← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§99.29-101.8

种子萌发与胎儿心脏的先行形成

斐洛庞奴斯注解了亚里士多德《动物生成论》739b33中关于胚胎发育与播种之种子类似性的论述。他阐释了心脏如何像萌芽种子中的相当部分一样最先成为现实态并生出血管,兼具滋养与塑造的灵魂潜能,并依据解剖观察反驳了德谟克利特关于灵魂从外部后天进入的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26

" Ὅταν δὲ συστῇ τὸ κύημα ἤδη, παραπλήσιον ποιεῖ τοῖς σπειρομένοις. ἡ μὲν γὰρ ἀρχὴ καὶ ἐν τοῖς σπέρμασιν ἐν αὐτοῖς ἐστιν ἡ πρώτη." Νῦν ἀρχὴν λέγει τὸ ἀνάλογον τῇ καρδίᾳ· φησὶ γὰρ εἶναι καὶ ἐν τοῖς σπειρομένοις σπέρμασι δυνάμει τὰ ἀναλογοῦντα τῇ καρδίᾳ· ἥτις ἀρχή, ἐπειδὰν καταβληθῶσιν εἰς τὴν γῆν καὶ ἐνεργείᾳ γένηται, (δυνάμει γὰρ ἦν, ὡς εἴπομεν, πρὸ τῆς καταβολῆς τὸ ἀνάλογον τῇ καρδίᾳ) ὅταν οὖν ἀποκριθῇ καὶ ἐνεργείᾳ γένηται τὸ ἀνάλογον τῇ καρδίᾳ, ποιεῖ1 τήν τε ῥίζαν καὶ τὸν βλαστὸν καὶ δίδωσι τῇ ῥίζῃ δύναμιν ἕλκειν τὴν τροφήν, ἵνα αὔξηται τὸ φυτόν. ὡς οὖν ἐπὶ τῶν σπειρομένων, οὕτως ἔχει καὶ ἐπὶ τῶν κυημάτων· ἔνεισι γὰρ δυνάμει καὶ ἐν αὐτοῖς πάντα τὰ μόρια, ἀλλὰ μᾶλλον ἡ ἀρχὴ ἤτοι ἡ καρδία ἐστὶ πρὸ ὁδοῦ, τουτέστιν ἑτοιμοτέρα εἰς τὸ γενέσθαι ἐνεργείᾳ, διὸ καὶ γίνεται πρώτη. ὥσπερ γὰρ δυνάμει λέγεται μὲν καὶ τὰ ξύλα πῦρ, δυνάμει δὲ πῦρ καὶ αἱ δᾷδες, μᾶλλον δέ εἰσιν ἑτοιμότεραι καὶ ἐπιτηδειότεραι αἱ δᾷδες εἰς τὸ γενέσθαι πῦρ ἐνεργείᾳ παρὸ τὰ ξύλα, οὕτω καὶ τὰ μόρια πάντα εἰσὶ μὲν δυνάμει ἐν τῷ κυήματι, ἀλλὰ μᾶλλον ἡ καρδία· διὸ καὶ ἀποκρίνεται καὶ ἐνεργείᾳ γίνεται πρώτη, εἶτα ἅμα τε ποιεῖ τὰς φλέβας ἀναλογούσας ταῖς ῥίζαις καὶ δίδωσιν αὐταῖς δύναμιν ἑλκτικὴν τροφῆς, δι’ ἧς τραφήσεται τὸ κύημα. τὸ δὲ ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου οὐ περὶ τοῦ γενέσθαι πρῶτον τὴν καρδίαν εἴρηται, ἀλλὰ περὶ τοῦ ὅτι γεγονυῖαν ἀνάγκη ἔχειν τὴν θρεπτικὴν ψυχήν,2 ὡς εἶναι τὸ λεγόμενον διὰ τοῦ οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως δῆλον (συμβαίνει γὰρ οὕτως), ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου δυνάμει τοιοῦτον· ὥσπερ γὰρ διὰ τῆς αἰσθήσεως δῆλον ἡμῖν γέγονεν ὅτι πρώτη τῶν ἄλλων γέγονεν, οὕτως ἀπὸ τοῦ λόγου δῆλον ἡμῖν γενήσεται ὅτι γεγονυῖα ἔχει τὴν θρεπτικὴν ψυχήν. καὶ τίς ὁ λόγος, ἐπάγει· ὅταν γὰρ ἡ καρδία ἀποκριθῇ ἀπ’ ἀμφοῖν, ἀπό τε τοῦ καταμηνίου ἀπό τε τῆς ἐν τῷ σπέρματι ποιητικῆς δυνάμεως, ὅταν οὖν ἀποκριθῇ καὶ συστῇ, δεῖ ἔχειν τὴν θρεπτικὴν ψυχήν, ἵνα αὐτὴ ἑαυτὴν τρέφῃ τε καὶ διοικῇ. ὥστε οὐ μόνον δεῖ τὴν καρδίαν τὴν θρεπτικὴν ἔχειν δύναμιν ἀλλὰ καὶ τὴν ποιητικήν, ὑφ’ ἧς μετὰ τὴν τῆς καρδίας γένεσιν τὰ λοιπὰ διαπλασθήσεται καὶ διακοσμηθήσεται μέρη τοῦ ζῴου. εἰ δέ τις, ὥσπερ Δημόκριτος, λέγει μὴ ἐν τῇ καρδίᾳ εἶναι τὴν θρεπτικὴν καὶ ποιητικὴν δύναμιν (ἡ αὐτὴ γὰρ καὶ μία τῷ ὑποκειμένῳ ἥ τε ποιητικὴ καὶ θρεπτική, τῷ λόγῳ δ’ ἕτεραι), εἰ οὖν τις λέγει μὴ εἶναι ἐν αὐτῇ, ἀλλ’ ἐκτὸς ὥσπερ καὶ ὁ ἀνδριαντοποιός (οὐ γὰρ ἐν τῷ ἀνδριάντι ὁ ἀνδριαντοποιός), ὕστερον δέ ποτε εἰσέρχεσθαι ἐν τῇ καρδίᾳ τὴν τοιαύτην ψυχήν, οὐ μόνον διαπορήσειεν ἄν τις καὶ ζητήσειε, πότερον μετὰ τὸ τελειωθῆναι τὸ τοῦ ζῴου πᾶν σῶμα εἴσεισιν ἢ οὔ.3 εἰ μὲν οὖν μετὰ τὸ τελειωθῆναι φήσειε, ψεύδεται· ἐναργῶς γὰρ ἐν ταῖς ἀνατομαῖς ὁρῶμεν μόνης τῆς καρδίας οὔσης καὶ μήπω τινὸς ἄλλου μέρους γεγονότος κινουμένην αὐτὴν καὶ τρεφομένην. οὐ μόνον οὖν τοῦτο διαπορήσειεν ἄν τις, ἀλλὰ καὶ ἀνενδοιάστως ἐκ τῶν πολλάκις ῥηθέντων ἀποφανεῖται ὅτι ἀνάγκη, ἡνίκα ἕκαστον τῶν μερῶν χωρίζηται καὶ ἐνεργείᾳ γένηται, ταύτην ὑπάρχειν τὴν δύναμιν πρῶτον ἑκάστῳ τῶν γινομένων, ἐξ ἧς αὐξηθήσονται, ἕξουσι δὲ ταύτην τὴν δύναμιν ἀπὸ τῆς καρδίας. ἐπειδὴ δὲ πανταχοῦ ἔλεγεν ὅτι ἀνάγκη γίνεσθαι πρῶτόν τι ἀρχῆς λόγον ἔχον, τὸ δὲ τὶ ἀόριστον, νῦν δὲ ὡρισμένως εἶπεν ‘ἀρχὴ δὲ ἡ καρδία’, ἐπήγαγεν ἤδη γὰρ αὐτὴν ἀρχὴν ἄξιον ἀκοῦσαι, ὡς εἰ ἔλεγεν ἄξιόν ἐστιν ἤδη ὡρισμένως εἰπεῖν, ἀνάγκη γενέσθαι πρώτην τὴν καρδίαν, ἀλλὰ μὴ ἀορίστως λέγειν ἀνάγκη γενέσθαι τι. δεῖ δὲ τότε λέγειν αὐτὴν ἀρχήν, ὅταν δεῖται τροφῆς τὸ ζῷον, ἀλλ’ οὐ πρότερον.

