它亦可受强力而运动;他借此指出,灵魂亦将存在某种反乎本性的处所。凡受强力运动的事物亦顺乎本性而运动,这是显而易见的;因为受强力运动者乃是反乎本性而运动,而反乎本性乃是对顺乎本性者的偏离,并且没有任何东西永远处于反乎本性的状态之中。但他怎么说顺乎本性运动的事物亦受强力而运动呢?难道说圆周运动的物体既然顺乎本性而运动,亦可能在某个时候反乎本性而运动吗?然而亚里士多德自己也表明,那些物体反乎本性而运动是不可能的;因为他说它们免于一切有生灭者的困厄。因此,逍遥学派的阐释者们(亚历山大亦在其中)十分妥帖地说,天体并非由本性所推动,而是由一种更优越的力量,即我所说的存在于它们之中的灵魂所推动,如果诚然如亚里士多德自己所说,它们是依对第一者的渴望而拥有这一运动的话。因为他问道:它为何作圆周运动?接着他补充说,因为它模仿理智。因为他说,正如神圣之物无处不在,天体亦模仿第一者,既然它不能同时无处不在,便通过各个部分而无处不在。而动物在作横向运动时,显然也是由灵魂推动这一运动,而非由本性推动。但在动物的情形中,依灵魂的运动与依本性的运动是彼此不同的;因为在有灵魂者之中,凡具有复合身体者,其顺乎本性的运动皆不同于依灵魂的运动。因此,当身体并非作为有灵魂者而是单纯作为身体受运动时,它按照单纯物体中占优势者而作其天然固有的运动。因为当动物行走、飞翔或游动时,它们乃是依灵魂受运动;但当它们依沉重的倾向从高处坠落时,由于土性的沉重身体占优势,它们乃是顺乎本性受运动。然而对于拥有‘作为有灵魂者’这一特性的单纯物体而言,由于其特异性,灵魂就是其本性,而依灵魂的运动对它而言就是顺乎本性的运动。而如果它不是依本性而是由灵魂所推动,它就不再服从声称凡依本性受运动者亦可受强力而运动的那条论断。但如果真有必要在天体自身之中亦设定一种本性运动,我们便说,它所具有的本性运动将与它来自灵魂的运动一样,并且我们将说,亚里士多德关于‘凡依本性受运动者亦可受强力而运动’的论断并非适用于一切事物,而是适用于那些沿直线发生运动、亦就其整个自身受运动的事物。而这位哲学家自己已经表明,直线运动存在对立,而唯独圆周运动没有任何对立。因为向上运动与向下运动相对立,向前运动与向后运动相对立,向右运动与向左运动相对立,然而圆周运动却无任何对立。因此,在顺乎本性受运动的事物中,正是那些作直线运动、在直线运动中作为整体变换处所、且能见到对立的事物,才亦受强力而运动;然而天体既作圆周运动,亦非作为一个整体通过整体而变换处所。显然,那些声称灵魂在处所上受运动、并通过自身运动如杠杆作用般推动身体的人,赋予了灵魂直线运动;因为动物的一切身体皆沿直线运动。亚历山大亦妥帖地补充了这一点:关于天体运动的意见(即它们不在处所之中,亦绝不可能反乎本性而运动)并不属于亚里士多德之前的任何其他人,而是他自己首先提出来的。因此,我们从他们所说的话出发,妥当地陈述了对那些人而言随之而来的事。此外,“若依本性受运动,亦可受强力而运动”,他是作为可能之事来接受的,即依本性受运动的事物中的某些事物亦可能受强力而运动。而在依本性受运动的事物中,凡具有对立运动者,皆受强力而运动。而灵魂的运动亦会有对立面;因为若灵魂确实是通过受运动而推动身体,那么合理的是它自身亦作它用来推动身体的那些运动;而正如我们已经说过的那样,身体的一切运动皆依对立而被考察。

语法注2 条
  1. 1.97ὁ οὐρανός, φησί, μιμούμενον τὸ πρῶτον

    分词 μιμούμενον 为中性单数形式,而主语为阳性名词 ὁ οὐρανός。这是一种按语义一致(constructio ad sensum)的构词,分词在意义上呼应中性名词 τὸ σῶμα(参见前文的 τὰ οὐράνια σώματα)。

  2. 1.97ὥστε καλῶς ἐκείνοις ἑπόμενα εἰρήκαμεν ἐξ ὧν λέγουσιν

    与格 ἐκείνοις 指代亚里士多德之前的早期哲学家们(οἱ πρὸ Ἀριστοτέλους),受 ἑπόμενα(中性复数宾语/表语)支配。介词短语 ἐξ ὧν λέγουσιν 带有关系代词吸引(即 ἐκ τούτων ἃ λέγουσιν),意为“基于他们所说的话”。全句意指:从早期哲学家自身的论说出发,已妥当地推导出了对其学说必然构成的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:101.25-103.10