“当胎儿已经凝结时,其运作便类似于被播种的种子。因为始基也作为首要之物存在于种子自身之中。” 这里他所说的始基是指与心脏相当的部分;因为他说在被播种的种子中,也潜在地包含着与心脏相当的部分;而当种子被投入大地、这一始基成为现实态时(因为正如我们所说,在播入之前,与心脏相当的部分是处于潜在态的)——因此,当与心脏相当的部分被分离出来并成为现实态时,它就生成了根与芽,并赋予根汲取养分的能力,以便植物得以生长。因此,播种的种子的情况如何,胎儿的情况亦是如此:因为所有的部分也都潜在地存在于胎儿自身之中,但毋宁说始基(即心脏)更处在途程的先列,也就是说,它更容易成为现实态,因此它也是最先生成的。正如木材在潜能上被称为火,火把在潜能上也同样被称为火,但火把比木材更准备好且更适合在现实态中成为火一样,胎儿中的所有部分虽然都是潜在的,但心脏更是如此;因此它最先被分离出来并成为现实态,随后同时生成了与根相当的血管,并赋予它们对养分的吸引力,胎儿将借此得到滋养。而“而且在理智上亦是如此”这一短语所谈论的,并非心脏最先生成这一事实,而是指心脏一旦生成,必然具有滋养灵魂。因此,通过“不仅在感觉上是明显的(因为事实正是如此),而且在理智上亦是如此”所表达的意思,在力量上相当于:因为正如通过感觉向我们表明它是先于其他部分最先生成的,同样,根据理智也将向我们表明,它一旦生成就具有滋养灵魂。至于这究竟是何种理智(论据),他接着指出:因为当心脏从二者——既从月经,又从精液中的生成能力——中被分离出来时,是的,当它被分离出来并凝结时,它必须具有滋养灵魂,以便自我滋养和管理。因此,心脏不仅必须具有滋养能力,还必须具有生成能力,动物身体其余的部分在心脏生成之后将由这种能力加以塑造和构建。如果有人像德谟克利特那样主张滋养和生成能力并不在心脏之内(因为生成能力与滋养能力在底层载体上是同一且唯一的,只是在定义上有所不同)——因此,如果有人主张这能力不在其内,而是在外像雕塑家一样(因为雕塑家不在雕像之内),而这种灵魂是在以后的某个时间进入心脏的,那么人们不仅会感到困惑并追问:这灵魂究竟是在动物的整个身体完成之后进入还是不进入?如果他声称是在完成之后进入,那他便说了假话;因为在解剖中我们清楚地看到,当只有心脏存在而尚未有其他任何部分生成时,心脏本身就已经在运动并得到滋养。因此,人们不仅会对这一点提出质疑,而且根据多次陈述过的事实毫无疑义地断定:当每一个部分被分离出来并成为现实态时,这促使它们生长的能力必然首先属于每一个正在生成的部分,而它们将从心脏获得这种能力。以往他总是在各处说“必然有某种具有始基地位的东西最先生成”,而“某种东西”是不确定的,但现在他明确地说了“而始基就是心脏”,于是他补充说“因为现在理应将其理解为始基”,就好像他在说:现在理应确定地说“必然是心脏最先生成”,而不再不确定地说“必然是某种东西生成”。然而,只有在动物需要养分的时候,才应当称其为始基,在此之前则不可。

语法注3 条
  1. 2.26ἥτις ἀρχή, ἐπειδὰν καταβληθῶσιν εἰς τὴν γῆν καὶ ἐνεργείᾳ γένηται, (δυνάμει γὰρ ἦν, ὡς εἴπομεν, πρὸ τῆς καταβολῆς τὸ ἀνάλογον τῇ καρδίᾳ) ὅταν οὖν ἀποκριθῇ καὶ ἐνεργείᾳ γένηται τὸ ἀνάλογον τῇ καρδίᾳ, ποιεῖ

    由关系代词 ἥτις 引导的句子因插入句(δυνάμει γὰρ ἦν...)而中断,随后通过 ὅταν οὖν 重新引出时间条件分句(复取性 ὅταν οὖν),进而连接主句动词 ποιεῖ。句首的 ἥτις 充当了悬置主格(nominativus pendens)性质的主题提示,而 ὅταν οὖν 之后的部分(主语为 τὸ ἀνάλογον τῇ καρδίᾳ,谓语动词为 ποιεῖ)构成了实质性的主谓核心。

  2. 2.26τὸ δὲ ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου οὐ περὶ τοῦ γενέσθαι πρῶτον τὴν καρδίαν εἴρηται, ἀλλὰ περὶ τοῦ ὅτι γεγονυῖαν ἀνάγκη ἔχειν τὴν θρεπτικὴν ψυχήν

    中性定冠词 τὸ 统领引用的短语 ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου,构成全句的主语(“而‘而且在理智上亦是如此’这一短语”)。谓语由对照结构 οὐ περὶ τοῦ... ἀλλὰ περὶ τοῦ...(“不是关于……而是关于……”)构成;在后者的 περὶ τοῦ ὅτι 从句中,完成时分词 γεγονυῖαν(阴性单数宾格,修饰省略的主语 τὴν καρδίαν)表示时间或伴随状况,意为“一旦生成之后/既然已经生成”。

  3. 2.26οὐ μόνον διαπορήσειεν ἄν τις καὶ ζητήσειε, πότερον μετὰ τὸ τελειωθῆναι τὸ τοῦ ζῴου πᾶν σῶμα εἴσεισιν ἢ οὔ

    主句使用了带有 ἄν 的潜在希求法(διαπορήσειεν ἄν τις καὶ ζητήσειε),其后接由 πότερον... ἢ οὔ(“是……还是不……”)引导的间接疑问从句作为 ζητήσειε 的宾语。从文脉上看,此处的 οὐ μόνον 随后被下文的 οὐ μόνον οὖν τοῦτο διαπορήσειεν ἄν τις, ἀλλὰ καὶ...(“不仅对此感到困惑……而且将断言……”)所承接,构成了对德谟克利特观点两阶段的反驳(提出疑难与确立正面结论)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:99.29-101.8